Αρχείο κατηγορίας ΝΕΟΧΩΡΙΤΗΣ ΠΑΝΑΓΙΩΤΗΣ

«Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα» Ἦχος πλ. β’ Παναγιώτης Νεοχωρίτης

Ἦχος πλ. β’
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

«Ὁ τὸν ἀμπελῶνα φυτεύσας» ΙΑΚΩΒΟΥ ΠΑΝΑΓ. ΝΕΟΧΩΡΙΤΗΣ

Ἦχος βαρὺς
Ἰδιόμελον
Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.

«Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ» ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. 
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

«Προκαθάρωμεν ἑαυτούς» ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΠΟΚΡΕΩ ΗΧΟΣ Α΄ ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ

Δόξα… Ἦχος α’
Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ’ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

«ΙΔΙΟΜΕΛΑ ΚΑΙ ΔΟΞΑΣΤΙΚΟΝ ΜΕΓΑΛΟΥ ΑΓΙΑΣΜΟΥ ΘΕΟΦΑΝΕΙΩΝ»Ἦχος πλ. δ΄ ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ

 Ἰδιόμελα Ἦχος πλ. δ΄.
Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ.

Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.
Δόξα… Καὶ νῦν… 
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

«Ὅτε καιρός» Ἦχος πλ. β’ ΔΟΞΑ..ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ

Δοξαστικὸν 
Ἦχος πλ. β’ 
Γερμανοῦ 
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

«Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν» Ἦχος βαρὺς  ΔΟΞΑ…ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ ΠΑΝ. ΝΕΟΧΩΡΙΤΗΣ/ΛΕΩΝ. ΑΣΤΕΡΗΣ/ ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ /ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν, Τῶν Ἁγίων Προπατόρων 
Ἦχος βαρὺς 
Γερμανοῦ 
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν, τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.

Ο ΑΡΧΩΝ ΠΡΩΤΟΨΑΛΤΗΣ ΠΑΝΑΓΙΩΤΗΣ ΝΕΟΧΩΡΙΤΗΣ ΣΕ ΒΙΝΤΕΟ ΤΟΥ ΥΠΟΥΡΓΕΙΟΥ ΠΟΛΙΤΙΣΜΟΥ ΤΗΣ ΤΟΥΡΚΙΑΣ

Βίντεο με τον Άρχοντα Πρωτοψάλτη της Μεγάλης του Χριστού Εκκλησίας Παναγιώτη Νεοχωρίτη,που επιμελήθηκε το Υπουργείο Πολιτισμού της Τουρκίας, και προβάλλει τις μουσικές των Μειονοτήτων της Πόλης και συγκεκριμένα την Εκκλησιαστική Μουσική.

Την επιμέλεια της παραγωγής είχε ο μουσικός Deniz Şahin. 

«ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ο ΧΟΡΟΣ» ΗΧΟΣ ΠΛ. Δ΄ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ΠΑΝ. ΝΕΟΧΩΡΙΤΗΣ/ Δ. ΚΑΡΑΜΠΑΣΗΣ