Αρχείο κατηγορίας ΜΟΥΤΑΟΓΛΟΥ ΑΛΕΞΑΝΔΡΟΣ

«Χαλινοὺς ἀποπτύσας» ΗΧΟΣ ΠΛ. Δ΄ΙΔΙΟΜΕΛΟΝ ΑΠΟΣΤΙΧΩΝ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ. ΧΑΤΖΗΧΡΟΝΟΓΛΟΥ/ Α. ΜΟΥΤΑΟΓΛΟΥ/ Μ. ΧΑΤΖΗΜΑΡΚΟΣ/ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Ἦχος πλ. δ’
Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ’ ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.

Συνέχεια ανάγνωσης «Χαλινοὺς ἀποπτύσας» ΗΧΟΣ ΠΛ. Δ΄ΙΔΙΟΜΕΛΟΝ ΑΠΟΣΤΙΧΩΝ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ. ΧΑΤΖΗΧΡΟΝΟΓΛΟΥ/ Α. ΜΟΥΤΑΟΓΛΟΥ/ Μ. ΧΑΤΖΗΜΑΡΚΟΣ/ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Advertisements

«ΜΕΘ΄ ΗΜΕΡΑΣ ΟΚΤΩ » ΑΛΕΞΑΝΔΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ (ΜΟΥΤΑΟΓΛΟΥ) (1895-1981)

Δοξα… Καὶ νῦν… Ἦχος πλ. β’

Μεθ’ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.