Αρχείο κατηγορίας ΜΕΤΑΣΤΑΣΙΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

«Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΗΧΟΣ Β΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον 
Ἦχος β’ 
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

«Τὸν υἱὸν τῆς βροντῆς» ΗΧΟΣ Β΄ ΔΟΞΑ…ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΖΑΧ. ΚΟΝΤΟΦΡΥΔΗΣ / Θ. ΒΑΣΙΛΙΚΟΣ

Δοξαστικὸν 
Ἦχος β’ 
Γερμανοῦ
Οἱ δὲ Βυζαντίου 

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι’ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι’ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

«Εὐαγγελιστὰ Ἰωάννη» ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ ΑΝΑΣΤΑΣΙΟΣ ΚΑΝΤΑΝΗΣ

Ἦχος πλ. δ’
Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε Παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωήν, ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ (2017)

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

+ Μετάστασις το γίου νδόξου καί πανευφήμου ποστόλου καί Εαγγελιστο ωάννου το Θεολόγου.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ (2017)

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ (2017)

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

+ Μετάστασις το γίου νδόξου καί πανευφήμου ποστόλου καί Εαγγελιστο ωάννου το Θεολόγου.

          Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (25/9/17)

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ (2017)

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ (2014)

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014

† ῾Η μετάστασις τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ ᾿Ιωάννου τοῦ θεολόγου. Γεδεὼν τοῦ δικαίου (1350π.Χ.). Ἀνάμνησις τῆς ἐπιστροφῆς τῆς τιμίας κάρας τοῦ ἀποστόλου ᾿Ανδρέου ἀπὸ ῾Ρώμης εἰς Πάτρας καὶ τῶν ἐγκαινίων τοῦ νέου ἱ. ναοῦ αὐτοῦ ἐν Πάτραις (26.9.74).

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ (2014)

Εορτάζοντες την 26ην του μηνός Σεπτεμβρίου


https://i0.wp.com/pigizois.net/sinaxaristis/09/26.jpg

  • Η ΜΕΤΑΣΤΑΣΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

  • ΟΙ ΑΓΙΕΣ ΠΕΝΤΕ ΠΑΡΘΕΝΕΣ & ΜΟΝΑΣΤΡΙΕΣ ΘΕΚΛΑ, ΜΑΡΙΑΜΝΗ, ΜΑΡΘΑ, ΜΑΡΙΑ & ΕΝΝΑΘΑ

  • Η ΑΓΙΑ ΧΗΡΑ

  • Ο ΔΙΚΑΙΟΣ ΓΕΔΕΩΝ

  • ΑΝΑΚΟΜΙΔΗ ΤΗΣ ΤΙΜΙΑΣ ΚΑΡΑΣ ΤΟΥ ΠΡΩΤΟΚΛΗΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΟΥ

    Άγιος Νείλος ο νεότερος από την Καλαβρία

    Όσιος Εφραίμ ο εκ Ρωσίας ο θαυματουργός

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 26ην του μηνός Σεπτεμβρίου

«Τὸν υἱὸν τῆς βροντῆς» Ἦχος β’

Δόξα… Ἦχος β’

Γερμανοῦ

Οἱ δὲ Βυζαντίου

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι’ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι’ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012

Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου
καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ