Αρχείο κατηγορίας ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ

«ΥΜΝΟΙ ΕΟΡΤΩΝ ΠΕΡΙΤΟΜΗΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ» ΝΙΚΟΛΑΙΔΗΣ -ΕΜΜΑΝΟΥΗΛΙΔΗΣ

ΑΠΟΥΤΙΚΙΑ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΗΧΟΣ Α΄

Ἀπολυτίκιον τοῦ Ἁγίου 
Ἦχος α’ 
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς 
Ἦχος α’ 
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

¨»Ἐξεχύθη ἡ χάρις» Ἦχος πλ. β’ ΔΟΞΑ…ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Δοξαστικὸν 
Ἦχος πλ. β’ 
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

«Σοφίας ἐραστὴς γενόμενος Ὅσιε» Ἦχος πλ. δ’ ΔΟΞΑ.. ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν 
Ἦχος πλ. δ’ 
Ἀνατολίου 
Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, καὶ κόσμον καὶ κοσμοκράτορα, παριστάμενος τῷ Χριστῷ, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (1 ΙΑΝΟΥΑΡΙΟΥ 2019)

1 ΙΑΝΟΥΑΡΙΟΥ 2019

† Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ Η­ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

+Βασιλεου ρχιεπι­σκ­που Και­σα­ρεας Καππαδοκας το μεγλου (379).

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (1 ΙΑΝΟΥΑΡΙΟΥ 2019)

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (1 ΙΑΝΟΥΑΡΙΟΥ 2019)

1 ΙΑΝΟΥΑΡΙΟΥ 2019

† Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥ­ΡΙ­ΟΥ Η­ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

+Βασιλεου ρχιεπι­σκ­που Και­σα­ρεας Καππαδοκας το μεγλου (379).

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (31/12/18)

Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΚΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ (1 ΙΑΝΟΥΑΡΙΟΥ 2019)