Αρχείο κατηγορίας ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ

«Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ» Ἦχος πλ. β’ ΔΟΞΑ..ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΘΕΟΦΑΝΕΙΩΝ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ

Δοξαστικὸν 
Ἦχος πλ. β’ 
Ἀνατολίου 
Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.

«Κύριε, τὸν Παράλυτον» ΗΧΟΣ ΠΛ. Δ΄ ΚΩΝ. ΠΡΙΓΓΟΣ/ΔΑΝ. ΚΑΡΑΜΠΑΣΗΣ/ ΣΠ. ΜΑΪΔΑΝΟΓΛΟΥ

Ἦχος πλ. δ’ 
Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ’ ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.

«ΠΡΟΣΟΜΟΙΑ ΑΙΝΩΝ» ΗΧΟΣ Α΄»ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ» ΗΧΟΣ ΠΛ. Δ΄ ΕΟΡΤΗ ΑΓΙΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ ΣΠ. ΜΑΪΔΑΝΟΓΛΟΥ/ Π. ΑΡΑΠΟΓΛΟΥ

Ἦχος α’ 
Τῶν οὐρανίων ταγμάτων 
Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.

Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.

Ἦχος πλ. δ’ 
Ἱεραρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἀθανάσιον σὺν τῷ Κυρίλλῳ, καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Διδασκάλων, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

«Γέννημα ἐχιδνῶν»Ἦχος πλ. β’ ΕΣΠΕΡΙΝΟΣ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ

Ἦχος πλ. β’
Γέννημα ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμῳ, καὶ γογγυζόντων κατὰ τοῦ τροφέως· ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ οἱ ἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων, κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὢ γνώμης ἀκορέστου, καὶ τόλμης ἀπανθρώπου! τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον, ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.

«Κύριε, παράγων ἐν τῇ ὁδῷ» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ ΗΧΟΣ ΠΛ. Α΄ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ

Δόξα… Ἦχος πλ. α’

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

«ΝΑΜΑΤΑ ΙΟΡΔΑΝΕΙΑ» ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα… Ἦχος πλ. β’ Ἀνατολίου

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.

«ΚΥΡΙΕ ΠΑΡΑΓΩΝ ΕΝ ΤΗ ΟΔΩ» ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ ΗΧΟΣ ΠΛ. Α΄

ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ ΨΑΛΛΕΙ Ο ΑΕΙΜΝΗΣΤΟΣ ΠΡΩΤΟΨΑΛΤΗΣ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ:

Δόξα… Ἦχος πλ. α’

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

«Η ΠΗΓΗ ΤΗΣ ΖΩΑΡΧΙΑΣ» ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ ΗΧΟΣ ΠΛ. Β΄

ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Β΄Ο ΑΕΙΜΝΗΣΤΟΣ ΠΡΩΤΟΨΑΛΤΗΣ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ:
Δόξα Πατρὶ…
Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα, Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

«ΚΥΡΙΕ ΤΟΝ ΠΑΡΑΛΥΤΟΝ» ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ

ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ ΨΑΛΛΕΙ Ο ΑΕΙΜΝΗΣΤΟΣ ΠΡΩΤΟΨΑΛΤΗΣ ΣΠΥΡΙΔΩΝ ΜΑΪΔΑΝΟΓΛΟΥ:
Δόξα… Ἦχος πλ. δ