Αρχείο κατηγορίας ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ
¨ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΘΩΜΑ) ΠΑΪΚΟΠΟΥΛΟΣ/ ΣΤΑΝΙΤΣΑΣ/ΧΑΤΖΗΜΑΡΚΟΣ
«Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα» Ἦχος πλ. β’ ΣΟΥΣΟΥΝΗΣ-ΧΟΥΠΑΣ/ ΚΩΝ. ΠΡΙΓΓΟΣ/Μ. ΧΑΤΖΗΜΑΡΚΟΣ
Ἦχος πλ. β’
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.
«Χαλινοὺς ἀποπτύσας» ΗΧΟΣ ΠΛ. Δ΄ΙΔΙΟΜΕΛΟΝ ΑΠΟΣΤΙΧΩΝ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ Γ. ΧΑΤΖΗΧΡΟΝΟΓΛΟΥ/ Α. ΜΟΥΤΑΟΓΛΟΥ/ Μ. ΧΑΤΖΗΜΑΡΚΟΣ/ΘΡ. ΣΤΑΝΙΤΣΑΣ
Ἦχος πλ. δ’
Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ’ ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με.
«Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου» ΜΕΓΑ ΠΡΟΚΕΙΜΕΝΟΝ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ ΧΟΡΟΣ Θ. ΦΩΚΑΕΥΣ/ΣΥΡΚΑΣ/ΧΑΤΖΗΜΑΡΚΟΣ/ΣΤΑΝΙΤΣΑΣ/ΝΑΥΠΛΙΩΤΗΣ
Προκείμενον Ἦχος πλ. δ’
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
«Αργαί καταβασίαι του Τιμίου Σταυρού» Κ. ΠΡΙΓΓΟΣ- Μ. ΧΑΤΖΗΜΑΡΚΟΣ