ΜΑΓΟΥΡΗΣ ΔΗΜΗΤΡΙΟΣ

«ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ ΤΟ ΔΙΑΦΟΡΟΝ» ΔΗΜΗΤΡΙΟΣ ΜΑΓΟΥΡΗΣ ΗΧΟΣ Γ΄

«Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον» ΔΗΜΗΤΡΙΟΣ ΜΑΓΟΥΡΗΣ ΗΧΟΣ Γ΄ ΣΤΙΧΗΡΟΝ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΚΥΡΙΑΚΗΣ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ

Ἦχος γ’ Τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου τὸ διάφορον, ἐπιγνοῦσα, ψυχὴ μου· τοῦ μέν, μίσησον τὴν ὑπερήφανον φωνήν, τοῦ δέ, ζήλωσον τὴν εὐκατάνυκτον εὐχήν, καὶ βόησον, ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με.

«ΕΝ ΤΑΙΣ ΛΑΜΠΡΟΤΗΣΙ ΤΩΝ ΑΓΙΩΝ ΣΟΥ» ΜΑΓΟΥΡΗΣ ΔΗΜΗΤΡΙΟΣ

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με ὡς φιλάνθρωπος.