Αρχείο κατηγορίας ΛΥΚΟΥΡΓΟΣ ΑΓΓΕΛΟΠΟΥΛΟΣ

«Τὴν σήμερον μυστικῶς»ΔΑΝ.ΚΑΡΑΜΠΑΣΗΣ/ ΘΡ.ΣΤΑΝΙΤΣΑΣ/ΛΥΚ. ΑΓΓΕΛΟΠΟΥΛΟΣ

Δόξα…
Ἦχος πλ. β’
Τὴν σήμερον μυστικῶς, ὁ μέγας Μωϋσῆς προδιετυποῦτο λέγων· Καὶ εὐλόγησεν ὁ Θεός, τὴν ἡμέραν τὴν ἑβδόμην· τοῦτο γάρ ἐστι τὸ εὐλογημένον Σάββατον· αὕτη ἐστίν ἡ τῆς καταπαύσεως ἡμέρα, ἐν ᾗ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τῆς κατὰ τὸν θάνατον οἰκονομίας, τῇ σαρκὶ σαββατίσας, καὶ εἰς ὃ ἦν, πάλιν ἐπανελθών, διὰ τῆς Ἀναστάσεως, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

«ΑΣΤΡΟΝ ΗΔΗ ΑΝΑΤΕΤΑΛΚΕΝ» ΛΥΚΟΥΡΓΟΣ ΑΓΓΕΛΟΠΟΥΛΟΣ / ΓΕΩΡΓΙΟΣ ΧΑΤΖΗΧΡΟΝΟΓΛΟΥ/ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ

Καλοφωνικός Ειρμός Ήχος Πρώτος . Βαλασίου Ιερέως 17ος αιώνας .

» Ἄστρον ἤδη ἀνατέταλκεν, ἐκ φυλῆς, Ἰούδα, ὅπερ ἐπιγνόντες, Βασιλεῖς κινήσεις, ἀνατολῶν ποιοῦνται, καὶ φθάσαι ἐπείγονται, ὅπως θεάσωνται Χριστόν, ἐν Βηθλεέμ σαρκὶ τικτόμενον. »