Αρχείο κατηγορίας ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

Δόξα τῶν Προπατόρων· «Δεῦτε, ἅπαντες, πιστῶς πανηγυρίσωμεν». ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

Advertisements

«Ἀπόστολος τῆς Κυριακῆς τῶν Προπατόρων»

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

δελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς΄ νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ ᾽Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα κα ν πσιΧριστς.

«Δεῦτε ἅπαντες» ΗΧΟΣ ΒΑΡΥΣ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Π. ΝΕΟΧΩΡΙΤΗΣ /Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ/ ΔΗΜ . ΠΑΪΚΟΠΟΥΛΟΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Δοξαστικὸν, Τῶν Ἁγίων Προπατόρων 
Ἦχος βαρὺς 
Γερμανοῦ 
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν, τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.

 

 

Συνέχεια ανάγνωσης «Δεῦτε ἅπαντες» ΗΧΟΣ ΒΑΡΥΣ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Π. ΝΕΟΧΩΡΙΤΗΣ /Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ/ ΔΗΜ . ΠΑΪΚΟΠΟΥΛΟΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Το Άθλημα της Πίστεως

(Κυριακή των Προπατόρων) γέροντος Ιωσήφ του Ησυχαστή

Αποτέλεσμα εικόνας για Ιωσήφ του Ησυχαστή
 Στο απολυτίκιο της εορτής των Αγίων Προπατόρων αναφέρεται ότι «εν πίστει τους Προπάτορας εδικαίωσας, την εξ Εθνών διαυτών προμνηστευσάμενος Εκκλησίαν». Πόσο βαθειά νοήματα έχουν αυτά τα λόγια, αν τα προσέξετε! Εδικαιώθησαν οι Προπάτορες, που αποτελούν το θεμέλιο της Εκκλησίας, και που φανερώνουν την αφορμή της σχέσεως του Θεού μετά των ανθρώπων πρακτικά.

Και ποίοι ήσαν οι Προπάτορες;

Συνέχεια ανάγνωσης Το Άθλημα της Πίστεως

«Κυριακή ΙΑ. Λουκά ή των Αγ. Προπατόρων» η Ευαγγελική Περικοπή της Θ. Λ., ομιλία Αγ. Γρηγορίου του Παλαμά

Αποτέλεσμα εικόνας για ΑΓΙΟΙ ΠΡΟΠΑΤΟΡΕΣ

Ἐκ τοῦ κατὰ Λουκᾶν.

( Λουκ.ΙΔ’ 16-24,)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς΄καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις΄ ῎Ερχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ΄ ᾽Αγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος, ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ΄ ῎Εξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος΄ Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον΄ ῎Εξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, λίγοιδκλεκτοί. 

 

Συνέχεια ανάγνωσης «Κυριακή ΙΑ. Λουκά ή των Αγ. Προπατόρων» η Ευαγγελική Περικοπή της Θ. Λ., ομιλία Αγ. Γρηγορίου του Παλαμά

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΙΑ΄ΛΟΥΚΑ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ (2017)

17 ΔEKEMΒΡΙΟΥ 2017

+ΚΥΡΙΑΚΗ ΙΑ΄ΛΟΥΚΑ

(ΤΩΝ ΑΓΙΩΝ  ΠΡΟΠΑΤΟΡΩΝ)

Αποτέλεσμα εικόνας για ΑΓΙΟΙ ΠΡΟΠΑΤΟΡΕΣ

Ηχος γ´ – Εωθινόν Ϛ´.

Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΙΑ΄ΛΟΥΚΑ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ (2017)