Αρχείο κατηγορίας ΚΑΚΟΥΛΙΔΗΣ ΓΕΩΡΓΙΟΣ

«Ἀγρευθεῖς οὐρανόθεν» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΕΥΣΤΑΘΙΟΥ ΗΧΟΣ Α΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀγρευθεῖς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τὴ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι’ ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤστραψας ἐν ἄθλοις ἱεροίς, σὺν τὴ θεία σου συμβίω καὶ τοὶς υἱοίς, φαιδρύνων τοὺς βοώντας σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντι σὲ ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον

«Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα» ΗΧΟΣ ΠΛ.Α’ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΝΗΣ

Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.

«ΟΣΙΕ ΠΑΤΕΡ» ΔΟΞΑ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΑΩΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΗΧΟΣ ΠΛ.Β΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Δοξαστικὸν
Ἦχος πλ. β’
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΩΝ ΜΗΝΑ, ΒΙΚΤΩΡΟΣ ΚΑΙ ΒΙΚΕΝΤΙΟΥ» ΗΧΟΣ Δ΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ήχος δ’. Ταχύ προκατάλαβε.
Τρισάριθμον σύνθημα, των αθλοφόρων Χριστού, υμνήσωμεν άσμασι, χαριστηρίοις πιστοί, Μηνάν τον αοίδιμον, Βίκτωρα τον γενναίον, και Βικέντιον θείον, πλάνην την των ειδώλων, καταργήσαντας πίστει. Αυτών ταις ικεσίαις, Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών

«ΣΗΛΥΒΡΙΑΣ ΤΟΝ ΓΟΝΟΝ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΗΧΟΣ Α΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος α’

Τῆς ἐρήμου πολίτης 

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ» ΗΧΟΣ Δ΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος δ’

Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς ἱεράρχης· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΠΟΣΤΟΛΟΥ ΛΟΥΚΑ’ ΗΧΟΣ Δ΄»ΑΚΕΣΤΩΡ ΣΟΦΩΤΑΤΟΣ» ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος, Ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος, τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ, λόγους, διὰ πνεύματος θείου, ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθήναι ἠμᾶς.

«ΤΗΝ ΕΤΗΣΙΟΝ ΜΝΗΜΗΝ ΣΗΜΕΡΟΝ» ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Δόξα… (Τῶν Πατέρων) Ἦχος δ’

Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.