Αρχείο κατηγορίας ΙΕΡΑ ΜΟΝΗ ΚΑΡΑΚΑΛΛΟΥ

«Τῶν Προφητῶν τοὺς ἀκραίμονας» ΗΧΟΣ ΠΛ. Δ΄ΔΟΞΑ..ΑΙΝΩΝ ΚΑΙ ΘΕΟΤΟΚΙΟΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΜΟΝΑΧΟΙ ΚΑΡΑΚΑΛΛΗΝΟΙ

Δοξαστικὸν
Ἦχος πλ. δ’
Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον
Ἦχος πλ. δ’
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.