ΘΕΟΤΟΚΙΑ

«Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις» «Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου» ΗΧΟΣ ΠΛ. Δ΄ ΙΕΡΑ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ

Ἀπολυτίκιον Ἦχος πλ. δ’ Αὐτόμελον Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων. Θεοτοκίον Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, […]

«Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ» ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΡΤΗΣ ΗΧΟΣ ΠΛ. Α΄ ΕΣΠΕΡΙΟ ΘΕΟΤΟΚΙΟΝ ΤΗΣ ΟΚΤΩΗΧΟΥ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ […]