Αρχείο κατηγορίας ΕΣΠΕΡΙΝΟΣ

«ΣΗΜΕΡΟΝ Ο ΤΟΙΣ ΝΟΕΡΟΙΣ ΘΡΟΝΟΙΣ» ΧΟΡΩΔΙΑ ΣΙΓΑΛΑΣ ΑΝΤΩΝΙΟΣ ΗΧΟΣ ΠΛ. Β΄

Ἦχος πλ. β’ Σεργίου

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

«ΟΝΠΕΡ ΠΑΛΑΙ ΜΩΥΣΗΣ» ΧΟΡΩΔΙΑ C.M.K ΗΧΟΣ ΠΛ. Δ΄

Δόξα… Καὶ νῦν… Ἦχος πλ. δ’

Ἰωάννου Μοναχοῦ

Ὃν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

«ΓΕΝΕΘΛΙΩΝ ΤΕΛΟΥΜΕΝΩΝ» ΠΕΤΡΙΔΗΣ ΛΥΚΟΥΡΓΟΣ ΗΧΟΣ ΠΛ.Β΄

Δόξα…Ἦχος πλ. β’
Ἰωάννου Μοναχοῦ
Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλ’ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.