Αρχείο κατηγορίας ΔΟΞΑΣΤΙΚΑ

«Τῷ τοῦ νυμφίου σου ἔρωτι τετρωμένη Αἰκατερῖνα σεμνή» ΔΟΞΑ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ ΗΧΟΣ ΠΛ. Δ

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῷ τοῦ νυμφίου σου ἔρωτι τετρωμένη Αἰκατερῖνα σεμνή,
παρθενομάρτυς καὶ πάνσοφε,
πᾶσαν κοσμικὴν προσπάθειαν προθύμως κατέλιπες,
καὶ τῷ σημείῳ τοῦ σταυροῦ σφραγισαμένη ἑαυτήν,
τὴν τῶν εἰδώλων πλάνην πανσόφως διήλεγξας,
καὶ ῥητόρων ἔπαυσας τὰς ληρώδεις ἐνστάσεις,
τοῦ Χριστοῦ τὸ ὄνομα λαμπρῶς πᾶσι κηρύξασα·
ὅθεν καὶ στέφει οὐρανίῳ ἀναδησαμένη τὴν κεφαλήν,
σὺν ἀγγέλοις χορεύεις ὡς ἁγνὴ περιστερά,
καὶ πρεσβεύεις ἀπαύστως,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων,
τὴν παναοίδιμον μνήμην σου.

«ΣΥΓΧΑΡΗΤΕ ΗΜΙΝ» ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΩΝ ΑΓΙΩΝ ΑΡΧΑΓΓΕΛΩΝ ΗΧΟΣ ΠΛ. Β΄ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

Δόξα… Ἦχος πλ. β’  Βυζαντίου

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε

«TΟΝ ΛΟΓΧΑΙΣ ΚΛΗΡΩΣΑΜΕΝΟΝ» ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΑΝΔΡΕΑΣ ΠΕΤΡΟΧΕΙΛΟΣ

Δόξα… Ἦχος δ’

Ἀνδρέου Ἱεροσολυμίτου

Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι’ αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι’ αὐτοῦ πᾶσι τὰ ἰάματα.

«ΝΑΜΑΤΑ ΙΟΡΔΑΝΕΙΑ» ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ ΗΧΟΣ ΠΛ. Β΄ ΧΑΡΙΛΑΟΣ ΤΑΛΙΑΔΩΡΟΣ

Δόξα… Ἦχος πλ. β’ Ἀνατολίου

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.