ΔΟΜΕΣΤΙΚΟΙ ΔΡΑΜΑΣ

«ΚΑΝΟΝΑΣ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ»ΗΧΟΣ Δ΄ ΔΟΜΕΣΤΙΚΟΙ ΔΡΑΜΑΣ

Advertisements

«ΤΟΝ ΕΝ ΑΣΘΕΝΙΚΩ ΣΩΜΑΤΙ» ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ (4 ΝΟΕΜΒΡΙΟΥ) ΔΟΜΕΣΤΙΚΟΙ ΔΡΑΜΑΣ

Τὸν ἐν ἀσθενικῷ σώµατι κρύπτοντα ὑγιεστάτην καρδίαν, καὶ µνήµην διηνεκῆ ἔχοντα θανάτου, Γεώργιον, τοὐπίκλην Καρσλίδην, τὸν ἀοίδιµον, µελισταγέσιν εὐφηµήσωµεν ᾄσµασιν· οὖτος γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβὼν ἐπωµάδιον ἀγογγύστως διήνυσε τῆς ἀσκήσεως τὸ στάδιον καὶ Μονὴν τῇ Αὐτοῦ Ἀναλήψει ἐν ∆ράµα ἐδόµησεν· ἣν ἐργαστήριον εὐχῆς καὶ ὁσιότητος ἀνέδειξεν· ἐν αὐτῇ καὶ τὸν ἀγῶνα καλῶς τελέσας […]

«ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ ΡΕΙΘΡΟΝ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ ΗΧΟΣ Α΄ΧΟΡΟΣ ΔΟΜΕΣΤΙΚΟΙ ΔΡΑΜΑΣ

Θείας χάριτος ῥειθρον, θεοφόρον Γεώργιον, * καὶ κρουνὸν θαυµάτων παντοίων εὐφηµήσωµεν κράζοντες· * δοµῆτορ Ἀναλήψεως Μονῆς * καὶ ∆ράµας ἀντιλήπτορ καὶ φρουρέ, * µὴ ἐλλίπῃς ἱκετεύων * τὸν µεγαλύναντά σε, πάτερ Ὅσιε. * ∆όξα τῷ σὲ δοξάσαντι Χριστῷ, * δόξα τῷ σὲ ἁγιάσαντι, * δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.