Αρχείο κατηγορίας ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ

«Μήτηρ μὲν ἐγνώσθης» ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ ΤΟΥ ΒΑΡΕΩΣ ΗΧΟΥ ΥΠΟ ΜΑΓΟΥΡΗ ΔΗΜΗΤΡΙΟΥ ΧΟΡΟΣ ΓΡΗΓΟΡΙΟΥ ΝΤΑΡΑΒΑΝΟΓΛΟΥ

 

Θεοτοκίον – 
Ἦχος βαρὺς 
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν,
καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται·
παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως·
ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις.
Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου» ΗΧΟΣ Β΄ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ

 

Παρλθεν σκιτονμου, τς χριτος λθοσης· ς γρ βάτος οκ καετο καταφλεγομνη, οτω παρθνος τεκες, καπαρθνος μεινας, ἀντστλου πυρς, δικαιοσνηςντειλεν λιος, ἀντΜωϋσως Χριστς, ἡ σωτηρα τν ψυχν μν.

«ΕΝ ΤΗ ΕΡΥΘΡΑ ΘΑΛΑΣΣΗ» ΧΟΡΩΔΙΑ ΑΡΤΑΣ ΗΧΟΣ ΠΛ.Α΄

ΤΟ ΔΟΓΜΑΤΙΚΟΝ ΘΕΟΤΟΚΙΟΝ ΤΟΥ ΠΛ. Α΄ΨΑΛΛΕΙ Η ΧΟΡΩΔΙΑ ΑΡΤΑΣ

ν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος΄ τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος΄ ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

» ΕΩΘΙΝΟΝ Γ΄» «ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ ΜΑΡΙΑΣ» ΣΥΡΚΑΣ ΓΕΩΡΓΙΟΣ

 

ΕΩΘΙΝΟΝ Γ’ Ἦχος γ’

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι’ αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

«ΠΩΣ ΜΗ ΘΑΥΜΑΣΩΜΕΝ» ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

ΤΟ ΔΟΓΜΑΤΙΚΟ ΘΕΟΤΟΚΙΟΝ ΤΟΥ Γ΄ΗΧΟΥ ΨΑΛΛΕΙ Ο ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ:

«Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ’ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε».