Αρχείο κατηγορίας ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ’
«Μετὰ τὸ τεχθῆναί σε»Ἦχος πλ. δ’ ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ/ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ
Ἦχος πλ. δ’
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
«Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑ..ΕΣΠΕΡΙΩΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ/ ΓΕΩΡΓΙΟΣ ΦΕΡΕΝΤΙΝΟΣ
Δοξαστικὸν
Ἦχος πλ. β’
Βυζαντίου
Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε· Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.
«Ἔφθασε καιρός»ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ/ ΠΑΪΚΟΠΟΥΛΟΣ/ΤΑΛΙΑΔΩΡΟΣ/ΚΑΡΑΜΠΑΣΗΣ/ΣΤΑΝΙΤΣΑΣ/ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ
Δόξα…Ἦχος πλ. β’
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι’ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι’ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
«ΛΕΙΤΟΥΡΓΙΚΑ» ΗΧΟΥ ΠΛ. Δ΄ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΠΡΙΓΓΟΥ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ
«ΣΗΜΕΡΟΝ ΤΗΣ ΕΥΔΟΚΙΑΣ» ΗΧΟΣ Δ’ ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Γ. ΚΑΚΟΥΛΙΔΗΣ/Δ. ΠΑΪΚΟΠΟΥΛΟΣ
«ΥΜΝΟΙ ΚΥΡΙΑΚΗΣ Β ΄ΛΟΥΚΑ» ΗΧΟΣ ΠΛ. Δ΄ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ
«Ο ΠΟΙΩΝ ΤΟΥΣ ΑΓΓΕΛΟΥΣ» ΗΧΟΣ Α΄ ΚΟΙΝΩΝΙΚΟΝ ΑΓΙΩΝ ΑΓΓΕΛΩΝ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ
» ΤΗΝ ΣΗΜΕΡΟΝ ΜΥΣΤΙΚΩΣ» ΗΧΟΣ ΠΛ. Β’ ΧΟΡΩΔΙΑ ΔΗΜ ΠΑΪΚΟΠΟΥΛΟΥ
«Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί» ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΑΠΟΣΤΟΛΟΥ ΜΑΤΘΑΙΟΥ ΗΧΟΣ ΠΛ. Δ΄ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ