Αρχείο κατηγορίας ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΊΚΟΠΟΥΛΟΣ

«Σήμερον τῷ Ναῷ προσάγεται»Ἦχος β’ ΔΗΜΟΣΘΕΝΗΣ ΠΑΪΚΟΠΟΥΛΟΣ / ΧΡΥΣΑΝΘΟΣ ΘΕΟΔΟΣΟΠΟΥΛΟΣ

Ἦχος β’ 
Λέοντος Μαΐστορος 
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη

¨»Τὸν λόγχαις κληρωσάμενον» ΗΧΟΣ Δ΄ΔΟΞΑ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ /ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ

Ἦχος δ’ 
Ἀνδρέου Ἱεροσολυμίτου 
Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι’ αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι’ αὐτοῦ πᾶσι τὰ ἰάματα.

«ΤΙΣ ΛΑΛΗΣΕΙ ΤΑΣ ΔΥΝΑΣΤΕΙΑΣ ΣΟΥ » ΗΧΟΣ ΠΛ. Δ΄Δ. ΚΑΡΑΜΠΑΣΗΣ/Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ΦΩΤΙΟΣ ΚΕΤΣΕΤΖΗΣ

«Ὢ πόσων ἀγαθῶν» ΗΧΟΣ Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΜΑΤΘ. ΤΣΑΜΚΙΡΑΝΗΣ

Ἦχος β’ 
Ὢ πόσων ἀγαθῶν, ὁ ἄθλιος ἐμαυτὸν ἐστέρησα! ὢ ποίας βασιλείας ἐξέπεσα ὁ ταλαίπωρος ἐγώ! τὸν πλοῦτον ἠνάλωσα, ὅν περ ἔλαβον, τὴν ἐντολὴν παρέβην. Οἴμοι τάλαινα ψυχὴ! τῷ πυρὶ τῷ αἰωνίῳ λοιπὸν καταδικάζεσαι· διὸ πρὸ τέλους βόησον Χριστῷ τῷ Θεῷ. Ὡς τὸν Ἄσωτον δέξαι με υἱόν, ὁ Θεός, καὶ ἐλέησόν με.

«Ἀξίως τοῦ ὀνόματος» ΗΧΟΣ ΠΛ. Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ

Δοξαστικὸν
Ἦχος πλ. β’
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

«ΔΕΥΤΕ ΑΠΑΝΤΑ ΤΑ ΕΘΝΗ» ΗΧΟΣ Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΠΑΓΚΟΣΜΙΟΥ ΗΜΕΡΑΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΔΗΜ. ΠΑΪΚΟΠΟΥΛΟΣ