Αρχείο κατηγορίας ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

» ΙΔΙΟΜΕΛΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ» ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ/ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

http://glt.goarch.org/texts/PeΙΔΙn/p07.html

Ἦχος β’ 
Μετὰ τὴν Ἐγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.
Ἦχος β’ 
Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.
Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’ 
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ’ αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

«Ο ΝΑΟΣ ΣΟΥ ΘΕΟΤΟΚΕ» ΗΧΟΣ Α΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον   Ήχος α’.

Ο ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα· ᾧ προσερχόμενοι πιστῶς, ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καί ζωὴν τὴν αἰώνιον· πρεσβεύεις γάρ σύ, τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

 

«Τοῖς ἐν σκότει ἁμαρτημάτων»ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ Β΄ΝΗΣΤΕΙΩΝ Γ. ΚΑΚΟΥΛΙΔΗΣ/ Δ. ΚΑΡΑΜΠΑΣΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ


Ἦχος πλ. β’
Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι· Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Συνέχεια ανάγνωσης «Τοῖς ἐν σκότει ἁμαρτημάτων»ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ Β΄ΝΗΣΤΕΙΩΝ Γ. ΚΑΚΟΥΛΙΔΗΣ/ Δ. ΚΑΡΑΜΠΑΣΗΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

«Ἔργοις λάμψαντες Ὀρθοδοξίας» ΗΧΟΣ Γ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον  Ἦχος γ’  Θείας πίστεως 
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.

«Ἱερέων ποδήρει κατακοσμούμενος» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΗΧΟΣ ΠΛ. Α΄ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

 

Ἀπολυτίκιον 
Ἦχος πλ. α’ 
Τὸν συνάναρχον 
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

«Τῆς Συνόδου τῆς πρώτης» ΗΧΟΣ Α΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον 
Ἦχος α’ 
Τοῦ λίθου σφραγισθέντος 
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

«Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΗΧΟΣ Α΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος α’
Τῆς ἐρήμου πολίτης 

Σηλυβρίας τον γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πάσιν ἰάματα.

«ΑΠΟΛΥΤΙΚΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ» ΗΧΟΣ ΠΛ. Δ΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον 
Ἦχος πλ. δ’ 
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

«Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΗΧΟΣ Β΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον 
Ἦχος β’ 
Ἀπόστολε, Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

«Ὡς κρήνη ἀκένωτος» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΣΥΝΑΞΕΩΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΣ ΗΧΟΣ Δ΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς κρήνη ἀκένωτος, τῶν παρὰ σοῖ ἀγαθῶν, Εἰκών σου ἡ πάνσεπτος, τοὶς Κυθηρίοις Ἁγνή, ἐδόθη κραυγάζουσι, χαῖρε ἡ προστασία, πάντων τῶν δεομένων χαῖρε ἡ σωτηρία, τῶν τιμώντων σὲ πόθω, χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύουσα.

«Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής» ΗΧΟΣ Δ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον
Ἦχος δ’
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.