Αρχείο κατηγορίας ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ

«Μυσταγωγῶν σου Κύριε» Ἦχος πλ. α’ ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ GERASIMOS PREVEZIANOS «ΕΙΣ ΜΝΗΜΟΣΥΝΟΝ»

Καὶ νῦν…
Ἦχος πλ. α’
Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ’ ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.

«ΜΥΣΤΑΓΩΓΩΝ ΣΟΥ ΚΥΡΙΕ» Ἦχος πλ. α’  ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ

Καὶ νῦν…
Ἦχος πλ. α’
Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ’ ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.

«ΑΠΟΣΤΟΛΟΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΑΓΙΩΝ ΘΕΟΦΑΝΕΙΩΝ» ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:11-14, 3:4-7
Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου.

«Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

Δοξαστικὸν, Τῶν Πατέρων 
Ἦχος πλ. δ’ 
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.

Συνέχεια ανάγνωσης «Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος» Ἦχος πλ. δ’ ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΦΩΤΗΣ ΓΙΑΝΝΑΚΑΚΗΣ / ΘΡ. ΣΤΑΝΙΤΣΑΣ/ ΛΕΩΝΙΔΑΣ ΑΣΤΕΡΗΣ

«ΣΤΟΥ ΒΟΣΠΟΡΟΥ Τ’ΑΓΙΟΝΕΡΙΑ» ΠΟΙΗΜΑ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΥ ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ/ΧΟΡΩΔΙΑ ΑΓΡΙΝΙΟΥ

Στου Βοσπόρου τ’ αγιονέρια,
κάτω απ’ την Αγιά Σοφιά
μια γερόντισσα στενάζει
μπρος στην Παναγιά
Σώπα μάνα μ’
πες μας για τη συμφορά

Στου Βοσπόρου τ’ αγιονέρια,
κάτω απ’ την Αγιά Σοφιά
ήρθε ένα Σμυρνιό καράβι
μαύρα τα πανιά
Σώπα μάνα μ’
πες μας για τη συμφορά

Κάψανε τη Σμύρνη,
πήραν τ’ Αϊβαλί
κλαίει όλη η Μικρά Ασία
την καταστροφή
Σώπα μάνα μ’ κάνε λίγη υπομονή,
Σώπα τζάνε μ’ κάνε λίγη υπομονή

Αχ Ανατολή, γη της Ιωνίας, γη Ελληνική
θα `ρθουν πάλι στους αιώνες
του Αλεξάνδρου οι Μακεδόνες
Σώπα μάνα μ’ κάνε πάλι υπομονή

«ΒΑΣΙΛΕΥ ΟΥΡΑΝΙΕ» ΗΧΟΣ ΠΛ. Β΄ΓΕΡΑΣΙΜΟΣ ΠΡΕΒΕΖΙΑΝΟΣ /ΜΑΪΣΤΟΡΕΣ ΤΗΣ ΨΑΛΤΙΚΗΣ

Ἦχος πλ. β’
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

 

«Δεῦτε ἐργασώμεθα» ΗΧΟΣ Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ/ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ

Δόξα…Ἦχος α’
Ἰδιόμελον
Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ’ ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

Συνέχεια ανάγνωσης «Δεῦτε ἐργασώμεθα» ΗΧΟΣ Α΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ Δ΄ΝΗΣΤΕΙΩΝ ΧΑΡ. ΤΑΛΙΑΔΩΡΟΣ/ ΓΕΡ. ΠΡΕΒΕΖΙΑΝΟΣ/ ΘΡ. ΣΤΑΝΙΤΣΑΣ