Αρχείο κατηγορίας ΓΑΛΑΝΗΣ ΔΗΜΗΤΡΙΟΣ

«Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας» ΔΟΞΑ..ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ ΔΗΜ. ΓΑΛΑΝΗΣ

Δόξα… Ἦχος πλ. β’ 
Ἰδιόμελον 
Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι’ αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

«Ἀθλητικὴν ὁδεύσασα ὁδόν» Ἦχος πλ. β’ ΔΗΜΗΤΡΙΟΣ ΓΑΛΑΝΗΣ

Δοξαστικὸν 
Ἦχος πλ. β’ 
Ἰωάννου Μοναχοῦ 
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

«ΜΕΤΑ ΜΥΡΩΝ ΠΡΟΣΕΛΘΟΥΣΑΙΣ» ΗΧΟΣ Β’ ΕΩΘΙΝΟΝ Β΄ Λ. ΑΣΤΕΡΗΣ-Δ.ΓΑΛΑΝΗΣ/ Π. ΝΕΟΧΩΡΙΤΗΣ/ Μ. ΤΣΑΜΚΙΡΑΝΗΣ