Αρχείο κατηγορίας ΒΥΖΑΝΤΙΝΟΣ ΧΟΡΟΣ ΤΡΟΠΟΣ

«Οὐκ ἔδει σε Χρυσόστομε» ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Δοξαστικὸν
Ἦχος δ’
Κοσμᾶ
Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον, ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων· τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

«ΘΕΙΟΝ ΟΡΓΑΝΟΝ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ¨ ΗΧΟΣ Γ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΧΟΡΟΣ ΤΡΟΠΟΣ

Ἦχος γ’. Θείας πίστεως.
Θεῖον ὄργανον, τῆς Ἐκκλησίας, λύρα εὔσωμος, τῆς εὐσεβείας, ἀνεδείχθης Ἰωάννη πανεύφημε ὅθεν πυρσεύεις τοῦ κόσμου τὰ πέρατα, ταὶς τῶν σοφῶν σου δογμάτων ἑλλάμψεσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.