Αρχείο κατηγορίας ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ
«ΙΔΙΟΜΕΛΑ ΑΙΝΩΝ» ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΠΟΚΡΕΩ ΗΧΟΣ ΠΛ. Β΄ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
Ἰδιόμελα, Τριῳδίου
Ἦχος πλ. β’
Ἐννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι· τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικία μία πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον.
Ἦχος πλ. β’
Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται, Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην, καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα; ὢ ποία ὥρα τότε! Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος.
«ΥΜΝΟΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ» ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«ΑΠΟΣΤΟΛΟΣ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΑΝΤΩΝ» ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΚΛΗΣ
Προκείμενον ἦχος πλ.δ’
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀδελφοί, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς͵ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων͵ ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν͵ δι΄ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα͵ ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
«Τοῖς συλλαβοῦσί σε παρανόμοις» Φ. Κετσετζής «Ιδιόμελα Τρίτης Ώρας» – Χαράλαμπος Τζινευράκης /- «Δεῦτε χριστοφόροι λαοὶ » Α. Βουγιουκλής /»Σήμερον κρεμᾶται ἐπὶ ξύλου» Π. Γαϊτάνος
«ΣΗΜΕΡΟΝ ΤΟ ΚΑΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ» «Ο ΤΡΟΠΟΣ ΣΟΥ ΔΟΛΙΟΤΗΤΟΣ»..»ΜΗΔΕΙΣ Ω ΠΙΣΤΟΙ» ΗΧΟΣ ΠΛ. Δ΄ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«ΤΟΥ ΚΡΥΨΑΝΤΟΣ ΤΟ ΤΑΛΑΝΤΟΝ» ΗΧΟΣ Δ΄ ΔΟΞΑ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΜΕΓΑΛΗΣ ΤΡΙΤΗΣ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«ΘΕΟΤΟΚΕ Η ΕΛΠΙΣ… ΕΝ ΝΟΜΩ…. » ΕΙΡΜΟΣ Θ΄ΩΔΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«ΩΣ ΕΜΨΥΧΩ ΘΕΟΥ ΚΙΒΩΤΟΣ» ΕΙΡΜΟΣ Θ΄ΩΔΗΣ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«ΑΙΝΟΙ ΤΟΥ ΠΛ. Α΄» ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ ΧΟΡΩΔΙΑ ΧΑΛΑΝΔΡΙΟΥ
«ΤΗ ΑΘΑΝΑΤΩ ΣΟΥ ΚΟΙΜΗΣΕΙ» ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ ΗΧΟΣ ΠΛ. Β΄
«Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ» ΒΑΒΑΙ» «ΤΗΝ ΣΗΝ»ΗΧΟΣ Α΄ ΕΣΠΕΡΙΑ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ
«ΟΝ ΕΚΗΡΥΞΕΝ ΑΜΝΟΝ ΗΣΑΙΑΣ» ΗΧΟΣ Β΄ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΟΡΘΡΟΥ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
ΤΗ ΑΘΑΝΑΤΩ ΣΟΥ ΚΟΙΜΗΣΕΙ ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
ΟΤΕ ΕΞΕΔΗΜΗΣΑΣ ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε» ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ
«Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ» ΒΑΒΑΙ» «ΤΗΝ ΣΗΝ» ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ ΗΧΟΣ Α΄ ΣΤΙΧΗΡΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
«Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ» ΗΧΟΣ ΠΛ. Β΄ ΑΠΟΣΤΙΧΟ ΚΑΤΑΝΥΚΤΙΚΟΥ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗ Δ΄ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ
Ἰδιόμελον Ποίημα Στεφάνου
Ἦχος πλ. β’
Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ’ ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.
«ΟΤΕ ΕΞΕΔΗΜΗΣΑΣ» ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ ΗΧΟΣ Δ΄ ΔΟΞΑΣΤΙΚΟ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Δόξα… Καὶ νῦν… Ἦχος δ’
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
«Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ» ΒΑΒΑΙ» «ΤΗΝ ΣΗΝ» ΒΟΥΓΙΟΥΚΛΗΣ ΑΘΑΝΑΣΙΟΣ ΗΧΟΣ Α΄
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.