Ἦχος δ’
Ἀνδρέου Ἱεροσολυμίτου
Σήμερον χαρᾶς Εὐαγγέλια, παρθενικὴ πανήγυρις, τὰ κάτω τοῖς ἄνω συνάπτεται, ὁ Ἀδὰμ καινουργεῖται, ἡ Εὔα τῆς πρώτης λύπης ἐλευθεροῦται, καὶ ἡ σκηνὴ τῆς καθ’ ἡμᾶς οὐσίας τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν. Ὦ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος, Ἄγγελος λειτουργεῖ τῷ θαύματι, παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται, Πνεῦμα Ἅγιον καταπέμπεται, Πατὴρ ἄνωθεν εὐδοκεῖ, καὶ τὸ συνάλλαγμα, κατὰ κοινὴν πραγματεύεται βούλησιν, ἐν ᾧ, καὶ δι’ οὗ σωθέντες, συνῳδὰ τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ἐξ ἧς ἡ σωτηρία, Χριστὸς ὁ Θεός ἡμῶν, τὴν καθ’ ἡμᾶς προσλαβόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν
Ἦχος δ’
Κοσμᾶ
Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βασιλίδα κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις· ὅθεν θεόθεν ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σε ἐπανήγαγεν ἐν τοῖς βασιλείοις· εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδοῦσά σε, ἀνθομολογουμένη καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον, ἀποδόντα μοι τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων· τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτοῦμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
«ΤΗΝ ΧΕΙΡΑ ΣΟΥ ΤΗΝ ΑΨΑΜΕΝΗΝ»
«ΤΟΝ ΦΩΤΙΣΜΟΝ ΗΜΩΝ», «ΤΑ ΙΟΡΔΑΝΕΙΑ ΡΕΙΘΡΑ»
«Ο ΑΝΑΒΑΛΛΟΜΕΝΟΣ ΦΩΣ ΩΣ ΙΜΑΤΙΟΝ»
«ΕΠΙΦΑΝΕΝΤΟΣ ΣΟΥ»
«ΙΟΡΔΑΝΗ ΠΟΤΑΜΕ»
Θ΄ΩΔΗ ΤΩΝ ΔΥΟ ΚΑΝΟΝΩΝ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ ΜΕΤΑ ΤΩΝ ΜΕΓΑΛΥΝΑΡΙΩΝ
«ΦΩΣ ΕΚ ΦΩΤΟΣ», «ΤΟ ΑΛΗΘΙΝΟ ΦΩΣ»
«ΦΩΝΗ ΚΥΡΙΟΥ ΕΠΙ ΤΩΝ ΥΔΑΤΩΝ»
«ΑΝΥΜΝΗΣΩΜΕΝ ΟΙ ΠΙΣΤΟΙ»
«ΕΝ ΙΟΡΔΑΝΗ ΒΑΠΤΙΖΟΜΕΝΟΥ ΣΟΥ»
VIDEO
Δόξα… Ἦχος πλ. α’
Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.
Δόξα… Ἦχος πλ. β’ Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· Ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε
Πλοήγηση δημοσιεύσεων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.