6 ΟΚΤΩΒΡΙΟΥ 2019
+ΚΥΡΙΑΚΗ Γ΄ ΄ΛΟΥΚΑ
+Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ.
῏Ηχος βαρύς – ῾Εωθινόν Ε´.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Γ΄ΛΟΥΚΑ (2019)
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ Γ΄ΛΟΥΚΑ (2019)
25 ΑΠΡΙΛΙΟΥ 2015
Σάββατον.
«᾿Απόδοσις τῆς ἑορτῆς τοῦ Θωμᾶ»
+Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.
Συνέχεια ανάγνωσης Θαυμαστή διήγηση απο τις περιοδείες του Απόστολου Θωμά στις Ινδίες!!
27 ΑΠΡΙΛΙΟΥ 2014
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)
Τὰἐγκαίνια τῆς τοῦ ΧριστοῦἈναστάσεως
καὶἡ ψηλάφησις τοῦἁγίου ἀποστόλου Θωμᾶ, Συμεὼν ἱερομάρτυρος, συγγενοῦς τοῦ Κυρίου.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΘΩΜΑ) 2014
Ο ΑΓΙΟΣ ΘΩΜΑΣ, ο Απόστολος.
Η ΑΓΙΑ ΕΡΩΤΗΪΣ
Ο ΟΣΙΟΣ ΚΕΝΔΕΑΣ
Ο ΑΓΙΟΣ ΜΑΚΑΡΙΟΣ ο νέος οσιομάρτυρας από την Κίο της Βιθυνίας.
ΟΙ ΑΓΙΟΙ ΙΛΑΡΙΩΝ ο Νέος, ΙΩΑΝΝΗΣ, ΙΩΣΗΦ «εις τον Λυθροδώνταν», ΚΑΛΑΝΤΙΟΣ εν Ταμασία, ΚΑΣΣΙΑΝΟΣ ο της Γλυφάς, ΚΑΣΣΙΑΝΟΣ ο της Αξύλου, οι εξ’ Αλαμανών, εν Κύπρω.
Αναλυτικά
6 ΟΚΤΩΒΡΙΟΥ 2013
† ΚΥΡΙΑΚΗ ΙΕ΄ (Γ΄ ΛΟΥΚΑ).
† Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου
ἐκ τῶν ιβ΄. ᾿Ερωτηίδος μάρτυρος
῏Ηχος πλ. β΄, ἑωθινὸν δ΄.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Γ΄ΛΟΥΚΑ ΚΑΙ ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ
6 ΟΚΤΩΒΡΙΟΥ 2013
† ΚΥΡΙΑΚΗ ΙΕ΄ (Γ΄ ΛΟΥΚΑ).
† Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ΄. ᾿Ερωτηίδος μάρτυρος
῏Ηχος πλ. β΄, ἑωθινὸν δ΄.
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (05/10/13)
Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ Γ΄ΛΟΥΚΑ ΚΑΙ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ
Ἦχος β’
Μετὰ τὴν Ἐγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.
Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.
Ἦχος α’
Ποίημα Ἰωάννου Μοναχοῦ
Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.
Δόξα… Καὶ νῦν… Ἦχος πλ. α’
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Δόξα… Καὶ νῦν… Ἦχος πλ. α’
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Ἀπολυτίκιον Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δοξα… Καὶ νῦν… Ἦχος πλ. β’‘
Μεθ’ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ’ αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.
12 ΜΑΪΟΥ 2013
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)
«Τὰ ἐγκαίνια τῆς (καθ᾿ ἑβδομάδα ἀνακυκλουμένης) ἑορτῆς τῆς τοῦ Χριστοῦ ἀναστάσεως καὶ ἡ τοῦ ἀποστόλου Θωμᾶ σωτήριος ὁμολογία». ᾿Επιφανίου ἐπισκόπου Κωνσταντίας Κύπρου (†403), Γερμανοῦ Κωνσταντινουπόλεως († 11 Μαΐου 740). Θεοδώρου ὁσίου τοῦ ἐν Κυθήροις.
῾Εωθινὸν α΄.
Συνέχεια ανάγνωσης ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ)
12 ΜΑΪΟΥ 2013
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)
«Τὰ ἐγκαίνια τῆς (καθ᾿ ἑβδομάδα ἀνακυκλουμένης) ἑορτῆς τῆς τοῦ Χριστοῦ ἀναστάσεως καὶ ἡ τοῦ ἀποστόλου Θωμᾶ σωτήριος ὁμολογία». ᾿Επιφανίου ἐπισκόπου Κωνσταντίας Κύπρου (†403), Γερμανοῦ Κωνσταντινουπόλεως († 11 Μαΐου 740). Θεοδώρου ὁσίου τοῦ ἐν Κυθήροις.
῾Εωθινὸν α΄.
Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/05/13)
Συνέχεια ανάγνωσης ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ)