Αρχείο κατηγορίας ΑΠΟΛΥΤΙΚΙΟΝ

Όσιος Στυλιανός ο Παφλαγόνας (26 ΝΟΕΜΒΡΙΟΥ)

Όσιος Στυλιανός ο Παφλαγόνας

Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

Βιογραφία

Συνέχεια ανάγνωσης Όσιος Στυλιανός ο Παφλαγόνας (26 ΝΟΕΜΒΡΙΟΥ)

Advertisements

«Λιβισίου τόν γόνον»Ἀπολυτίκιον. Ἦχος α΄ΕΟΡΤΗ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Λιβισίου τόν γόνον, καί Εὐβοίας τό καύχημα, ἐν ἐσχάτοις χρόνοις φανέντα, μοναστῶν φίλον γνήσιον, Ἰάκωβον τιμήσωμεν πιστοί,τόν νέον ἡσυχίας ἐραστήν, τὸν παρέχοντα ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, Δόξα τῷ σὲ θαυμαστώσαντι, Δόξα τόν ἐν ἐσχάτοις χρόνοις καί καιροίς σὲ ἁγιάσαντι.

«Σήμερον τῆς εὐδοκίας»Ἦχος δ’ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Ἦχος δ’
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

«ΕΝ ΤΗ ΓΕΝΝΗΣΕΙ» ΗΧΟΣ Α΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΑΛ. ΦΩΤΑΚΟΠΟΥΛΟΣ/ Φ. ΚΕΤΣΕΤΖΗΣ – Γ. ΣΙΑΠΕΡΟΠΟΥΛΟΣ/ΧΟΡΟΣ ΠΑΝΑΓΙΑΣ ΕΒΡΟΥ

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α’
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

«Ἀνελήφθης ἐν δόξῃ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ ΗΧΟΣ Δ΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

 

Ἀπολυτίκιον 
Ἦχος δ’ 
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.