Αρχείο κατηγορίας ΑΠΟΛΥΤΙΚΙΑ

Ἀπολυτίκιον  Ἁγίου Μηνᾶ

Ἀπολυτίκιον  
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τρισάριθμον σύνθημα, των αθλοφόρων Χριστού, υμνήσωμεν άσμασι, χαριστηρίοις πιστοί, Μηνάν τον αοίδιμον, Βίκτωρα τον γενναίον, και Βικέντιον θείον, πλάνην την των ειδώλων, καταργήσαντας πίστει. Αυτών ταις ικεσίαις, Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.

Απολυτίκιο Αγ.Γεωργίου Καρσλίδη-Γρ.&Π.Παπαεμμανουήλ

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Θείας χάριτος ῥεῖθρον θεοφόρον Γεώργιον, καὶ κρουνὸν θαυμάτων παντοίων εὐφημήσωμεν κράζοντες· δομῆτορ Ἀναλήψεως Μονῆς, καὶ Δράμας ἀντιλήπτορ καὶ φρουρέ, μὴ ἐλλίπῃς ἱκετεύων, τὸν μεγαλύναντά σε πάτερ Ὅσιε· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ νεαυγῶν σε ἀσκητῶν πυξίον δείξαντι.

«Μετεμορφώθης ἐν τῷ ὄρει» Ἦχος βαρὺς  ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

«Ὡς στῦλος ἀκλόνητος»Ἦχος δ’ ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΧΑΡΑΛΑΜΠΟΥΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον
Ἦχος δ’ 
Ταχὺ προκατάλαβε
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.

«Ἡ τοῦ στόματός σου καθάπερ» Ἀπολυτίκιον  Ἦχος πλ. δ’ 

Ἀπολυτίκιον
Ἦχος πλ. δ’ 
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Ὁ ἔνσαρκος ἄγγελος» ΗΧΟΣ Δ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ’
Ταχὺ προκατάλαβε 
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

«Ο ΝΑΟΣ ΣΟΥ ΘΕΟΤΟΚΕ» ΗΧΟΣ Α΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον   Ήχος α’.

Ο ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα· ᾧ προσερχόμενοι πιστῶς, ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καί ζωὴν τὴν αἰώνιον· πρεσβεύεις γάρ σύ, τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

 

«ΣΗΜΕΡΟΝ ΤΗΣ ΣΩΤΗΡΙΑΣ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΗΧΟΣ Δ΄

 

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ  σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

«Ἔργοις λάμψαντες Ὀρθοδοξίας» ΗΧΟΣ Γ΄ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΑΓΙΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον  Ἦχος γ’  Θείας πίστεως 
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.