Αρχείο κατηγορίας ΑΓΙΟΣ ΑΓΑΠΙΟΣ ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ 11 ΙΑΝΟΥΑΡΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ Τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΑΓΑΠΙΟΥ τοῦ Ἀρχιμανδρίτου. Μνήμη ΙΑ΄ ΙΑΝΟΥΑΡΙΟΥ Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου.

 

 

 

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε Ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.

 

Ἦχος δ΄. Ὡς Γενναΐον ἐν Μάρτυσι.

 

Φερώνυμως ἠγάπησας, τὸν Σωτῆρα Ἀγάπιε, καὶ αὐτοῦ τοῖς ἴχνεσι ἠκολούθησας, Ἀσκητικοῖς ἀγωνίσμασι, τὸν νοῦν καθηράμενος, καὶ δοχεῖον καθαρόν, γεγονὼς Θείου Πνεύματος· Διὰ τοῦτό σε, ὁ Χριστὸς τῆς ἀλήκτου βασιλείας, μέτοχον Πάτερ δεικνύει καὶ τῶν Ἄγγέλων συνόμιλον.

 

 

 

Ἐγκρατείᾳ διέλαμψας καί ζωῆς καθαρότητι, καὶ ἠθῶν σεμνότητι ἀξιάγαστε· ὅλον τὸν νοῦν γὰρ ἐπτέρωσας, πρὸς μόνα τὰ μένοντα καὶ παρεῖδες τῶν φθαρτῶν, πᾶσαν σχέσιν Ἀγάπιε, θείῳ ἔρωτι· ὅθεν χάριτος θείας ἠξιώθης καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

 

 

 

Θείῳ λόγῳ τρεφόμενος, καὶ τῷ νόμῳ τῆς χάριτος, Ὅσιε Ἀγάπιε ῥυθμιζόμενος· τύπος καλῶν ὤφθης πράξεων, καὶ πλήρης ἐλλάμψεως, οὐρανίου ἀληθῶς καὶ σοφῶς καθωδήγησας, πρὸς τὰ κρείττονα, Μοναστῶν τὰς χορείας ὧν ἡγήσω, ὡς Θεοῦ θεῖος θεράπων καὶ ὁδηγὸς ἐνθεώτατος.

 

  Συνέχεια ανάγνωσης ΑΚΟΛΟΥΘΙΑ Τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΑΓΑΠΙΟΥ τοῦ Ἀρχιμανδρίτου. Μνήμη ΙΑ΄ ΙΑΝΟΥΑΡΙΟΥ Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου.

Advertisements