26 ΙΟΥΛΙΟΥ 2020
ΚΥΡΙΑΚΗ Ζ’ ΜΑΤΘΑΙΟΥ
+Μν ή μη τ ῶ ν Ἁ γ ί ων Ἱ ερομαρτ ύ ρων Ἑ ρμολ ά ου, Ἑ ρμ ί ππου κα ὶ Ἑ ρμοκρ ά τους
κα ὶ μν ή μη τ ῆ ς Ἁ γ ί ας Ὁ σιομ ά ρτυρος το ῦ Χριστο ῦ Παρασκευ ῆ ς.
῏ Ηχος πλ . β´ – ῾ Εωθιν ό ν Ζ ´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος πλ.β’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος πλ. β´ .
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί… Τῆς Ἁγίας
Ἦχος α’
Τ ὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ οῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, δι ὰ το ῦ τ ό κου σου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. β´ .
Τ οῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Κ ύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
ὁ α’ χορός
Δόξα Πατρί…
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Θ εοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὰ Εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ Θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γητα ί σου…
Ἡ Ὑπακοὴ. Ἦχος πλ. β´
Τ ῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ΑΝΑΒΑΘΜΟΙ
Ἦχος πλ. β´
Ἀντίφωνον Α ’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β ’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;.
ὁ β’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…
ὁ β’ χορός
… σ ὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
ὁ α’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ β’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …
ὁ β’ χορός
… κ αὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ζ’ (Ἰωάν. 20,1-10)
Τ ῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρ ὸ ς ἑ αυτο ὺ ς ο ἱ μαθητα ί .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α´ .
Ἦχος πλ. β´ .Ὁ Εἱρμός.
Ὡ ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
ὁ β’ Χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐ κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ όβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾽ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
Ὁ Καν ὼ ν τ ῆ ς Ἁ γ ί ας , ο ὗ ἡ Ἀ κροστιχ ί ς ( ἄ νευ τ ῶ ν Θεοτοκ ί ων).
Ὕ μνοις γεραίρω τὴν πανεύφημον Κόρην.
Θεοφ ά νους.
ᾠ δ ὴ α’ Ἦ χος δ’
ὁ α’ χορός
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θαλ ά σσης, τ ὸ ἐ ρυθρα ῖ ον
Ὑ μνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.
ὁ β’ χορὸς
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ αρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ν ομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἃπαν λέλυται.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.
ὁ α’ χορός
ᾨδὴ γ´ .
Ἦχος πλ. β´ .Ὁ Εἱρμός.
Ο ὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ εὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ ανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ οῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Ὁ Καν ὼ ν τ ῆ ς Ἁ γ ί ας
ὁ α’ χορός
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ε ὐ φρα ί νεται ἐ π ὶ σο ὶ
Ἐ νεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.
ὁ β’ χορὸς
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ ωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἀ γάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Σ ὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοι τὸ Χα ῖ ρε κραυγ ά ζομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
ὁ β’ χορός
Τ ῆ ς Ἁ γ ί ας
Ἐ κ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στεῤῥῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας, ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὡ ς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι, Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.
ᾠδὴ δ’
Ὁ Εἱρμὸς
Χ ριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ ὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡ ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.
Ὁ Καν ὼ ν τ ῆ ς Ἁ γ ί ας
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ παρθ έ ντα σ ε ἰ δο ῦ σα
Ἰ αμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ υτίδα ὄντως καὶ σπῖλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ’ ὧν ἀνεκραύγαζες, Δόξα τῇ δυνάμει σου Κύριε.
Δ ό ξα Πατρί…
Ὡ ς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας, τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναικείῳ σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἀ πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾠδὴ ε’
Ὁ Εἱρμὸς
Τ ῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑ ποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι’ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ οὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.
Ὁ Καν ὼ ν τ ῆ ς Ἁ γ ί ας
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ ὺ Κ ύ ριε μου φ ῶ ς
Ἠ γώνισαι σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα.
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν οῦν ἔχουσα στεῤῥόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.
Δ ό ξα Πατρί…
Π αστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν Παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Παρασκευὴ ἀοίδιμε.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Σ ὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾠδὴ ς’
Ὁ Εἱρμὸς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ’ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἀ δὰμ κατενήνεκται, δι’ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ’ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ’ ὤμων βαστάσας συνανέστησας.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Ὁ Καν ὼ ν τ ῆ ς Ἁ γ ί ας
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Θ ύ σω σο ι , μετ ὰ φων ῆ ς
Ἀ γγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἣλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισε.
Στίχ. Ἁ γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ν έαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.
Δ ό ξα Πατρί…
Ἔ ῤῥει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγὴς ἐκ χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παῤῥησίᾳ Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβο ῦ σα ο ὐ κ ἐ στενοχ ώ ρησεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον
Ἦ χος πλ. β’ – Τ ὴ ν ὑ π ὲ ρ ἡ μ ῶ ν
Τ ῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι΄ ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, κα ὶ Θε ὸ ς το ῦ παντ ό ς.
Ὁ Ο ἶ κος
Τ ὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι’ ἧς ἔσωσας ἡμᾶς, ὡ ς Θε ὸ ς το ῦ παντ ό ς.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΚΣΤ’ το ῦ α ὐ το ῦ μην ό ς , Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Στίχοι
Ἓρμιππος, Ἑρμόλαος ἠδ’ Ἑρμοκράτης
Ἑρμῆν σέβοντας ᾔσχυναν παῤῥησίᾳ.
Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη.
Τ ῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Στίχοι
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαὐτὴν ἀγῶσι, Σεμνή, εἰς κατοικίαν.
Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.
Μ νήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.
Τ ῆ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐ λ έ ησον ἡ μ ᾶ ς. Ἀ μ ή ν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’ . ᾨδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τ ὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ᾠδὴ θ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτ ό κε ἁ γν ή , ἀ ειπ ά ρθενε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Ζ ’
Ὅ τι ᾖραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων, διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
ὁ β’ χορὸς
Γυνα ῖ κες ἀ κουτ ί σθητε
Ῥ ωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
ὁ α’ χορός
Θεοτοκ ί ον
Μ αρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη…
ὁ β’ χορὸς
…ἀ ν έ δειξε Θεοτ ό κον.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. β´
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ ΤΗΣ ΑΓΙΑΣ
ὁ α’ χορός
Ἦ χος α’
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τ ῶ ν ο ὐ ραν ί ων ταγμ ά των
Ἐ ν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.
ὁ β’ χορὸς
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐ ν ταῖς αὐλαῖς τοῦ Κυρίου…
ὁ α’ χορός
Στίχ. Ὑ πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.
Ῥ ήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἐπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.
ὁ β’ χορὸς
Στίχ. Κ αί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.
Ἀ σκήσει πρῴην τὸ σῶμα, τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος βαρὺς ΕΩΘΙΝΟΝ Ζ’
Ἰ δοὺ σκοτία καὶ πρωΐ΄ καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἔστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ’ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἂλλ’ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ’ ὧν, καὶ δι’ ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ …Καὶ νῦν ….
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ.β ’
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . α´ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β´ . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . γ´ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί … Καὶ νῦν .
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Στίχ . α´ . Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…
Στίχ. γ´. Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…
Δόξα Πατρί… Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Ἦχος πλ . β´ .
Στίχ . α´ . Α ὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Στίχ. β´. Α ἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου,…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…
…ψ άλλοντάς σοι΄ Ἀ λληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ.β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῆς Ἁγίας Ἦχος α ‘
Τ ὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος β’
Π ροστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτ ό κε, τ ῶ ν τιμ ώ ντων σε.
Τρισάγιον.
Ἀπόστολος (Γαλ. γ´ 23 – δ´ 5)
Τ ῆ ς ῾ Αγίας·
Προκείμενον ἦ χ ος δ’
Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Π ρ ὸ ς Γαλ ά τας Ἐ πιστολ ῆ ς Παύλ ου τὸ Ἀνάγνωσμα
Ἀ δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵ να τ ὴ ν υ ἱ οθεσ ί αν ἀ πολ ά β ωμεν.
Ἀ λληλούϊα ( γ’) Ἦχος δ΄
Ὑ πομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ. Κ αὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Ε ὐ αγγέλιον (Ματθ. θ´ 1-8).
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Τ ῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ ᾽Ιησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες΄ ᾽Ελέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾽Ιησοῦς΄ Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ΄ Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων΄ Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾽Ιησοῦς λέγων΄ ῾Ορᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.· Καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾽Ισραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ᾽Εν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ ᾽Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον κα ὶ π ᾶ σαν μαλακ ί αν ἐ ν τ ῷ λα ῷ .
Δ όξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
ἦχος πλ.β’
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)
Ἀ πόλυσις «…῾Ο ἀναστάς ἐκ νεκρῶν… »
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.