30 ΙΟΥΝΙΟΥ 2020
+Τ ῶ ν ῾ Αγίων ἐ νδόξων καί πανευφήμων ᾽ Αποστόλων .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος δ’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἦ χος δ’
Ο ἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…Ἦχος γ’
Ἀ πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον Ἦ χος ὁ αὐτὸς
Σ ὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐ κ φθορ ᾶ ς ὡ ς φιλ ά νθρωπος.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετὰ τὴν α´ Στιχολογίαν.
ΚΑΘΙΣΜΑΤΑ
ὁ α’ χορός
Ἦχος πλ. δ’.
Κ ά θισμα το ῦ Π έ τρου – Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
Τ ὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παῤῥησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον΄ Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἐ νθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος, τὸν τάρταρον, Οἴμοι! τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται; Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
Κ ά θισμα το ῦ Πα ύ λου – Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
ὁ α’ χορός
Ο ὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κῆρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι, τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος, ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Χ αριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου, σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσης φλογιζούσης δώρησαι, καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε.
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)
ΚΑΝΟΝΕΣ
ᾠδὴ α’
Π έ τρον γερα ί ρω, Πα ῦ λον ὑ μν ῶ προφρ ό νως.
ᾠ δ ὴ α’
Ἦ χος δ’
ὁ α’ χορὸς
Ἀ νο ί ξω τ ὸ στ ό μα μου
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π αράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πιστῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου τὰ κατορθώματα.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἔ λιπες πανεύφημε, Πέτρε προθύμως τὰ πρόσκαιρα, καὶ Χριστοῦ τοῖς ἴχνεσιν ἐπηκολούθησας, Τὴν δυσπείθειαν, ἀπέλιπες δὲ Παῦλε, καὶ τῷ σὲ καλέσαντι, προσεκολλήθης Χριστῷ.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὴν χάριν Ἀπόστολοι, οὐσιωδῶς ἐνδημήσασαν, ἡμῖν εἰσδεξάμενοι, τοῦ θείου Πνεύματος, διενείμασθε, τῆς γῆς ἁπάσης Πέτρε, καὶ Παῦλε διδάσκοντες, πάντα τὰ πέρατα.
ὁ β’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥ ητόρων πολύφθογγοι, καὶ μουσικῶν λίαν εὔηχοι, γλῶσσαί σε οὐ σθένουσι, τιμᾶν ἢ μέλπειν Ἁγνή, ὑπὲρ ἄνθρωπον, καὶ γὰρ τὸ πεπραγμένον, ἐν σοὶ μόνη πέφυκε, θεῖον μυστήριον.
Ὁ Κανὼν τ ῶ ν ΙΒ’
οὗ ἡ Ἀκροστιχίς.
Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους.
Θεοφάνους.
ᾠ δ ὴ α’
Ἦ χος δ’
ὁ α’ χορὸς
Θαλ ά σσης τ ὸ ἐ ρυθρα ῖ ον
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χ ορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χ ορείαν τῶν Ἀποστόλων μέλπειν μοι,…
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥ ωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σου, Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰ άσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Σ οφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τὴ οὐρανίω πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Τ ριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ’ ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Μητροπάρθενε.
Τ ῶ ν Κορυφα ί ων
ᾠ δ ὴ γ’
Το ὺ ς σο ὺ ς ὑ μνολ ό γους
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ σύγγονος Πέτρε σοι Ἀνδρέας, προφαίνει Μεσσίαν τὸν Χριστόν, ᾧ πίστει προσεπέλασας, Καὶ σὺ Παῦλε θεσπέσιε, τῷ θεουργῷ Βαπτίσματι, δι’ Ἀνανίου πεφώτισαι.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ν ωθρῶς τοὺς τῷ γράμματι τοῦ Νόμου, προσπταίοντας γόνους, Ἰσραήλ, τῷ φωτισμῷ τῆς χάριτος, ὁ Πέτρος προσενήνοχε, Τὰς τῶν ἐθνῶν ἀγέλας δέ, ὁ Παῦλος πλάνης ἐῤῥύσατο.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Γ υμνοὺς καὶ ἀόπλους εἰς τὰ ἔθνη, ἀπέστειλας σοῦ τοὺς Μαθητάς, ἀνθ’ ὅπλων σοῦ τὸ ὄνομα, βαστάζοντας τὸ ἅγιον, καὶ τὸν τῆς πλάνης πόλεμον, Χριστὲ τῇ πίστει διέλυσαν.
ὁ β’ χορός
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐ πλήσθη Ἀπόστολοι τοῦ γνῶναι, τὸν Κύριον σύμπασα ἡ γῆ, τὸν ἐκ Παρθένου λάμψαντα, καὶ κόσμον καταυγάσαντα, θείῳ ὑμῶν κηρύγματι, Πέτρε καὶ Παῦλε πανεύφημοι.
Τ ῶ ν ΙΒ’
ὁ α’ χορὸς
Ε ὐ φρα ί νεται ἐ π ὶ σο ὶ
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ο ὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑ πέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικούς, Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι.
ὁ α’ χορὸς
Δ ό ξα Πατρὶ…
Γ ραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς Πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἐ σκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε, ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβ ὼ ν πεφαν έ ρωται.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Κ ά θισμα
Ἦ χος δ’
ὁ β’ χορός
Ὁ ὑ ψωθε ὶ ς
Κ ατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν, ὅθεν πίστει βοῶμεν, σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν κτίστην Ἀπόστολοι.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ο ὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Τ ῶ ν Κορυφα ί ων
ᾠ δ ὴ δ’
Τ ὴ ν ἀ νεξιχν ί αστον
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥ ωμαλεωτάτοις μὲν οἱ ἀσθενεῖς, ῥητορικωτάτοις δὲ μέροψιν, οἱ ἰδιῶται, συμπλακέντες εὐσεβῶς, Πέτρος καὶ Παῦλος ἤραντο, νῖκος τοῦ Χριστοῦ οἱ Ἀπόστολοι.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀ ποστάτην Σίμωνα μάγον δεινόν, ὡς φιλοχρυσότατον ἤλεγξεν, ὁ θεῖος Πέτρος, ὁ δὲ Παῦλος ὁ σοφός, τὸν τρίβους διαστρέφοντα, τοῦ Χριστοῦ Ἐλύμαν ἐπήρωσεν.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰ διωτικώτατον ὁ ἁλιεύς, καὶ ὁ σκηνουργὸς λόγον ἔχοντες, ἀλλ’ ἠρτυμένον, θείῳ ἃλατι ψυχάς, τῶν φιλοσόφων ἥδυναν, καὶ Χριστοῦ τῇ πίστει προσήγαγον.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Ῥ ήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ καὶ κατάσκιον, ὁ θεῖος ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύων σαφέστατα.
Τ ῶ ν ΙΒ’
Ἐ παρθ έ ντα σ ὲ ἰ δο ῦ σα
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥ ημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀ μαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱ ερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε πανόλβιοι, φωτὶ τῆς θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες.
Δ ό ξα Πατρί…
Ῥ άβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα.
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὡ ραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.
Τ ῶ ν Κορυφα ί ων
ᾠ δ ὴ ε’
Ἐ ξ έ στη τ ὰ σ ύ μπαντα
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡ ς ὄντα στεῤῥότατον, Χριστὸς σε πέτρα κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾍδου πύλαι οὐ κατισχύσουσι, Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὒνομα.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π έτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν διδάσκαλον, τριττῇ τοῦ φιλεῖν συγκαταθέσει, προσωκειώθη, Παῦλος δ’ ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀ κήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε πρὸς Χριστὸν σὺν Παύλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μέν τῶν οὐρανῶν πιστευθείς, ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄῤῥητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑ πὸ θείου Πνεύματος, ὁ Ἡσαΐας ἔμπλεως, τόκον τὸν ἀπάτορα προεῖπε, σοῦ ἐκ Παρθένου τεχθέντος Ἐμμανουήλ, ὅς ἐστι Θεὸς ὁ μεθ’ ἡμῶν, ὃν Ἁγνὴ ἐκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν.
Τ ῶ ν ΙΒ’
Σ ὺ Κ ύ ρι έ μου φ ῶ ς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ οὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, ὡς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ο ἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμόνων κακίας, τοὺς βρόχους διελύσατε.
Δ ό ξα Πατρί…
Ὑ πέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, θεότητος ἐν μονάδι, οἱ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Σ ὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Τ ῶ ν Κορυφα ί ων
ᾠ δ ὴ ς’
Τ ὴ ν θε ί αν τα ύ την
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Λ αμπρὰ τοῦ Πέτρου τὰ θαύματα σεπτὰ δὲ καὶ τοῦ Παύλου τὰ τέρατα, τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα, τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσιος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς Τριάδος, ἁπάντων μνήσθητε.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ν οσούντων ψυχὰς καὶ σώματα, ὡς θεῖος ἰατρὸς καὶ πανάριστος, Πέτρος ἰάσατο, Παῦλος δὲ ἔθνη κατηύγασε, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσατο.
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκ ί ον
Ὑ μνεῖν σε χρέος ὀφείλομεν, ἀλλ’ ὅμως κατ’ ἀξίαν οὐ σθένομεν, διὸ ὑμνοῦντές σε, σιγῇ τιμῶμεν τὸ ἄφραστον, τὸ ἐπὶ σοὶ Παρθένε πραχθὲν μυστήριον.
Τ ῶ ν ΙΒ’
Θ ύ σω σο ι , μετ ὰ φων ῆ ς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ τηρίξας, τοὺς μαθητάς, σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ο ἱ θεῖοι ποταμοί, τῆς σοφίας ἐπλήρωσαν,τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες.
Δ ό ξα Πατρί…
Φ ανέντες, ζωτικοί, ὡς ἀστέρες πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην, ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὅ λην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρῖνον, καὶ κοιλάδων ἄνθος ὢ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐ ν σο ὶ κατεσκ ή νωσε.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντ ά κιον Ἦ χος β’
Τ οὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν, τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μ ό νος γιν ώ σκων τ ὰ ἐ γκ ά ρδια.
Ὁ Ο ἶ κος
Τ ράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος, πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν, ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι, Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μ ό νος γιν ώ σκων τ ὰ ἐ γκ ά ρδια.
Συναξ ά ριον
Τ ῇ Λ’ το ῦ α ὐ το ῦ μην ό ς , ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ’, καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.
Στ ί χοι
Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους,
Ἣρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας.
Τ αῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’ . ᾨδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ὁ β’ χορός
ᾨδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…
ὁ α’ χορός
…σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾨδὴ δ’
Τ ὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
ᾨδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾨδὴ ς’
Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ὁ α’ χορός
ᾨδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾨδὴ η’
Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅ πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτ ό κε ἁ γν ή , ἀ ειπ ά ρθενε.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Τῶν Μαθητῶν ὁρώντων σε
Τ ῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι, Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα.
ὁ β’ χορός
Θεοτοκίον
Ἡ μεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σὲ ἔχομεν προστασίαν, ἒκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ´
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορὸς
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦ χος δ’
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ, σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγῶν, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὣς τις ἄσαρκος, τὴν τῶν ἀῤῥήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι’ ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι’ ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῷτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Π έτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, Ἰάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ ,Ματθαῖε, Σίμων, Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμω κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στύλοι ἀσάλευτοι, τῷ Δεσπότη τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος πλ. δ’ Κοσμᾶ Μοναχοῦ
Ἣ ν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἦχος ὁ αὐτὸς
Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄(
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.( γ΄ )
Δόξα Πατρὶ΄…Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ ἀπολυτίκιον
Ἀ πολυτ ί κιον Ἦ χος γ’
Ἀ πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ τα ῖ ς ψυχ αῖ ς ἡ μ ῶ ν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . α ´. Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . β ´. Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . γ´ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν …
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
Ἦχος ὁ αὐτὸς .
Στίχ . α´ . Α ἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Στίχ . β´ . Μ ακάριος, οὐ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ . γ´ . Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Δόξα Πατρί … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Στίχ . Ε ἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἀ πολυτ ί κιον Ἦ χος γ ’
Ἀ πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Στ ί χ . Ο ἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἀ πόστολοι Ἅγιοι, πρεσβεύσατε…
Εἴσοδος .
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος δ’.
Ο ἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀ πολυτ ί κιον Ἦ χος γ ’
Ἀ πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος β’
Π ροστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτ ό κε, τ ῶ ν τιμ ώ ντων σε.
Τρισάγιον.
Ἀπόστολος
(Α´ Κορ. δ´ 9-16).
Προκείμενον ἦχος πλ.δ’
Ε ἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στ ί χ . Ο ἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πρὸς Κορινθίους Α ’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Ἀ δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμητα ί μου γ ί νεσθε .
Ἀ λληλούϊα ( γ ’)
Εὐαγγέλιον
(Ματθ. θ´ 36, ι´ 1-8)
Ἐκ τοῦ κατὰ Ματθαῖον .
Τ ῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ ᾽Ιησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα Ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ᾽Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ΄ ᾽Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ΄ Φίλιππος καὶ Βαρθολομαῖος΄ Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης΄ ᾽Ιάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος΄ Σίμων ὁ Κανανίτης καὶ ᾽Ιούδας ὁ ᾽Ισκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾽Ιησοῦς, παραγγείλας αὐτοῖς, λέγων΄ Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾽Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες΄ ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρε ὰ ν δ ό τε .
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό ᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
Ε ἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀ λληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
᾽Απόλυσις ( …Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…)
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.