2 ΙΟΥΛΙΟΥ 2020
+Μν ή μη τ ῆ ς ἐ ν Βλαχ έ ρναις Καταθ έ σεως τ ῆ ς τιμ ί ας Ἐ σθ ῆ τος τ ῆ ς Ὑ περαγ ί ας Θεοτ ό κου
Τ ῌ ΤΕΤΑΡΤ ῌ ΕΣΠΕΡΑΣ (1/07/ 20 )
ὁ Ἱ ερε ύ ς : Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α ’ χορός : Ἀ μήν.
ὁ Ἀ ναγν ώ στης :
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμ ὸ ς ργ’ ( 103 )
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…….
ὁ α’ χορός
Ἦχος δ’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἔδωκας σημείωσιν
Ἔ δωκας φιλάνθρωπε, τὴν σὴν Μητέρα βοήθειαν, τοῖς σοῖς δούλοις ὡς εὔσπλαγχνος, δι’ ἧς τὴν ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον ἡμῶν, ἐπανωρθώσω θεῖον ἀξίωμα· διὸ τὴν πανσεβάσμιον, ταύτης τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ κράτος σου, Ἰησοῦ παντοδύναμε.
ὁ β’ χορός
Στίχ. Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἔ δωκας φιλάνθρωπε, τὴν σὴν Μητέρα βοήθειαν…
ὁ α’ χορός
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Π όλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ σου, ἐξ ἀθεωτάτων, ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ, καὶ ἐμφυλίου πολέμου πάντοτε, Παρθένε ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.
ὁ β’ χορός
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Π όλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἐ σθῆτα τιμίαν σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω τῇ πόλει σου, πλοῦτον ἀναφαίρετον, σκέπην τε καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων θησαυρόν, καὶ τῶν θαυμάτων πηγὴν ἀένναον, λιμένα τε σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν σε, ὑπερύμνητε Δέσποινα.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἐ σθῆτα τιμίαν σου, θεοχαρίτωτε Δέσποινα…
ὁ α’ χορός
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν… Ἦ χος β’
Φ ρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες, δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε, λέγοντες εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, nεριποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.
Ε ἴ σοδος.
Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς΄ Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑ σπ έ ρας Προκε ί μενον
Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α’
ὁ α’ χορός
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ β’ χορός
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ α’ χορός
Στίχ . Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες….
Ὁ Προεστὼς ἢ ὁ Ἀ ναγν ώ στης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μ ή ν.
Ὁ διάκονος:
Π ληρώσωμεν τὴν ἑσπερινὴν …….
Ἀ π ό στιχα
Στιχηρ ὰ προσόμοια
Ἦχος α’
Πανεύφημοι Μάρτυρες
Π αλάτιον ἔμψυχον Θεοῦ, μόνη ἐχρημάτισας, καὶ τὴν τιμίαν Ἐσθῆτά σου, οἴκῳ ἁγίῳ σου, τεθησαυρισμένην, τοῖς πιστοῖς ἁγίασμα, καὶ τεῖχος ἐδωρήσω ἀπόρθητον, δι’ ἧς ἡ πόλις σου, Θεομῆτορ διασῴζεται, ἀνυμνοῦσα, τὸ ἔνθεον κράτος σου.
Στίχ. Ἀ νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
Ἐ σθῆτα τιμίαν σου τὸ σόν, τίμιον καὶ ἅγιον, σῶμα σεμνὴ περιστείλασαν, δόξης θησαύρισμα, ἐδωρήσω πᾶσι, καὶ πηγὴν πηγάζουσαν, τῆς χάριτος ἀείζωα νάματα, ἧς ἑορτάζομεν, τὴν κατάθεσιν τιμῶντές σε, Θεοτόκε, τὴν πάντας τιμήσασαν.
Στίχ. Τ ὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ὁ οἶκός σου Δέσποινα τὸ σόν, ἱερὸν μαφόριον, ὡς θησαυρὸν ἁγιάσματος, φέρων ἑκάστοτε, ἁγιάζει πάντας, ἡμᾶς τοὺς προστρέχοντας, καὶ σὲ χρεωστικῶς μακαρίζοντας, ἐν τούτῳ ἔχοντας, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν, σκέπην καὶ κραταίωμα.
ὁ β’ χορός
Δ ό ξα Πατρί ….. Κα ὶ ν ῦ ν … … ἦ χος β ’
Ὡ ς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, Ἐσθῆτά σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης αὐτοῦ· Χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν .
ὁ προεστὼς : Ν ῦν ἀπολύεις ……Τρισάγιον…
ὁ α ’ χορὸς
Ἀπολυτίκιον. Ἦχος πλ.δ´.
Θ εοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος .
Ἀ πόλυσις
«… Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.