ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΟΡΕΙΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΑΚΗ Β΄ΜΑΤΘΑΙΟΥ

ΕΛΑΦΟΣ: Σύναξη των Αγιορειτών Πατέρων

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ!!

ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΟΡΕΙΤΩΝ ΠΑΤΕΡΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Ἁγίου Νικοδήμου Ἁγιορείτου)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Ὅτε, τοῦ Κυρίου τὸν σταυρόν, ἤρατε ἐπ’ ὤμων Πατέρες, καὶ ἀπεδύσασθε, πρὸς τὸ τῆς ἀσκήσεως, ἐνταῦθα στάδιον· καὶ σαρκὸς ὑπερήρθητε, κόσμου τε καὶ πάσας, μηχανὰς ἐλύσατε τοῦ κοσμοκράτορος· τότε, τῶν δαιμόνων τὰ πλήθη, θρήνοις πρὸς ἀλλήλους ἐβόων· φίλοι ἡ ἰσχὺς ἡμῶν ἐξέλιπεν.

Ὅτε, ἀναβάσεις ἱεράς, ὥς φησι Δαβὶδ ἐν καρδίᾳ, ὑμῶν διέθεσθε, καὶ ζωὴν ἰσάγγελον ἐβιωτεύσατε, καὶ εἰς ἄκρον ἀνήλθετε, τῆς ἐνδεχομένης βροτοῖς τελειότητος, Πατέρες Ὅσιοι, τότε, οἱ χοροὶ τῶν Ἀγγέλων, ἔχαιρον βοῶντες ἀλλήλοις· πῶς οἱ ἐν σαρκὶ ἄσαρκοι ὤφθησαν!

Ὅτε, τὰς ἐνταῦθα ἱεράς, λαύρας καὶ σεμνεῖα εἰς δόξαν, Θεοῦ ἠγείρατε, καὶ κατεκοσμήσατε τύποις ἀσκήσεως, καὶ κοινὰ φροντιστήρια, ψυχῶν σωτηρίας, ταύτας ἀπεδείξατε, Πατέρες Ὅσιοι, τότε, ἠρημώθησαν πόλεις, καὶ ὁ πρώην ἔρημος Ἄθως, πλήθει μοναζόντων πόλις γέγονεν.

Ὅτε, ἐπειθάρχησαν κακῶς, ἔνιοι τοῦ Ὄρους πολῖται τοῖς λατινόφροσι, καὶ συνελειτούργησαν, φιλοψυχήσαντες, τότε ζῆλον τῆς πίστεως, ὑμεῖς θεοφόροι, λαβόντες ἀπώσασθε τούτων τὴν ἕνωσιν· ὅθεν, ὑποστάντες θανάτους, καὶ πολυειδεῖς τιμωρίας, στέφει μαρτυρίου ἐκοσμήθητε.

Δόξα. Ἦχος α΄.

Δεῦτε ἅπαντα τὰ στίφη τῶν μοναζόντων, τὸ μυριοπλάσιον ἅρμα τοῦ Δαβίδ, τὸ χιλιάσιν ἀρετῶν εὐθηνούμενον, τοὺς ἐν τῷ Ἄθῳ Πατέρας ἀνευφημήσωμεν· τοὺς Ὁσίους καὶ Ἱεράρχας, τοὺς Ὁσιομάρτυρας καὶ Ἱερομάρτυρας, καὶ πάντας ὁμοῦ τοὺς ἐνωνύμους καὶ ἀνωνύμους· οὗτοι γὰρ ὡς ἀληθῶς, ἔργοις καὶ λόγοις, καὶ τῷ πολυειδεῖ καὶ ἰσαγγέλῳ τῆς ἀσκήσεως, καὶ ταῖς ἐκ Θεοῦ χάρισιν, ἀνεδείχθησαν Ἅγιοι· καὶ τῷ Ὄρει τούτῳ, τὴν ἐπωνυμίαν τῆς ἁγιότητος ἔδωκαν· ὧν καὶ τὰς σοροὺς ὁ Θεός, θαύμασι καὶ εὐωδίαις καὶ μύροις ἐδόξασε. Καὶ νῦν ἀμέσως τῷ δοξάσαντι αὐτοὺς Χριστῷ παριστάμενοι, πρεσβεύουσιν ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν φαιδρὰν αὐτῶν πανήγυριν.

 Καὶ νῦν… Θεοτοκίον, τὸ Δογματικόν.

Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν. Ἦχος α΄.

Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Εἶτα, τῶν Ὁσίων. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.

Ψυχῆς τὸ τριμερές, καθάραντες Πατέρες, ἀρετῶν τῇ τριάδι, ναοὶ τῆς ὑπερθέου, Τριάδος ἀνεδείχθητε.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Τύποι τῆς ἀρετῆς, ἀσκήσεως κανόνες, τῆς ἐγκρατείας στάθμαι, πᾶσι τοῖς ἐν τῷ Ὄρει, Πατέρες ἐγνωρίσθητε.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Χάριν πάντες ἡμεῖς, ὑμῖν ὁμολογοῦμεν, Πατέρες θεοφόροι, ὅτι πρὸς σωτηρίας, τὴν τρίβον ὡδηγήσατε.

Δόξα. Ἦχος πλ. α΄.

Ὢ μακαρία πληθὺς τῶν ἐν τῷ Ὄρει Πατέρων, τίς σε κατ’ ἀξίαν ἐπαινέσεται; ὑμεῖς γὰρ τὸν Βαπτιστὴν Ἰωάννην, Παῦλον τὸν Θηβαῖον, καὶ Ἀντώνιον τὸν μέγαν μιμησάμενοι, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ τῇ τοῦ Ἄθω ηὐλίσθητε, τὸν σώζοντα ὑμᾶς Θεὸν προσδεχόμενοι· ὑπὸ δὲ τῆς θείας χάριτος κινηθέντες, πολλαχοῦ τοῦ Ὄρους άνδρας ἱερὰς συνεστήσασθε, καὶ πλήθη μοναζόντων, ἐν σωτηρίοις νομαῖς διεθρέψατε· ἀλλὰ καὶ νῦν ὑμᾶς τὴν ὑμετέραν ποίμνην, ἀπὸ πάσης ἀνάγκης ῥυσθῆναι πρεσβεύσατε, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα. Τῶν Ὁσίων. Ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.

Τοὺς τοῦ Ἄθω Πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτας δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ α’ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄, καὶ ψάλλομεν στ΄  Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α΄.

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Ἕτερα Στιχηρά, Ἀνατολικά.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι’ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.

Καὶ τῶν Ὁσίων δ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Μοναστῶν τὰ συστήματα, καὶ Μιγάδων ἀθροίσθητε, καὶ λαμπρὰν πανήγυριν συγκροτήσατε· ἰδοὺ γὰρ πάντας ἐκάλεσαν, ἡμᾶς εἰς ἑστίασιν, καὶ χαρὰν πνευματικήν, οἱ ἐνταῦθα ἀσκήσαντες, πάντες Ὅσιοι, τὰς αὐτῶν ἀριστείας παραθέντες, καὶ τοὺς ἄθλους καὶ ἀγῶνας, οὓς ὑπὲρ φύσιν διήνυσαν.

Τῶν Ὁσίων τὸν σύλλογον, τὸν ἐν Ὄρει ἐκλάμψαντα, τούτῳ καὶ φωτίσαντα κτίσιν ἅπασαν· τοὺς περιβόλους ὑπάρχοντας, τοῦ Ἄθω καὶ εὔοσμα, κρίνα ὄντως καὶ τερπνά· καὶ φυτὰ ἀγλαόκαρπα, καὶ ἀμάραντα· ποταμούς τε χαρίτων ἀεννάους, μοναζόντων αἱ χορεῖαι, χρεωστικῶς μακαρίσωμεν.

Οἱ ἐν σώματι ἄσαρκοι, καὶ Θεοῦ ὄντως ἄνθρωποι· οἱ τὸν Ἄθω ἅπαντα ἁγιάσαντες· πύργοι τοῦ Ὄρους οἱ πύρινοι, οἱ κύκλῳ ἱστάμενοι, μετὰ πόθου καὶ χαρᾶς, τῆς ἁγνῆς Θεομήτορος, ὡς τεθέανται, ἐν ἐκστάσει καὶ θείᾳ ὀπτασίᾳ· οἱ σεπτοὶ ἡμῶν Πατέρες, υἱοπρεπῶς εὐφημήσθωσαν.

Τοὺς πολίτας τιμήσωμεν, οὐρανιῦ οὓς ἐθρέψατο, Ὄρος τὸ ἐπώνυμον ἁγιότητος· τοὺς Ἱεράρχας Ὁσίους τε, τοὺς ὁμολογήσαντας, καὶ τοὺς Μάρτυρας ὁμοῦ, ἐνωνύμους τε ἅπαντας, ἀνωνύμους τε· τοὺς ἐντεῦθεν σπαρέντας ὡς ἐκ κέντρου, εἰς τὸν κόσμον καὶ σωτῆρας, πολλῶν ψυχῶν χρηματίσαντας.

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐξέλαμψεν ὑπὲρ τὴν πολύαστρον σφαῖραν, ἡ νέα πανήγυρις τῶν ἐν τῷ Ἄθῳ Πατέρων, τὰς διανοίας τῶν φιλεόρτων καταυγάζουσα· δεῦτε οὖν οἱ τοῦ Ὄρους Μονασταὶ καὶ Μιγάδες, ᾀσματικοῖς ἐγκωμίοις, αὐτοὺς προσείπωμεν λέγοντες· χαίρετε, οἱ ἐν σαρκὶ τοὺς ἀσάρκους νικήσαντες δαίμονας, καὶ ἐπὶ γῆς τῶν Ἀγγέλων τὸν βίον μιμησάμενοι· χαίρετε, οἱ τοῦ Ἄθω πολιοῦχοι καὶ οἰκισταί, καὶ παντὸς τοῦ κόσμου πρεσβευταὶ δυνατώτατοι· χαίρετε, οἱ μετὰ τὴν Θεοτόκον, ἡμέτεροι προστάται, καὶ παντοδαποὶ εὐεργέται καὶ ἔφοροι· πρεσβεύσατε πρὸς Κύριον ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Φῶς ἱλαρόν. Εἴσοδος.

Προκείμενον. Ἦχος πλ. β’: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Στίχ.: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’ 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’ 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, ψάλλομεν τὸ ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς ἢ τοῦ Ναοῦ· εἶτα, τὰ παρόντα τῶν Ὁσίων. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ ὁ ἁγιώνυμος Ἄθως, ὁ νοητὸς τῆς Θεοτόκου καὶ ὡραῖος Παράδεισος· ἰδοὺ γὰρ ἐν ταῖς ὑπωρείαις σου, ἐξήνθησαν κρίνα ἀειθαλῆ καὶ πανεύοσμα· καὶ ἐν ταῖς κοιλάσι καὶ παραλίοις σου, δένδρα οὐρανομήκη καὶ εὐσκιόφυλλα ἀνεβλάστησαν, καρποὺς ἀθανάτους τοῦ Πνεύματος προβαλλόμενα· ἡ τῶν Ὁσίων σου πάντων ἡγιασμένη, καὶ σὲ ἁγιάσασα σύναξις· ἡ νῦν προκειμένη εἰς ἔπαινον· ὅθεν τοὺς ἐν σοὶ Μοναστὰς καὶ Μιγάδας συναγαγών, χαρμοσύνως ἑόρτασον, καὶ εὐχαρίστως τῇ Δεσποίνῃ καὶ ἐφόρῳ σου βόησον· Μεγαλύνω Σε Θεοτόκε, τὴν μεγαλύνασάν με· καὶ ἀποδοῦσαν τοῖς τέκνοις μου, Πατέρας οὐρανίους· ὧν ταῖς πρεσβείαις διὰ βίου σκεπόμενα, τὸ παρὰ τοῦ Υἱοῦ Σου κομίζονται μέγα ἔλεος.

Ἦχος β΄.

Τίς ἡ καινὴ αὕτη καὶ λαμπρὰ πανήγυρις; Τί τὰ νεκρότητος μέλη, τὰ ἐν τῇ Ἐκκλησίᾳ ᾀδόμενα; Οἱ τοῦ Ὄρους Ὅσιοι πάντες, χρεωστικῶς σήμερον ἑορτάζονται· οὗτοι γὰρ τὸν ἀοίκητον τοῦτον τόπον, Μοναῖς ἱεραῖς, καὶ διαφόροις σεμνείοις, οἰκήσιμον ἔδειξαν· καὶ τὰς διδασκαλίαςκαὶ τύπους αὐτῶν, ὡς φιλόπαιδες Πατέρες, ἡμῖν κληρονομίαν παρέδωκαν· φυλάξωμεν τοίνυν, ἀδελφοί, ὡς φιλοπάτοτες υἱοί, τὴν Πατρικὴν κληρονομίαν ἀπαρεγχείρητον· μὴ καταργήσωμεν τὸν τόπον ὡς ἡ ἄκαρπος συκῆ· ἀλλὰ τῶν Ἡγουμένων ἡμῶν ἀναθεωροῦντες, τὴν ἔκβασιν τῆς ἀνατροφῆς, μιμησώμεθα τὴν πίστιν καὶ τοὺς ἀγῶνας· ἵνα καὶ σὺν αὐτοῖς τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.

Ἦχος γ΄.

Τὴν τετράχορδον λύραν, τῶν τοῦ Ὄρους Πατέρων ἀνευφημήσωμεν, τὴν ἐξ Ὁσίων καὶ Ἱεραρχῶν, Ὁμολογητῶν καὶ Μαρτύρων συγκροτουμένην· τὰς γὰρ ἐντολὰς τῷ φόβῳ τῶν ἀπειλῶν, ὡς δούλοι ἐτήρησαν· τῷ πόθῳ δὲ τῶν ἐπαγγελιῶν, ὡς μισθωτοὶ τὰς ἀρετὰς κατώρθωσαν· τῇ δὲ πρὸς Θεὸν ἀγάπῃ πυρποληθέντες, ὡς υἱοὶ κατὰ χάριν τῷ Θεῷ εὐηρέστησαν. Καὶ νῦν ἐν οὐρανοῖς, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.

Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν ἐν τῷ Ἄθῳ Πατέρων, ὁ μελισσὼν τῶν τοῦ Ἄθω Μοναστῶν μακαρίσωμεν. Οὗτοι γὰρ ὡς ἀληθῶς διὰ πάντων τῶν μακαρισμῶν τοῦ Κυρίου διῆλθον· πτωχεύσαντες γὰρ τῷ πνεύματι, ἐπλουτίσθησαν· καὶ πραϋνθέντες, τὴν γῆν τῶν πρᾳέων ἐκληρονόμησαν· πενθήσαντες, παρεκλήθησαν· πεινάσαντες τὴν δικαιοσύνην, ἐχορτάσθησαν· ἐλεήσαντες, ἠλεήθησαν· καθαροὶ γενόμενοι τῇ καρδίᾳ, τὸν Θεὸν ὡς δυνατὸν ἐθεώρησαν· εἰρηνοποιήσαντες, θείας ἠξιώθησαν υἱοθεσίας. Διωχθέντες δὲ καὶ βασανισθέντες, ὑπὲρ δικαιοσύνης καὶ εὐσεβείας, ἐν οὐρανοῖς νῦν ἀγαλλιῶνται καὶ χαίρουσι, καὶ ἐκτενῶς πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἀπόστιχα ΣτιχηράΤὸ Ἀναστάσιμον. Ἦχος α’.

Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Εἶτα, τῶν Ὁσίων. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν ἀληθῶς.

Στ.: Συναγάγετε Αὐτῷ τοὺς Ὁσίους Αὐτοῦ.

Χαίροις, Ὁσίων Ἄθω πληθύς, τῆς Βασιλίσσης οὐρανοῦ ἡ παράταξις, ἡ πάσας ἀρχὰς τοῦ σκότους, καὶ ἐξουσίας δεινάς, συμμαχίᾳ θείᾳ θριαμβεύσασα· οἱ σάρκα νεκρώσαντες, καὶ τὸ πνεῦμα ζωώσαντες· οἱ ἀεννάοις, τῶν δακρύων ἐκχύσεσι, κατασβέσαντες, παθημάτων τοὺς ἄνθρακας· χάριτος οἱ δεξάμενοι, τὴν θείαν ἐνέργειαν, καὶ φωτισμὸν ἐν καρδίᾳ, ἐνυποστάτως ἐκλάμποντα· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις, Ὁσίων Ἄθω πληθύς, οἱ ἐκ τοῦ Ὄρους ὡς φωστῆρες ἀνίσχοντες, καὶ πᾶσαν τὴν οἰκουμένην, ταῖς τῶν χαρίτων βολαῖς, καὶ ἀρετῶν θείων καταυγάζοντες· ἀστέρες πολύφωτοι, οἱ σαφῶς ἀναδείξαντες, τόνδε τὸν χῶρον, οὐρανὸν ἄλλον δεύτερον, καὶ μειώσαντες, τῶν δαιμόνων σκοτόμαιναν· ἄνθρωποι ἐπουράνιοι, ἐπίγειοι ἄγγελοι, σεπταὶ μοναὶ τῆς Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.

Χαίροις, Ὁσίων Ἄθω πληθύς, τῶν ἀρετῶν τὰ ἱερὰ κααταγώγια, οἱ οἶκοι τῆς πράξεώς τε, καὶ θεωρίας ὁμοῦ, ταπεινοφρόσυνης τὰ κειμήλια· εὐχῆς ἐργαστήρια, ἀεννάου καὶ ἥδιστα, ἐν τῇ καρδίᾳ, Ἰησοῦ μελετήματα· τῆς πρᾳότητος, τὰ τερπνὰ θησαυρίσματα· ἥλιοι διακρίσεως, πηγαὶ κατανύξεως, διπλῆς ἀγάπης ταμεῖα, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Τίς λαλήσει τοὺς ἀγῶνας ὑμῶν, Πατέρες μακάριοι; ἢ τίς ἀξίως ὑμνήσει, τὰς ἀριστείας τῆς ἐνταῦθα γενομένης ἡμῶν ἀσκήσεως; Τοῦ νοὸς τὸ νηφάλιον; Τὸ τῆς προσευχῆς ἀδιάλειπτον; Τὸ ὑπὲρ ἀρετῆς ἐπίπονον τῆς συνειδήσεως μαρτύριον; Τὴν τῆξιν τοῦ σώματος; Τὰκατὰ τῶν παθῶν γυμνάσια; Τὰς παννύχους στάσεις; Τὸ ἀείῤῥυτον δάκρυον; Τοὺς ἐν κρυφῇ κρεμαστῆρας; Τὸ ταπεινὸν τοῦ φρονήματος; Τὰ κατὰ τῶν δαιμόνων τρόπαια; Καὶ τῶν χαρισμάτων τὸν ὁρμαθόν; Καὶ ἐπὶ πᾶσι, τὴν ὑπὲρ τῆς εὐσεβείας ὁμοῦ καὶ ὀρθοδοξίας, πρὸς τοὺς ἀσεβεῖς καὶ κακοδόξους, μέχρις αἵματος καὶ θανάτου ἀντικατάστασιν; Δι’ ὧν παρὰ Χριστοῦ, ὡς νικηταὶ στεφανωθέντες ἀοίδιμοι, πρεσβεύσατε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν λαμπρὰν ἡμῶν πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα. Τῶν Ὁσίων. Ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.

Τοὺς τοῦ Ἄθω Πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτας δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα.

Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα τῶν Ὁσίων. Ὁ αὐτός. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ὡς φαιδρὸς ἑωσφόρος, ἡ μνήμη ἡ σεπτή, τῶν ἐν Ἄθῳ Πατέρων, ἀνέτειλεν αὐγάζουσα, τοὺς τοῦ Ὅρους οἰκήτορας, καὶ θερμαίνουσα, τῶν μοναχῶν τὰς καρδίας, πρὸς τὴν μίμησιν, βίου αὐτῶν τοῦ ἐνθέου, καὶ ζῆλον τῆς πίστεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡς Ὄρνις ἑαυτῆς, τὰ νοσσία συνάγει, καὶ σκέπει μητρικῶς· οὕτω σκέπασον πάντας, ἡμᾶς τοὺς τὸ Ὄρος Σου, κατοικοῦντας πανύμνητε, ταῖς Σαῖς πτέρυξιν, ἀπὸ παντοίων κινδύνων, καὶ συνάγαγε, εἰς τὴν οὐράνιαν πόλιν, ταῖς θείαις πρεσβείαις Σου.

Μετὰ τὸν Πολυέλον, ἡ Ὑπακοή.

Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εἶτα, Κάθισμα τῶν Ὁσίων. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τὸν Θεὸν ἀγαπήσαντες ἐκ ψυχῆς, οἱ τοῦ Ἄθω Πατέρες ὑπερφυεῖς, ἀγῶνας διήνυσαν, κατ’ ἰδίαν τὸ πρότερον, τὸν πλησίον δ’ αὖθις, θερμῶς ἀγαπήσαντες, ἐν διαφόροις τόποις, τοῦ Ὄρους ἀνήγειραν, Λαύρας καὶ σεμνεῖα, καὶ μιγάδων τὰ πλήθη, ἐν ταύταις συνήθροισαν, καὶ τὸν Ἄθω ἐπόλισαν, πρὸς αὐτοὺς οὖν βοήσωμεν· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῆς ἀγάπης πληρωτὰς γενήσεσθαι, ἡμᾶς τοὺς πόθῳ τιμῶντας, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ Υἱός Σου Παρθένε Πατήρ ἐστι, χριστωνύμων ἁπάντων καὶ ἀδελφός· ὅθεν Σὲ πανάχραντε, Μάμμη τούτων γεγένησαι, καὶ γλυκυτάτη Μήτηρ, ἡμῶν δὲ καὶ ἔφορος, τῶν ἐν τῷ Ὄρει τούτῳ, ὃ κλῆρον ἀπείληφας, παρὰ τοῦ Υἱοῦ Σου, ἐξαιρέτως ὑπάρχεις· δι’ ὃ ἡμᾶς οἴκτειρον, ὡς ἐγγόνους καὶ τέκνα Σου, καὶ ὡς δούλους Σου Δέσποινα. Πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, ὧν περ ἐν ἔργῳ καὶ λόγῳ, καὶ νῷ ἁμαρτάνομεν.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.

Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β’.

Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ’.

Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα. Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.

Προκείμενον: Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.

Πᾶσα πνοή.

Εὐαγγέλιον Ἑωθινὸν β΄.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι… Ὁ Ν΄ ψαλμός.

Εἶτα, οἱ Κανόνες.

Κανὼν Ἀναστάσιμος. Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.

Θεοτοκίον.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

Κανὼν τῆς Θεοτόκου.  Σοῦ ἡ τροπαιοῦχος.

Ποίαν σοι ἐπάξιον ᾠδὴν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια; εἰ μὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε! Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Τῇ Ἀειπαρθένῳ καὶ Μητρί, τοῦ Βασιλέως τῶν ἄνω Δυνάμεων, ἐκ καθαρωτάτης καρδίας πιστοί, πνευματικῶς βοήσωμεν· Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Ἄπειρος ἡ ἄβυσσος τῆς σῆς, ἀκαταλήπτου κυήσεως Πάναγνε, πίστει ἀδιστάκτῳ οὖν, εἰλικρινῶς προσφέρομέν σοι λέγοντες· Χαῖρε Θεοτόκε Παρθένε Μῆτερ ἀνύμφευτε.

Ὁ Κανὼν τῶν Ὁσίων. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Θεὲ τῶν ὅλων χάριν δίδου μοι, τῷ Σῷ οἰκέτῃ νυνί, ἐπιβαλλομένῳ, εὐφημῆσαι ᾄσμασι, τοὺς ἐν τῷ Ὄρει λάμψαντας, τῷ τοῦ Ἄθω Ὁσίους, κατὰ στοιχεῖον καὶ ὄνομα, τοὺς τὸ Σὸν τελέσαντας θέλημα.

Τὸν τῆς μεγίστης ἱερὸν δομήτορα, Λαύρας ἐν ὕμνοις τιμῶ, ὡς ἀπαρχὴν θείαν, μέγαν Ἀθανάσιον, τὸν τύπον καὶ παράδειγμα, τῶν ἐν Ἄθῳ Πατέρων, ὡς ἀληθῶς χρηματίσαντα, ἔν τε θεωρίαις καὶ πράξεσιν.

Βατοπεδίου τὸν κλεινὸν Ἀγάπιον, ἀνευφημῆσαι χρεών, ὅτι Θεοτόκου, τῆς φωνῆς ἀκήκοε, καὶ δουλωθεὶς ἐλύτρωσε, τὸν οἰκεῖον δεσπότην, σὺν τοῖς υἱοῖς ὡς ἐλεύθερος, ἐκ τῆς αἰωνίου κολάσεως.

Ἀθανασίου τοῦ ὡραίου φοίνικος, τῆς Ἐσφιγμένου Μονῆς, ἐπαινῶ τὸν βίον, θείου Ἀκακίου τε, τοῦ νέου καὶ τοῦ Ἴβηρος, Γαβριὴλ τοῦ Ὁσίου, τοῦ ἐκ θαλάσσης ἐξάραντος, τὴν θαυματουργὸν Πορταΐτισσαν.

Πῶς μὴ τιμήσω τὸν σεπτὸν Γεννάδιον, τὸν κατιδόντα σαφῶς, τὸν ἐν Βατοπέδῃ, ἀναβλύσαν ἔλαιον, παρὰ τῆς Θεομήτορος, πῶς σιγήσω δὲ πάλιν, τὸν θεοφόρον Γεώργιον, τὸν τῆς τῶν Ἰβήρων δομήτορα.

Θεοτοκίον.

Ὅτε τὰ ἔθνη ὁ Θεὸς ἐμέριζε, κατὰ Ἀγγέλους Αὐτοῦ· τότε Σὲ Παρθένε, προγινώσκων ἔσεσθαι, Αὐτοῦ Μητέρα ἄχραντον, Σοὶ διένειμε τοῦτο, τὸ μέγα Ὄρος καὶ κάλλιστον, ὡς κληρονομίαν ἀπόλεκτον.

ᾨδὴ γ’. Ὁ Εἱρμός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Κανὼν τῆς Θεοτόκου. Ὁ μόνος εἰδὼς.

Νεφέλην σε κούφην ἀψευδῶς, Παρθένε, ὀνομάζομεν, προφητικαῖς ἑπόμενοι ῥήσεσιν· ἐλήλυθε γὰρ ἐπὶ σοὶ Κύριος, καθελεῖν αἰγύπτια, πλάνης χειροποίητα, καὶ φωτίσαι τοὺς ταῦτα λατρεύοντας.

Σὲ ἐσφραγισμένην ἀληθῶς, χορὸς Προφητικός, πηγήν, καὶ κεκλεισμένην πύλην ὠνόμασε, τῆς παρθενίας τῆς σῆς Πανύμνητε, τηλαυγῶς τὰ σύμβολα, ἡμῖν διαγράφοντα, ἣν ἐφύλαξας καὶ μετὰ γέννησιν.

Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριὴλ Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύουσαν, καὶ τόν ἄφραστον τόκον κηρύττουσαν.

Τῶν Ὁσίων. Οὐρανίας ἁψῖδος.

Θεολόγον τὸν μέγαν καὶ ἱερὸν ὄργανον, Πνεύματος Ἁγίου δειχθέντα, θεῖον Γρηγόριον, τὸν Παλαμᾶν ἀνυμνῶ, τῶν θεολόγων ἁπάντων, τὴν ὀρθὴν ἀνάπτυξιν, καὶ ἐπισφράγισμα.

Γρηγορίους τε δύω, ἀνευφημεῖν δίκαιον, τοὺς ἐν τοῖς ὁρίοις τῆς Λαύρας λαμπρῶς βιώσαντας· καὶ τὸν συνώνυμον, αὐτοῖς Γρηγόριον ἄλλον, ὃς Μονὴν περίφημον ἰδίαν ἤγειρεν.

Ἡ Μονὴ Ἐσφιγμένου, Δαμιανὸς ἤνθησε· καὶ ἡ Φιλοθέου δὲ πάλιν ἄλλον ἐβλάστησεν, Ὁσιομάρτυρα, Δαμιανὸν καὶ σὺν τούτῳ, τὸν θεῖον Δομέτιον, οὓς μακαρίσωμεν.

Διονύσιον μέλπω, τὸν θαυμαστὸν Ὅσιον, τῆς τοῦ Βαπτιστοῦ Ἰωάννου Μονῆς δομήτορα, καὶ τὸν Δομέτιον, Διονυσίου τὸν φίλον, πνεύματος χαρίσμασιν ἀγλαϊζόμενον.

Διονύσιος ἄλλος, Ἰβηριτῶν βλάστημα· καὶ Δαμασκηνὸς τὸ τῆς Λαύρας θεῖον καλλώπισμα·  νῦν μακαρίζονται, ὅτι διπλοῦς τοὺς στεφάνους, μαρτυρίου ἔλαβον καὶ τῆς ἀσκήσεως.

Θεοτοκίον.

Σὺ ὑπέσχου Παρθένε, προπολεμεῖν πάντοτε, πάντων τῶν ἐν τῷδε τῷ Ὄρει ἀράντων πόλεμον, πρὸς τὸν πολέμιον, τὸν τοῖς βροτοῖς πολεμοῦντα· ὅθεν πλήρου Δέσποινα, τὴν Σὴν ὑπόσχεσιν.

Κοντάκιον, Ἀναστάσιμον. Ἦχος α’Ὅταν ἔλθῃς ὁ Θεός

Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

Κάθισμα, τῶν Ὁσίων, Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν ὁμοῦ, πᾶσαι Ἀγγέλων στρατιαί, τὴν ἀνδρείαν τῆς ψυχῆς, καὶ τὰ παλαίσματα ὑμῶν, τὰ ὑπὲρ φύσιν Πατέρες σημειοφόροι· πῶς σῶμα ὑλικὸν περικείμενοι, ἀσάρκους δυσμενεῖς ἐνικήσατε! Καὶ εὐχαρίστως ὕμνον τῷ Κυρίῳ, τὸν ἐπινίκιον ἔμελπον· δόξα Σοι δόξα, τῷ δυναμοῦντι, τὴν θνητὴν βροτῶν φύσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Καταπλήττει πάντα νοῦν, φιλανθρωπία ἡ πολλή, Σοῦ Θεόπαις Μαριάμ, ἣν ἐνεδείξω ἐξαρχῆς, περὶ τὸ τάγμα τῶν ὧδε ἐνασκουμένων, ἁπάσης ἐκ τῆς γῆς ἀπολέξασα, τὸ κάλλιστον ὁμοῦ τε καὶ μέγιστον, Ὄρος καὶ τοῦτο ὡς οἰκεῖον, τοῖς Μοναχοῖς προσκληρώσασα· μεγάλη ὄντως, ἡ εἰς ἡμᾶς Σου, πρόνοια Θεοτόκε!

ᾨδὴ δ’. Ὁ Εἱρμός.

Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Θεοτοκίον.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Κανὼν τῆς Θεοτόκου. Ὄρος σε τῇ χάριτι.

Ἄκουε θαυμάτων οὐρανέ, ἐνωτίζου δὲ ἡ γῆ, ὅτι θυγάτηρ χοϊκοῦ, τοῦ πεπτωκότος μὲν Ἀδάμ, Θεοῦ ἐχρημάτισε, τοῦ ἑαυτῆς Δημιουργοῦ τε λοχεύτρια, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ὑμνοῦμεν τὸ μέγα καὶ φρικτόν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, Ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετός, ὁ ἐπὶ πόκον, Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἁγίων ἁγία Θεοτόκε Πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Τῶν Ὁσίων. Σύ μου ἰσχύς.

Ὕμνοις τιμῶ, τὸν προεστῶτα Εὐθύμιον, Βατοπέδης, ὃς δεθεὶς ἁλύσεσι, κατεποντίσθη ἐν τῷ βυθῷ, ὡς ἐλέγξας πλάνην, λατινοφρόνων στεῤῥότατα· καὶ στέφος μαρτυρίου, ἐκ χειρὸς τοῦ Κυρίου, ἀμαράντινον ὄντως ἐδέξατο.

Συνανυμνῶ, καὶ ἄλλον θεῖον Εὐθύμιον, τῆς Ἰβήρων Μονῆς τὸν δομήτορα, ὃς λειτουργῶν, ποτὲ τῷ Θεῷ, στύλος καθωράθη, τοῖς σὺν αὐτῷ ἡλιόμορφος, καὶ τῆς Δοχειαρίου, τὸν δομήτορα μέλπω, ἄλλον αὖθις Εὐθύμιον Ὅσιον.

Ἀνευφημεῖν, τὸν Θεοδόσιον ἄξιον, Φιλοθέου, Μονῆς τὸν ἡγούμενον· καὶ Θεοφάνη τὸν ἀσκητήν, τῆς Δοχειαρίου, Μονῆς τὸ θεῖον καλλώπισμα· καὶ τὸν Φιλαδελφείας, Θεόληπτον ὑψίνουν, τὰ σεπτὰ τῆς Τριάδος ἡδύσματα.

Τὸν Θεωνᾶν, πῶς παραβλέψω ἀγέραστον, τὸν λαμπτῆρα Μονῆς Παντοκράτορος, καὶ ἱεράρχην περιφανῆ, τῆς Θεσσαλονίκης; ἢ πῶς τὸν ὄντως Θεόφιλον, τὸν θεῖον Μυροβλύτην, οὗ τιμήσω ἐν λόγοις, οὗ ὀσμὴ ὑπὲρ πάντα ἀρώματα.

Τῆς Ἱερᾶς, Μονῆς Ἰβήρων ὑμνείσθω μοι, ὁ δομήτωρ, Ἰωάννης Ὅσιος· καὶ Ἰωάννης Λαύρας βλαστός· καὶ σὺν αὐτοῖς πάλιν, τὰ τῆς Ἰβήρων βλαστήματα, Ἰάκωβος ὑψίνους, καὶ Ἰάκωβος ἄλλος, οἱ στεῤῥοὶ τοῦ Χριστοῦ ὁσιόαθλοι.

 Θεοτοκίον.

Ὢ τῆς πολλῆς, περὶ τὸ Ὄρος Σου Δέσποινα, προμηθείας! Σὺ γὰρ εἶπας ἔσεσθαι, τοῖς ἐνοικοῦσιν αὐτῷ καλῶς, τῶν πρακτέων πάντων, ἑρμηνευτὴς καὶ διδάσκαλος, τροφεύς τε ἰατρός τε, ἰατρείαν ἣν βούλει, καὶ τροφὴν ψυχῆς ἅμα καὶ σώματος.

ᾨδὴ ε’ Ὁ Εἱρμός.

Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτός ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.

Θεοτοκίον.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.

Κανὼν τῆς ΘεοτόκουὉ φωτίσας τῇ ἐλλάμψει.

Εὐφραίνονται, οὐρανῶν αἱ Δυνάμεις, ὁρῶσαί σε, ἀγάλλονται σὺν αὐταῖς, τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε· ὃν ἐπαξίως δοξάζομεν.

Κινείσθωσαν, πᾶσαι γλῶσσαι βροτεῖαι καὶ ἔννοιαι, πρὸς ἔπαινον τοῦ βροτῶν, ἀληθῶς καλλωπίσματος· ἡ Παρθένος πάρεστι σαφῶς, δοξάζουσα τοὺς πίστει, ταύτης ὑμνοῦντας τὰ θαύματα.

Δοξάζεται, ὕμνος ἅπας σοφῶν καὶ ἐγκώμιον, τῇ Παρθένῳ καὶ Μητρί, τοῦ Θεοῦ προσφερόμενος· τῆς γὰρ δόξης γέγονεν, αὕτη ναὸς τῆς ὑπερθέου· ἣν ἐπαξίως δοξάζομεν.

Τῶν Ὁσίων. Ἵνα τί με ἀπώσω.

Ἰωάσαφ Ὁσίῳ, τῆς Διονυσίου Μονῆς τῷ καυχήματι, προσκομίζω ὕμνον, σὺν αὐτῷ δὲ τιμῷ Ἱερόθεον, τῆς Μονῆς Ἰβήρων, τὸ ἐγκαλλώπισμα καὶ κλέος, τὸν τοῖς πάλαι Ὁσίοις ἐφάμιλλον.

Πρεπωδέστατον ὄντως, Κάλλιστον τὸν μέγαν ἐν ὕμνοις γεραίρεσθαι, τὸ σοφὸν ἐκεῖνο, καὶ θεόπνευστον ὄργανον χάριτος, καὶ τῆς τῶν Ἰβήρων, Μονῆς ἀγλάϊσμα καὶ κλέος, καὶ ποιμένων σεπτὸν ἀρχιποίμενα.

Ὁ ἐξαίρετος ὄρπηξ, Μονῆς τοῦ Ζωγράφου, τιμάσθω ἐν ᾄσμασιν, ὁ τὴν Θεοτόκον, κατιδὼν ὀφθαλμοῖς Κοσμᾶς Ὅσιος· καὶ Κοσμὰς ὁ ἄλλος, ὁ Ἰσαπόστολος αἰνείσθω, Φιλοθέου Μονῆς τὸ ἀγλάϊσμα.

Ἐν Κυρίῳ ἀγάλλου, καὶ σὺ Κουτλουμούσιον, ὅτι ἐξήνθησεν, ἐν τοῖς σοῖς Κελλίοις, ὁ Χριστοῦ ἱερεύς τε καὶ Ὅσιος, Κυπριανὸς Μάρτυς· σὺν τούτῳ δὲ ἀνευφημείσθω, ὁ ἐν Λαύρᾳ οἰκήσας Κωνστάντιος.

Ἐπὶ τέκνοις ὡς μήτηρ, ἡ Διονυσίου Μονὴ ἐπευφραίνεται, τῷ σεπτῷ Ὁσίῳ, Μακαρίῳ Χριστοῦ Νεομάρτυρι, καὶ τῷ Λεοντίῳ, τῷ ἐκ τοῦ τάφου παραδόξως, ἀναβλύσαντι μῦρα πανεύοσμα.

Θεοτοκίον.

Τίς οὐ χαίρει ἀκούων; Τίς ἐπαγγελίαις ταῖς Σαῖς οὐκ ἐφήδεται; Σὺ γὰρ ἔφης Κόρη, τῷ Υἱῷ καὶ Θεῷ Σου συστήσεσθαι, τοὺς καλῶς ἐνταῦθα, τὸ ζῇν τελέσαντας συγγνώμην, τῶν πταισμάτων αὐτῶν ἐξαιτήσασα.

ᾨδὴ ς’ Ὁ Εἱρμός

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.

Θεοτοκίον

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Κανὼν τῆς ΘεοτόκουἘκύκλωσεν ἡμᾶς

Παρίστανται δουλοπρεπῶς τῷ τόκῳ σου, αἱ τάξεις αἱ οὐράνιαι, ἐκπληττόμεναι ἀξίως τὸ τῆς σῆς ἀσπόρου λοχείας Ἀειπάρθενε· σὺ γὰρ ἁγνὴ καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα βουλήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ τοῦ μὴ ὄντος, ὡς παντοδύναμος.

Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, καρπῷ θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου.

Τῶν Ὁσίων. Ἱλάσθητί μοι Σωτήρ.

Τῆς Λαύρας τὸ ἱερόν, θρέμμα τιμήσωμεν ᾄσμασι, τὸν ἄσαρκον ἐν σαρκί, θεοφόρον Μάξιμον, τὸν ἐκ θείου Πνεύματος, πλουσίαν τὴν χάριν, προφητείας εἰσδεξάμενον.

Βατοπεδίου Μονῆς, γεραίρω θεῖα βλαστήματα, Νεόφυτον τὸν κλεινόν, ὅτι φωνῆς ἤκουσε, τῆς ἁγνῆς Θεόπαιδος, καὶ τὸν ἐν Ὁσίοις, διαλάμποντα Νικόδημον.

Διονυσίου Μονῆς, τὸ ἔξοχον ἐγκαλλώπισμα, ὑμνείσθω χρεωστικῶς, Νήφων ὁ θαυμάσιος, Κωνσταντινουπόλεως, ποιμὴν χρηματίσας, καὶ Ὁσίων ἀκροθίνιον.

Εὐφραίνου σεπτὴ Μονή, Δοχειαρίου πλουτήσασα, δομήτορα εὐκλεῆ, τὸν σοφὸν Νεόφυτον, τὸν ἀναβλαστήσαντα, ἀρετὰς παντοίας, ὥσπερ δένδρον ἀγλαόκαρπον.

Ἡ Σκήτη τῶν Καρεῶν, ἀγάλλου ἐν θείῳ Πνεύματι, ἀνθήσασα καὶ αὐτή, τὸν κλεινὸν Νεκτάριον, νέκταρ τὸ γλυκύτατον, ἀρετῆς ἁπάσης, καὶ Ὁσίων τὸν ἐφάμιλλον.

Θεοτοκίον.

Τὴν συμμαχίαν τὴν Σήν, Θεογεννῆτορ δραξάμενοι, ὡς πανοπλίαν στεῤῥάν, οἱ τοῦ Ὄρους Ὅσιοι, ἅπασαν κατέῤῥαξαν, στρατιὰν δαιμόνων, καὶ βραβεῖα νίκης ἔλαβον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας, καὶ ὑποδείξαντας ἐν τούτῳ τὸν βίον, Ἀγγέλων πολιτεύεσθαι, καὶ πλήθη μοναχῶν, ἐν αὐτῷ συνάξαντας, ἀνευφημήσωμεν πάντες, πρὸς αὐτοὺς κραυγάζοντες· ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας ῥύσασθε ἡμᾶς, πληθὺς Ὁσίων τοῦ Ἄθω τὸ καύχημα.

Ὁ Οἶκος.

Ὡς καλὴ ὑπάρχει ἡ ἕνωσις ὑμῶν Πατέρες θεόσοφοι! ὡς τερπνὴ καὶ ἡδίστη, ἡ κοινὴ αὕτη ὑμῶν ἑορτή, ἐν ᾗ πάντες οἱ ἐν τῷ Ὄρει τούτῳ ἐκλάμψαντες Ἅγιοι, ἐνώνυμοί τε ὁμοῦ καὶ ἀνώνυμοι, κοινῆς τῆς εὐφημίας, οἷα κατὰ πνεῦμα ἀδελφοί, ἀπολαύετε! ὡς μῦρον τὸ χεόμενον ἐπὶ κεφαλῆς Ἀαρών, καὶ καταβαῖνον ἐπὶ τὸν πώγωνα, καὶ ὡς δρόσος ἡ ἀερμόνειος. Ἔδει γὰρ ἔδει τοὺς ἐν ἑνὶ τόπῳ τῷ Κυρίῳ εὐαρεστήσαντας, καὶ ἐν μιᾷ ἡμέρᾳ συνεορτάζεσθαι· διὰ τοῦτο καὶ ἡμεῖς οἱ ἐν τῷ Ἄθῳ μονασταὶ καὶ μιγάδες, εἰς ἓν συνελθόντες, χρεωστικῶς ἡμᾶς μακαρίζομεν· καὶ οἱ ἐναγεῖς τοὺς Ἁγίους, συμφώνως ἀναβοῶντες· τόνδε τὸν χῶρον, ὃν εἰς κατοικίαν ἑαυτοῖς ἡρετίσασθε, παντὸς κακοῦ ἀνώτερον διασώζετε· πληθὺς Ὁσίων, τοῦ Ἄθω τὸ καύχημα.

Συναξάριον. Τοῦ Μηναίου. Εἶτα, τὸ παρόν:

Τῇ Β΄ Κυριακῇ τοῦ Ματθαίου, Μνήμη πάντων τῶν Ὁσίων Πατέρων, τῶν ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω λαμψάντων.

Ὄρη παρῆλθε πάντα, τοῦ Ἄθω Ὄρος,

Εὐρωπικῆς γῆς, τῇ ἁγιωνυμίᾳ·

Ἤνθησεν ἄνθη, ἀνθεοτρεφὴς Ἄθως,

Ὄντως νοητά, τούς δε θείους Πατέρας·

Χορὸν Θεουδῆ, τῶν ἐν Ἄθῳ Πατέρων,

Χορὸς γεραίρει, τῶν Μοναστῶν τοῦ Ἄθω.

Πληθὺς Ἀθωνιάς, ἀμφὶ Θόωκον στῆκε Θεοῖο.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’ Ὁ Εἱρμός

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Κανὼν τῆς ΘεοτόκουΣὲ νοητήν.

Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χαῖρε Σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον, ἐκ σοῦ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νέος Ἀδάμ, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισεν ἀληθῶς, ὅν περ νῦν ἱκέτευε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα· Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τῶν Ὁσίων. Παῖδες Ἑβραίων.

Εἷς τῶν Ἁγίων τῶν ἐν Ἄθῳ ἀναδέδεικται, Νήφων ὁ θεοφόρος, ὁ πτηνῶν βίον ζῶν, ἐν τοῖς ὁρίοις Λαύρας, καὶ προφητείας χάρισμα, ἐκ Θεοῦ εἰσδεδεγμένος.

Νεῖλος ὁ Λαύρας Μυροβλύτης, καὶ Νικόδημος, Καυσοκαλύβης ἄνθος, ὁ Χριστῷ ποθητός, ὑπάρχων Νεομάρτυς, μελῳδικοῖς ἐν ᾄσμασιν, ἐπαινείσθωσαν ἀξίως.

Πῶς δὲ τὸν θεῖον Νικηφόρον, ἐξωθήσωμεν, χοροῦ τοῦ τῶν Ὁσίων; ὃς ἡσύχως βιῶν, ἐν τοῖς ἐρημοτέροις, χωρίοις τῶν τοῦ Πνεύματος, ἠξιώθη χαρισμάτων.

Παῦλος ὁ δύω Μονῶν κτίτωρ, Γεωργίου τε καὶ τῆς Ξηροποτάμου, ἀσκητῶν καλλονή, ὁ λάμψας ἐν τῷ τέλει, καθάπερ ἄλλος ἥλιος, ἐν ᾠδαῖς μεγαλυνέσθω.

Ὕμνον προσάδω Παχωμίῳ, Νεομάρτυρι, Χριστοῦ τῷ στεῤῥότάτῳ, τῷ ἐνθέῳ βλαστῷ, Καυσοκαλύβης ὄντι, τῷ δεξαμένῳ στέφανον, τὸν διπλοῦν παρὰ Κυρίου.

Θεοτοκίον.

Δέσποινα κόσμου Σὺ ὑπάρχεις, ἀειπάρθενε, κατεξοχὴν δὲ πέλεις, Ὄρους τούτου ἁγνή, Δέσποινα καὶ προστάτις, ἐκ πάσης αὐτὸ σώζουσα, ἐπηρείας τε καὶ βλάβης.

ᾨδὴ η’ Ὁ Εἱρμός

Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῆς ΘεοτόκουἘν καμίνῳ Παῖδες

Τὴν παστάδα τὴν φωτοειδῆ, ἐξ ἧς ὁ τῶν ἁπάντων Δεσπότης, ὥσπερ νυμφίος προελήλυθε Χριστός, ὑμνήσωμεν ἅπαντες, ἐκβοῶντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ· πιστῶν χαῖρε τὸ τεῖχος, δι’ ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας αἴτιον ἡμῖν, τὸν Κύριον τεκοῦσα, ἱκέτευε ὑπὲρ πάντων, τῶν βοώντων ἐκτενῶς, Παρθένε πανύμνητε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Ὁσίων. Ἑπταπλασίως κάμινον.

Ἡσυχαστῶν ὁ πρώτιστος, τῶν τοῦ Ὄρους γεραίρεται, Πέτρος ὁ ἐν Ἄθῳ, ζήσας, ζωὴν ἄϋλον· ὁ τρέψας ἐν σώματι, τοὺς ἀσωμάτους δαίμονας· ὁ γυμνὸς ᾀεί, τὸν βίον ὅλον διάγων· καὶ Πνεύματος Ἁγίου, δωρεῶν τῶν ἐνθέων, ἀξιωθεὶς πλουσίως, πρεσβείαις τῆς πανάγνου.

Τὸν Ῥωμανὸν τὸν ἔνδοξον, ἀσκητῶν σεμνολόγημα, καὶ Νεομαρτύρων, τοῦ Χριστοῦ τὸ ἥδυσμα, τιμήσωμεν ᾄσμασιν, ὃν Λαύρας ἀνεβλάστησε Σκήτη ἡ σεπτή, Καυσοκαλύβης ὡς ῥόδον, καὶ μαθητὴν οἰκεῖον, ὁ Ἀκάκιος ἔσχεν, ὁ νέος ἐν τοῖς χρόνοις, καὶ παλαιὸς ἀσκήσει.

Σάββας ἀνευφημείσθω μοι, ἱεράρχης ὁ ἔνθεος, ὁ παρὰ Χριστοῦ, θαυμάτων λαβὼν δύναμιν· ὁ Σέρβων βασίλειον, φωτίσας ὥσπερ ἥλιος, σὺν τῷ Συμεών, πατρὶ αὐτοῦ κατὰ σάρκα, υἱῷ δὲ κατὰ πνεῦμα, τῷ ἐκβλύσαντι μῦρα, Μονῆς Χιλανδαρίου, δομήτορες οἱ θεῖοι.

Τῆς Φιλοθέου ἄριστα, Συμεὼν ἡγησάμενον· καὶ τὸν Μυροβλύτην, Σίμωνα τιμήσωμεν, τὸν Πέτρας δειμάμενον, Μονὴν τὴν ὑψιβάμονα, διὰ τῆς ὀμφῆς, τοῦ οὐρανίου ἀστέρος· τὸν δύναμιν θαυμάτων ἐκ Θεοῦ εἰληφότα, καὶ κατὰ ἀκαθάρτων, πνευμάτων ἐξουσίαν.

Σκίρτα καὶ πάλιν χόρευε, ἡ σεπτὴ Μονὴ ἅπασα, τοῦ Διονυσίου, ἡ ἀναβλαστήσασα, τὸν θεῖον Φιλόθεον, τῶν ἀσκητῶν ἀγλάϊσμα· ὃν ἐκ φυλακῆς, ἡ Θεοτοκός Μαρία, ἐῤῥύσατο καὶ πάσης, ἐπηρείας δαιμόνων, καὶ οὗ ἡ θεία κάρα, ὡς ἄστρον λαμπρὸν ὤφθη.

 Θεοτοκίον.

Ἐφ ὑψηλοῦ τοῦ βήματος, καὶ λαμπροῦ θρόνου Δέσποινα, ὤφθης καθημένη, ὅλη ἐξαστράπτουσα, καὶ κύκλῳ Σου ἵσταντο, χοροὶ ἀζύγων ἄμετροι, ἐν μεσημβρινοῖς, ἀκρωτηρίοις τοῦ Ἄθω, καὶ τοῦ Ὄρους κύκλοθεν, ὡσεὶ πύρινοι πύργοι, ἐφαίνοντο τυποῦντες, τοὺς νῦν εὐφημουμένους

ᾨδὴ θ’ Ὁ Εἱρμός

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον

Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Κανὼν τῆς ΘεοτόκουΤύπον τῆς ἁγνῆς

Ῥίζης ἐκ Δαυῒδ ἐβλάστησας, προφητικῶς Παρθένε τοῦ θεοπάτορος, ἀλλὰ καὶ Δαυΐδ, ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.

Ἅπας ἐγκωμίων Πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου, ἀλλὰ Δέσποινα παρ’ ἱκετῶν ἀναξίων μέν, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μετ’ εὐμενείας τὸ ἐφύμνιον.

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου. Διό σε πάντες μεγαλύνομεν.

Τῶν Ὁσίων. Ἐξέστη ἐπὶ τούτῳ.

Ἀγάλλου Βατοπέδης σεπτὴ Μονή, ἡ Ὁσίους πλουτήσασα δώδεκα, καὶ Ἀθλητάς, οἵτινες διήλεγξαν ἀνδρικῶς, κακοδοξίαν ἅπασαν, τῶν λατινοφρόνων καὶ δυσσεβῶν, ὑφ’ ὧν παραδοθέντες, ἀγχόνης τῷ θανάτῳ, διπλοῦς στεφάνους ἐκομίσαντο.

Εὐφραίνου ἡ Ἰβήρων θεία Μονή, ὅτι ὅλην πληθὺν προσενήνοχας, τῷ Ἰησοῦ, Ὁσιομαρτύρων ἀπὸ τῶν σῶν, τέκνων διὰ τῆς ὕδατος, πνιγμονῆς ὡς ἄνακτα Μιχαήλ, καὶ Βέκκον πατριάρχην, τοὺς λατινοφροῦντας, ἀνδρειοφρόνως ἀπελέγξασαν.

Παιάνιζε καὶ χαῖρε καὶ σὺ Μονή, ἡ Ζωγράφου Κυρίῳ προσάξασα, τοὺς σοὺς υἱούς, τέσσαρας καὶ εἴκοσι τῷ ποσῷ, θείους Ὁσιομάρτυρας, ὡς ὁλοκαυτώματα ἱερά, πυρὶ τελειωθέντας, ὡς ἀνδρικῶς τὴν πλάνην, λατινοφρόνων θριαμβεύσαντας.

Καὶ σὺ δὲ σεπτὴ Σκήτη τῶν Καρεῶν, ἵνα τί οὐ χορεύεις καὶ γάννυσαι; Καὶ γὰρ καὶ σύ, τέκνα σου προσήνεγκας τῷ Χριστῷ, στεῤῥοὺς Ὁσιομάρτυρας, ξίφει ἐκτμηθέντας τὰς κεφαλάς, ὡς ὑπερασπισθέντας, τῆς τῶν Πατέρων δόξης, καὶ τὴν λατίνων στηλιτεύσαντας.

Τριαδικόν.

Προσδέχου Παναγία Τριὰς σεπτή, οὓς τὸ Ὄρος τοῦ Ἄθω προσφέρει σοι, ὡς ἀπαρχάς, καὶ ὡς θυμιάματα ἐκλεκτά, πάντας τοὺς ἁγιάσαντας, πρότερον καὶ ὕστερον ἐν αὐτῷ, γνωστούς τε καὶ ἀγνώστους, καὶ ταῖς πρεσβείαις τούτων, ἐκ πάσης βλάβης αὐτὸ φύλαττε.

Θεοτοκίον.

ᾨδάς Σοι εὐχαρίστους πάντες ἡμεῖς, οἱ τὸ Ὄρος οἰκοῦντες προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασώζεις ἡμᾶς ᾀεί, ἐκ πάσης περιστάσεως· τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς· ἀλλὰ δεόμεθά Σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.

Καταβασία: Ἅπας γηγενής…

Ἐξαποστειλάριον. Ἀναστάσιμον.

Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύτας ἔφη· ἰδοὺ Χριστὸς ἐγήγερται· εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ἡμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.

Τῶν Ὁσίων. Γυναῖκες ἀκουτίσθητε.

Ἀγάλλου τὸ ἐπώνυμον, Ὄρος τῆς ἁγιότητος, τοὺς πολιούχους σου βλέπον, καὶ θεοφόρους Πατέρας, συνειλεγμένους ἅπαντας, καὶ τιμωμένους σήμερον, καὶ ἑορτὴν χαρμόσυνον, μετὰ τῶν σῶν οἰκητόρων, κρότει τὴν σύναξιν τούτων.

Θεοτοκίον.

Ἀγάλλου ἀειπάρθενε, τὴν πρόῤῥησίν Σου βλέπουσα, πεπληρωμένην ὡς ἔσται, Ἅγιον τοῦτο τὸ Ὄρος· ὁ γὰρ Πατέρων σύλλογος, οὓς σήμερον γεραίρομεν, φανεὶς ἐν τούτῳ ἅγιος, διὰ τῶν ἔργων σφραγίζει, τὴν προφητείαν Σου Κόρη.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ΄Ἦχος α’

Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.

Καὶ τῶν Ὁσίων δ΄. Τῶν οὐρανίων ταγμάτων.

Τὴν τῶν ἐν Ἄθῳ Πατέρων σεπτὴν ὁμήγυριν, οἱ ἐν τῷ Ἄθῳ πάντες, εὐφημήσωμεν ὕμνοις, τοὺς φίλους τῆς Παρθένου καὶ τοῦ Χριστοῦ, ἐρασμίους θεράποντας, τοὺς ἡμετέρους προστάτας καὶ πρεσβευτάς, ἀεννάους πρὸς τὸν Κύριον.

Ἐπὶ τοῦ Ὄρους τοῦ Ἄθω Πατέρες Ὅσιοι, σωματικῶς ἑστῶτες, τὴν διάνοιαν ὅλην, ὑψώσατε εἰς ὄρη τὰ νοητά, καὶ αἰώνια Ἅγιοι· καὶ ὥσπερ ἄϋλοι ἄγγελοι ἐπὶ γῆς, ἀληθῶς ἐβιωτεύσατε.

Ἐκ ταπεινώσεως ἄκρας θείαν διάκρισιν, ἐξ ἧς διόρασίν τε, καὶ προόρασιν ὄντως, εἰλήφατε Πατέρες παρὰ Θεοῦ, τῇ τοῦ Πνεύματος χάριτι, καὶ προορῶντες καὶ λέγοντες ἀσφαλῶς, ὡς παρόντα τὰ ἐσόμενα.

Τῆς ὑπερφώτου Τριάδος νῦν ἐλλαμπόμενοι, τῇ ἀπροσίτῳ δόξῃ, θεοφόροι Πατέρες, καὶ θείας εὐφροσύνης καὶ χαρμονῆς, ἐμπιπλάμενοι ἔνδοξοι, ὑπὲρ ἡμῶν ἱκετεύσατε ἐκτενῶς, λυτρωθῆναι τῆς κολάσεως.

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν Ὁσίων Πατέρων ὁ χορός, ἐκ διαφόρων πατρίδων ὁρμηθείς, καὶ τὸ Ὄρος οἰκήσας, τὸ παρὰ φύσιν διέφυγε, τὸ κατὰ φύσιν διέσωσε, καὶ τῶν ὑπὲρ φύσιν ἠξίωτι χαρισμάτων· καὶ ἡμῖν τὴν ὁδὸν τῆς ἀσκήσεως, δι’ ἔργων καὶ λόγων ὑπέδειξεν· ὅθεν κατὰ χρέος αὐτοὺς εὐφημοῦντες βοήσωμεν· ὦ πληθὺς Ὁσίων ἡγιασμένη, καὶ πεποθημένη Θεῷ! ὦ μελισσῶ θεοσύλλεκτε, ὁ ἐν ὀπαῖς καὶ σπηλαίοις τοῦ Ὄρους, καθάπερ ἐν σίμβλοις νοητοῖς, τὸ γλυκύτατον μέλι, τῆς ἡσυχίας κηροπλαστήσας! Τριάδος ἡδύσματα· Θεοτόκου ἐντρυφήματα· τοῦ Ἄθω καυχήματα· καὶ τῆς οἰκουμένης σεμνολογήματα· πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογημένη…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

http://akolouthiesorthodox.blogspot.com/2018/07/blog-post_66.html

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s