31 ΜΑΪΟΥ 2020
+ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
+Κυριακῇ ἑβδόμῃ ἀ π ὸ τοῦ Πάσχα , τὴν ἐν Νικαίᾳ π ρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν , τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων .
Ἦ χος πλ.β’ Ἑ ωθιν ὸ ν Ι’
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος πλ.β’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ. γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος πλ. β´ .
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί…Τῶν Πατέρων Ἦχος πλ. δ’
Ὑ περδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…Τῆς Ἑορτῆς Ἦχος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἵός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. β´ .
Τ οῦ τάφου ἀνεωγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Κ ύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
ὁ α’ χορός
Δόξα Πατρί…
Τ ῷ ἑκουσίῳ θανάτῳ σου, ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε καὶ μόνε τῶν ὅλων Σωτήρ, σὺ γὰρ ἐν τῇ σεπτῇ σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας ᾍδου τὸ νῖκος, καὶ θανάτου τὸ κέντρον.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον.
Θ εοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
τὰ Ἀ ναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦ χος πλ. α ’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Τριαδικ ὸ ν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δ ό ξα σο ι ὁ Θε ό ς.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ. Ἦχος πλ. β´
Τ ῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α ’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β ’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;
ὁ β’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
ὁ α’ χορός
Δόξα Πατρί…Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…
ὁ β’ χορός
… σ ὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
ὁ α’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ β’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …
ὁ β’ χορός
… κ αὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Ι ’ (Ιωαν. ΚΑ’,1-14)
Τ ῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν, οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Παιδία, μὴ τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὒ, ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον , καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι , τὸν ἐπενδύτην διεζώσατο — ἦν γὰρ γυμνὸς — , καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον — οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων –, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντηκοντατριῶν, καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τὶς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐ γερθε ὶ ς ἐ κ νεκρ ῶ ν.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν ’ Ψαλμὸς εἰς ἦχον β ’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α´ .
Ἦχος πλ. β´ .Ὁ Εἱρμός.
Ὡ ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
ὁ β’ Χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐ κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ όβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾽ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
Κανὼν τῆς Ἀναλήψεως
ᾠδὴ α’ Ἦχος πλ. α’ Τῷ Σωτῆρι Θεῷ
ὁ α’ χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
ᾌ σωμεν πάντες λαοί, τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσαντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
ὁ β’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τ ῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσῇ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Τ ὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο, συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἄ χραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.
Κανὼν τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. β’ Οὗ ἡ Ἀκροστιχίς.
Τὸν πρῶτον ὑμνῶ, σύλλογον τῶν Ποιμένων.
ᾠδὴ α’ Ὡς ἐν ἠπείρῳ πεζεύσας
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὴν τῶν ἁγίων Πατέρων ἀνευφημῶν, παναγίαν Σύνοδον, τὸ πανάγιον αὐτῆς, ἐν ἐμοὶ χρησμώδημα βοῶν, ἱκετεύω σε Χριστὲ διαφυλάττεσθαι.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ο ἱ θεοφόροι Πατέρες ὡς ἀστραπαί, συνελθόντες σήμερον, σὲ Χριστὲ μονογενῆ, τῷ Πατρὶ συνάναρχον Υἱόν, ὡμολόγησαν τρανῶς καὶ ὁμοούσιον.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ν ύμφης σου τῆς Ἐκκλησίας οἱ εὐκλεεῖς, νυμφοστόλοι Δέσποτα, τὸν τῆς πίστεως σαφῶς, ὁρισμὸν ἐκθέμενοι, χρυσοῦν, ὥσπερ κόσμον εὐπρεπῆ, ταύτην ἐκόσμησαν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Π εποικιλμένη τῇ δόξῃ τῇ θεϊκῇ, ἡ σεπτὴ Βασίλισσα, τῷ Υἱῷ τῷ ἑαυτῆς, καὶ Θεῷ παρίσταται ἡμῖν, σωτηρίαν ψυχικὴν καθικετεύουσα.
ὁ α’ χορός
ᾠδὴ γ´ .
Ἦχος πλ. β´ .Ὁ Εἱρμός.
Ο ὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ εὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ ανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ οῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
Τῆς Ἀναλήψεως
Δυνάμει τοῦ Σταυροῦ σου
ὁ α’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀ νέστης ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνυψώσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.
ὁ β’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Α ἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.
ὁ α’ χορὸς
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἐ ξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν,τὴν ἁγίαν σου Ἀνάληψιν.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἱ κέτευε, ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.
Τῶν Πατέρων
Οὐκ ἔστιν ἅγιος
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥ οὴν καὶ πάθος καὶ τομήν, Ἄρειος ὁ παράφρων, τῇ γεννήσει τῇ θείᾳ, δυσσεβῶς ὁ ἀσεβής, προσάπτων τῷ τμητικῷ, τῶν Πατέρων ξίφει ἀποτέμνεται.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡ ς πάλαι θεῖος Ἀβραάμ, στρατευόμενοι πάντες, οἱ σεπτοὶ θεηγόροι, τοὺς ἐχθρούς σου ἀγαθέ, τοὺς μανιώδεις τῇ σῇ, δυναστείᾳ κραταιῶς ἀπώλεσαν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τ ὸ πρῶτον ἄθροισμα τῶν σῶν, κροτηθὲν Ἱερέων, ὁμοούσιον Σῶτερ, σὲ τῷ ἀνάρχῳ Πατρί, καὶ ποιητῇ τοῦ παντός, γεννηθέντα εὐσεβῶς ἐκήρυξαν.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ο ὐ σθένει λόγος σε βροτῶν, οὐδὲ γλῶσσα Παρθένε, εὐφημεῖν σε ἀξίως, ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησεν.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Κοντάκιον τῆς Ἀναλήψεως (χύμα )
Ἦχος πλ. β’
Τ ὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Καθίσματα τῶν Πατέρων
Ἦχος δ’ Ταχὺ προκατάλαβε
ὁ α’ χορὸς
Φ ωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις, διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
ὁ β’ χορὸς
Δόξα Πατρί… τῶν αὐτῶν
Ἦχος ὁ αὐτὸς Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τ ῶν Νικαέων ἡ λαμπρὰ πόλις σήμερον, ἐκ πάσης γῆς πρὸς ἑαυτὴν συνεκάλεσε, τριακοσίους δέκα καὶ ὀκτὼ Ἀρχιερεῖς, κατὰ τοῦ λαλήσαντος, βλασφημίαν Ἀρείου, καὶ κατασμικρύναντος τῆς Τριάδος τὸν ἕνα, Υἱὸν καὶ Λόγον ὄντα τοῦ Θεοῦ, ὃν καθελόντες τὴν Πίστιν ἐκράτυναν.
ὁ α’ χορὸς
Καὶ νῦν… Τῆς Ἀναλήψεως Ὅμοιον
Ὁ ἀνελθὼν εἰς οὐρανοὺς μετὰ δόξης, καὶ συγκαθίσας τῷ Πατρὶ δεξιόθεν, οὗ οὐδαμῶς κεχώρισαι, φιλάνθρωπε Χριστὲ Πνεῦμα δὲ τὸ ἅγιον, τοῖς σοφοῖς Μαθηταῖς σου, πέμψειν ὑποσχόμενος, καὶ ἡμῶν καταυγάσας, τὰς διανοίας δίδου φωτισμόν, ὡς ἂν ἀπαύστως ὑμνῶμέν σε Δέσποτα.
ᾠδὴ δ’
Ὁ Εἱρμὸς
Χ ριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τ ὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡ ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.
Τῆς Ἀναλήψεως
Εἰσακήκοα Κύριε τὴν ἀκοὴν
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀ νελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι, διὸ βοῶμεν, Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὡ ς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν, Δόξα Χριστὲ τῇ ἀναλήψει σου.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Α ἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων, Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Π αρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστι, Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε, κραυγάζομεν.
Τῶν Πατέρων
Χριστός μου δύναμις
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ν οθεύσας Ἄρειος, φρενὶ ἀγνώμονι, τὴν ὀρθόδοξον πίστιν ταῖς πατρικαῖς, ψήφοις ἐξωστράκισται, τῆς Ἐκκλησίας σεσηπός, ὥσπερ μέλος ὁ δυσώνυμος.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑ πὲρ σοῦ Δέσποτα, ἀγωνιζόμενος, ὁ χορὸς τῶν Πατέρων, σοῦ τοὺς ἐχθρούς, ἄγαν ἐτροπώσατο, καὶ συμφυῆ σὲ τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐδόξασε.
Δόξα Πατρί…
Μ εσίτης γέγονας, Θεὸς καὶ ἄνθρωπος, τοῦ Θεοῦ καὶ ἀνθρώπων, ὅθεν Χριστέ, δύο σὲ ταῖς φύσεσιν, ἕνα γνωρίζοντες Υἱόν, οἱ θεόφρονες ἐκήρυξαν.
Καὶ νῦν… Θεοτοκίον
Ν εκρόν με ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς γὰρ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησεν.
ᾠδὴ ε’
Ὁ Εἱρμὸς
Τ ῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑ ποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι’ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ οὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.
Τῆς Ἀναλήψεως
Ὀρθρίζοντες βοῶμέν σοι
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Π ληρώσας εὐφροσύνης τὰ σύμπαντα, Ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀ γγέλων αἱ δυνάμεις αἰρόμενον, σὲ ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄρατε.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀ πόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον΄ Τῷ βασιλεῖ ἡμῶν δόξα σοι.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Π αρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Τῶν Πατέρων
Τῷ θείῳ φέγγει σου
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡ ραῖοι πόδες ὡς ἀληθῶς, σὲ τῶν κηρυττόντων τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν, πάντων τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων Χριστέ, καὶ πλήθει τῆς εἰρήνης κόσμον συνάπτουσαν.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ οφίαν δύναμιν τοῦ Πατρός, Λόγον ἐνυπόστατον Χριστέ, σὲ συνελθόντες ἐκήρυξαν, οἱ τῆς Παναγίας ἱερωσύνης σεπτῶς, τῷ νόμῳ σφραγισθέντες θεῖοι Διδάσκαλοι.
Δόξα Πατρὶ…
Ὑ δάτων νάματα καθαρά, τῆς διδασκαλίας τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ποτίσαντες, ἐπὶ τῶν ὑδάτων της ἀναπαύσεως νῦν, τρυφᾶτε δι’ αἰῶνος ἀγαλλιώμενοι.
Καὶ νῦν… Θεοτοκίον
Λ υχνίαν πάναγνε φαεινήν, πᾶσιν ἀπαυγάζουσαν Χριστόν, δικαιοσύνης τὸν Ἥλιον, σὲ εἰδότες, μόνη Θεογεννῆτορ ἁγνή, τὴν σὴν νῦν προστασίαν ἐπικαλούμεθα.
ᾠδὴ ς’
Ὁ Εἱρμὸς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ’ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἀ δὰμ κατενήνεκται, δι’ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ’ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ’ ὤμων βαστάσας συνανέστησας.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
Τῆς Ἀναλήψεως
Ἐκύκλωσέ με ἄβυσσος
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἐ σκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον, ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον, Δόξα τῇ ἀνόδῳ σου.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἐ πέστησαν οἱ ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου, Ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ὡ ς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι΄ Μεγάλη Δέσποτα, ἡ φιλανθρωπία σου.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Β άτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.
Τῶν Πατέρων
Τοῦ βίου τὴν θάλασσαν
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π αθεῖν οὐ δεδύνηται, ζιζανίων ὁ σπορεύς, τὸ τῆς προνοίας ἄφατον, τῆς μανίας ἐπώνυμος ὁ κληθείς, Ἰούδαν ζηλώσας γάρ, ὡς ἐκεῖνος ἐῤῥάγη ὁ παμπόνηρος.
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ θεῖος κατάλογος, τῶν Πατέρων ὁ σεπτός, μονογενὲς ἀπαύγασμα, τῆς οὐσίας ἐκλάμψαν τῆς Πατρικῆς, κηρύττει σε Δέσποτα, καὶ πρὸ πάντων γεννηθέντα Υἱόν.
Δόξα Πατρί…
Γ αστὴρ διαῤῥήγνυται, κατὰ λόγον ἡ πηγή, τὴν θολερὰν καὶ ἄποτον, αἱρέσεων πηγάσασα δυσσεβῶν, ἀρότρῳ δεήσεως, Ἱερέων ἐνθέων προμηθέστατα.
Καὶ νῦν…Θεοτοκίον
Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντάκιον
Ἦχος πλ. δ’
Τ ῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν, ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐ ν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ’ ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον, ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως΄ Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Συναξάριον
Τ ῇ ΛΑ’ τοῦ αὐτοῦ μηνός , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.
Στίχοι
Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,
Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!
Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Στίχοι
Πόλου νοητοῦ ἀστέρες σελασφόροι.
Ἀκτῖσιν ὑμῶν φωτίσατε μοι φρένας.
Κατὰ Ἀρείου
Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων,
Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.
Τ αῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ᾠδὴ α’
ὁ α’ χορὸς
ἦχος δ’
Θ είῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ᾠδὴ γ’
ὁ β’ χορός
Ἔ ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην,…
ὁ α’ χορὸς
…κ αὶ Θεὸν τῶν γνώσεων.
ᾠδὴ δ’
ὁ β’ χορός
Ἄ ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Λ υτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
ᾠδὴ ς’
ὁ β’ χορός
Ἱ λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ᾠδὴ ζ’
ὁ α’ χορὸς
Σ ύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
ᾠδὴ η’
ὁ β’ χορὸς
Στίχ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον
Λ ύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ᾨδὴ θ’, Κανὼν Ἀναστάσιμος. – Ὀκτώηχος
Ἦχος πλ. β΄ Ὁ Εἱρμὸς
ὁ α’ χορός
Θ εὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς,Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν».
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Π αθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ θορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ’ ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ εὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.
ᾨδὴ θ’, τῆς Ἀναλήψεως
Ἦχος πλ. α’
Ὁ Εἱρμὸς «Σὲ τὴν ὑπὲρ νοῦν».
ὁ α’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σ ὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.
ὁ β’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σ οῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον· Ἀληθῶς οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Στίχ. Δ όξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Σ ὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον ἰδοῦσαι ἐκραύγαζον· τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Χ αῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἄγγέλοις ὁρῶσα ἐμεγάλυνες.
ᾨδὴ θ’, Κανὼν τῶν Πατέρων
Ἦχος πλ. β΄ Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
ὁ α’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ε ὑρὼν συμμάχους ὑμᾶς συνήθροισε, τῇ κραταιᾷ δυνάμει καθοπλίσας τοῦ Πνεύματος, ὁ Πατρὶ συνάναρχος καὶ σύνθρονος, Λόγος ὁ πρὸ αἰώνων, ὃν νῦν Πανίεροι, σύν ταῖς οὐρανίαις στρατιαῖς, ἀεὶ δοξάζετε.
ὁ β’ χορός
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ν ομὴν Ἀρείου δεινῆς αἱρέσεως, ὡς ἰατροὶ ψυχῶν τε καὶ σωμάτων ἐστήσατε, ἱερῶς τῆς πίστεως τὸ Σύμβολον, πᾶσιν ἐκτεθεικότες· ὃ νῦν κατέχοντες, μνήμην τὴν ὑμῶν, Ἱερουργοί, ἀεὶ δοξάζομεν.
ὁ α’ χορός
Δόξα Πατρί…
Ὡ ς φῶς ὑπάρχων, Χριστέ, πανάχραντον, τῆς τῶν παθῶν ἀχλύος τὴν ψυχήν μου ἐκλύτρωσε, ταῖς πρεσβείαις Δέσποτα τῶν σῶν λειτουργῶν, τῶν νῦν σε κηρυξάντων, ἄναρχον, ἄκτιστον, κτίστην τε τῶν ὅλων, καὶ Θεὸν Πατρὶ συνάναρχον.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ν εκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀρρήτου κυήσεως, Θεοτόκε Δέσποινα· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδὲς σαφῶς διέλυσεν.
Καταβασία
ᾠδὴ θ’.
ὁ α’ χορός
Χ αίροις Ἄνασσα, μητροπάρθενον κλέος.
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὀ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
Ἐ ξαποστειλ ά ριον Ι ’
Τ ιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρω τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ’ ἀνθράκων.
Ἕτερον τῶν Πατέρων – Γυναῖκες ἀκουτίσθητε
ὁ β’ χορός
Π ατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα.
Ἕτερον τῆς Ἀναλήψεως
ὁ α’ χορὸς
Τ ῶν μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον, Ἄρατε πύλας ἄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε,..
ὁ β’ χορός
…πρὸς τήν ἀρχίφωτον δόξαν.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. β´
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἀναστάσιμα δ´ .
Στίχ. Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
Τῶν Πατέρων Προσόμοια
ὁ α’ χορός
Ἦχος πλ. β’ Ὅλην ἀποθέμενοι
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅ λην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὅ λην συγκροτήσαντες,…
ὁ α’ χορός
Στίχ. Ε ὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας.
Ὅ λην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.
ὁ β’ χορός
Στίχ. Σ υναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τούς διατιθεμένους τήν διαθήκην αὐτοῦ ἐπί θυσίαις.
Ὅ λην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. δ’
Τ ῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες, Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)
.
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ’)
Δόξα Πατρὶ …Καὶ νῦν ….
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ.β ’.
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον α’
Ἦχος β’
Στίχ . Ἐ ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . Ὥ ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου·
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Δ ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον β’
Στίχ . Ὁ Θεός ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀ λληλούϊα.
Στίχ . Κ ύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…
Στίχ . Δ εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…
Στίχ . Σ χολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…..
Δόξα Πατρί…Καὶ νῦν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ ’
Ἦχος δ’
Στίχ . Π άντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτ ὴ ς το ῦ κ ό σμου.
Στίχ . Ὅ τι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Ἀ νελήφθης ἐν δόξῃ…
Στίχ . Ἐ βασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
Ἀ νελήφθης ἐν δόξῃ…
Εἰσοδικὸν
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος πλ. β´ .
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῆς Ἑορτῆς Ἦχος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
τῶν Πατέρων Ἦχος πλ. δ’
Ὑ περδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
κοντάκιον τῆς Ἀναλήψεως
Ἦχος πλ. β’
Τ ὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.
Τρισάγιον
᾽Απόστολος
Κυριακῆς ζ´ τῶν Πράξεων· ( Πράξ. Κ’16-18, 28-36 ).
ᾨδὴ τῶν Πατέρων
Ε ὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅ τι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
Ἐ ν ταῖς ἡμέραις ἐκείναις, ἔκρινεν ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον͵ ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ΄ ἔσπευδε γὰρ εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς΄ Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ͵ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους͵ ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ͵ ἣν περιεποιήσατο διὰ τοῦ αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου΄ καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε͵ μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ΄ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων͵ μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε΄ Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σ ὺ ν π ᾶ σιν α ὐ το ῖ ς προσ η ύ ξατο .
Ἀ λληλούϊα (γ΄)
Εὐαγγέλιον
Κυριακῆς τῶν Πατέρων
Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰωάν. Ιζ’ 1-13).
Τ ῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε΄ Πάτερ͵ ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν͵ ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε΄ καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός͵ ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή͵ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς΄ τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Καὶ νῦν δόξασόν με, σύ Πάτερ͵ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας͵ καὶ τὸν λόγον σου τετηρήκασι. Νῦν ἔγνωκαν, ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι, δέδωκα αὐτοῖς΄ καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς, ὅτι παρὰ σοῦ ἐξῆλθον͵ καὶ ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι͵ ὅτι σοί εἰσι. Καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά΄ καὶ δεδόξασμαι ἐν αὐτοῖς. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ͵ καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί͵ καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε͵ τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι͵ ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. Ὅτε ἤμην μετ΄ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου΄ οὓς δέδωκάς μοι ἐφύλαξα͵ καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας͵ ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι͵ καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμ έ νην ἐ ν α ὐ το ῖ ς .
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
ἦχος πλ.β’
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Ἀ ντ ὶ το ῦ «Ε ἴδομεν τὸ φῶς…» λ έ γεται τ ό ,
Τῆς Ἑορτῆς Ἦχος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«…῾Ο ἀναστάς ἐκ νεκρῶν καί ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς Χριστός ὁ ἀληθινός Θεός…».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.