28 ΜΑΪΟΥ 2020
Τ ῌ ΠΕΜΠΤ ῌ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ
Τ ῇ Π έ μπτ ῃ τ ῆ ς ἕ κτης Ἑ βδομ ά δος ἀ π ὸ το ῦ Π ά σχα, τ ὴ ν Ἀ ν ά ληψιν ἑ ορτ ά ζομεν το ῦ Κυρ ί ου κα ὶ Θεο ῦ κα ὶ Σωτ ῆ ρος ἡ μ ῶ ν Ἰ ησο ῦ Χριστο ῦ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’χορὸς
Ἦ χος δ’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’χορὸς
Στ ί χ. α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’χορὸς
Στ ί χ. β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’χορὸς
Στ ί χ.γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’χορὸς
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
ὁ β’χορὸς
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…
ὁ α’χορὸς
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετὰ τὴν α´ Στιχολογίαν.
Κ ά θισμα Ἦ χος α’
ὁ α’χορὸς
Το ῦ λ ί θου σφραγισθ έ ντος
Ἀ γγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπῄρθησαν Σωτήρ, διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι, Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε.
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Ἀ γγέλων θαυμαζόντων,…
Μετὰ τὴν β´ Στιχολογίαν.
Κ ά θισμα Ἦ χος γ’
ὁ α’χορὸς
Τ ὴ ν ὡ ραι ό τητα
Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος, ἣν περ ἀνείληφε, φύσιν ἀνθρώπειον, θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη, Ἄγγελοι προτρέχοντες, Ἀποστόλοις ἐδείκνυον, τοῦτον πορευόμενον, εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς, αὐτῷ δὲ προσκυνήσαντες ἔλεγον΄ Δόξα Θεῷ τῷ ἀναληφθέντι.
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Ὁ προαιώνιος Θεὸς καὶ ἄναρχος,…
Μετ ὰ τ ὸ ν Πολυ έ λεον
Κ ά θισμα Ἦ χος πλ. α’
ὁ α’χορὸς
Τ ὸ ν συν ά ναρχον Λ ό γον
Κ ατελθὼν οὐρανόθεν εἰς τὰ ἐπίγεια, καὶ τὴν κάτω κειμένην ἐν τῇ τοῦ ᾍδου φρουρᾷ, συναναστήσας ὡς Θεός, Ἀδαμιαίαν μορφήν, τῇ Ἀναλήψει σου Χριστέ, εἰς οὐρανούς ἀναγαγών, τῷ θρόνῳ τῷ πατρικῷ σου, συγκάθεδρον ἀπειργάσω, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Κ ατελθὼν οὐρανόθεν εἰς τὰ ἐπίγεια,…
Τ ὸ α’ Ἀ ντ ί φωνον το ῦ δ’ Ἤ χου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
ὁ β’χορὸς
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
ὁ α’ χορός
Στ ί χ. Π άντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐ ν φων ῇ σ ά λπιγγος.
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Ἱερεὺς: Ἐ κ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ΜΑΡΚΟΥ 16,9-20
Ἀ ναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κᾀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς ΄ Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀ μ ή ν.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ὁ Ν’ ψαλμὸς ( χύμα )
ὁ α’χορὸς
Δόξα Πατρί… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων πρεσβείαις, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’χορὸς
Στ ί χ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦ χος πλ. β’
Σ ήμερον ἐν οὐρανοῖς, αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι, Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον δεσπότην, τὰς οὐρανίους πύλας αἴρειν διεκελεύοντο. Μεθ’ ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐκεῖθεν πάλιν ἐρχόμενον, ὡς κριτήν τῶν ἁπάντων, κα ὶ Θε ὸ ν παντοδ ύ ναμον.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Ο ἱ Καν ό νες , ὁ το ῦ Ἤ χου πλ. α’ μετ ὰ τ ῶ ν ε ἱ ρμῶν’ [ ἄ νευ Στ ί χων]
Πο ί ημα Ἰ ω ά ννου Μοναχο ῦ
ὁ α’ χορός
ᾠ δ ὴ α’ Ἦ χος πλ. α’ Ὁ ε ἱ ρμ ὸ ς
Τ ῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
ὁ β’χορὸς
Τ ῷ Σωτῆρι Θεῷ,…
ὁ α’χορὸς
ᾊ σωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
ὁ β’χορὸς
Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο, συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.
ὁ α’ χορός
Τ ῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.
ὁ β’χορὸς Θεοτοκ ί ον
Ἄ χραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.
Καν ὼ ν το ῦ δ’ Ἤ χου
Ο ὗ ἡ ἀ κροστιχ ὶ ς κατ’ ἀ λφ ά βητον
Ἐ ν δ ὲ τ ῇ η’ κα ὶ θ’ ᾠδ ῇ
Πο ί ημα Ἰ ωσ ὴ φ το ῦ Θεσσαλον ί κης
ὁ α’ χορός
Ἀ νο ί ξω τ ὸ στ ό μα μου
Ἀ νέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής.
ὁ β’χορὸς
Β οᾷ ἐμφανέστατα, ψάλλων Δαυΐδ ὁ θεόπνευστος, Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Γ ηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα τῇ δόξῃ σου.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…Θεοτοκ ί ον
Δ εσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὃν περ οὐ κατέλιπε, κᾂν σάρκα εἴληφε.
ᾠ δ ὴ γ’ Ὁ ε ἱ ρμ ὸ ς
ὁ α’ χορός
Δ υνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν.
ὁ β’χορὸς
Ἀ νῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.
ὁ α’ χορός
Α ἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.
ὁ β’χορὸς
Ἐ ξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν.
ὁ α’ χορός
Τ ὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας, καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαὐτῷ ἡμᾶς ἐδόξασας.
ὁ β’χορὸς
Θεοτοκ ί ον
Ἱ κέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.
Ἄ λλος
ὁ α’ χορός
Το ὺ ς σο ὺ ς ὑ μνολ ό γους
Ἐ πάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.
ὁ β’χορὸς
Ζ ητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων σε.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἡ γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…Θεοτοκ ί ον
Θ ανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Κ ά θισμα Ἦ χος πλ. δ’. – Τ ὴ ν Σοφ ί αν κα ὶ Λ ό γον
ὁ α’ χορός
Ἐ πιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ Πνεύματι, ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ’ ἄτρεπτος ἔμεινας, ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα, Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου.
ᾠ δ ὴ δ’ Ὁ ε ἱ ρμ ὸ ς
Ε ἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι’ αὐτοῦ, καὶ ἐβόησα, Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀ νελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι, Διὸ βοῶμεν, Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.
Ὡ ς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν, Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.
Α ἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων, Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Ἡ Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστί, Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.
Ἄ λλος. Ὁ καθ ή μενος ἐ ν δ ό ξ ῃ
Ἰ ησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν, Ἐλαιῶν εἰς ὄρος, ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν, οὓς οὐδαμῶς καταλέλοιπε.
Κ όσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει, Ἄγγελοι σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος ἡμῖν ἀγαθότητι.
Δόξα Πατρὶ…
Λ ύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν, πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν, Ἰησοῦ παντοδύναμε.
Κα ὶ ν ῦ ν…Θεοτοκ ί ον
Μ ακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε, τὸν γὰρ τὴν κοιλίαν ᾍδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι, ὃν ἱκέτευε σῶσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
ᾠ δ ὴ ε’ Ὁ ε ἱ ρμ ὸ ς
Ὀ ρθρίζοντες βοῶμέν σοι, Κύριε, σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Π ληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.
Ἀ γγέλων αἱ δυνάμεις, αἰρόμενον σὲ ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄρατε.
Ἀ πόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν δόξα σοι.
Π αρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Ἄ λλος. Ἐ ξ έ στη τ ὰ σ ύ μπαντα
Ν εκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας, ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κἀκεῖθεν ἀνέδραμες Χριστέ, πρός, τὸν σὸν Γεννήτορα, νεφέλῃ ἐποχούμενος.
Ξ ένη σου ἡ Γέννησις ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις, ἣν ἐξεικονίζων Ἠλιού, τέθριππος ἀνήρχετο, ἀνυμνῶν σε φιλάνθρωπε.
Δόξα Πατρὶ…
Ὁ ρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι, Ἄνδρες Γαλιλαῖοι, τὶ θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος.
Κα ὶ ν ῦ ν…Θεοτοκ ί ον
Π αρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον.
ᾠ δ ὴ ς’ Ὁ ε ἱ ρμ ὸ ς
Ἐ κύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.
Ἐ σκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον, Δόξα τῇ ἀνόδῳ σου.
Ἐ πέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου, ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.
Ὡ ς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι, μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου.
Β άτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.
Ἄλλος. Τ ὴ ν θε ί αν τα ύ την
Ῥ ανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς νεφέλῃ γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄνεισι σήμερον.
Σ αρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν, φιλάνθρωπε, καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια.
Δόξα Πατρὶ…
Τ ί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι, Χριστὸν ὁρῶντες ἐφθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα.
Κα ὶ ν ῦ ν…Θεοτοκ ί ον
Ὑ μνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμέν σου τὴν ἄῤῥητον γέννησιν, δι’ ἧς ἐῤῥύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερὰς τοῦ ᾍδου, Ἁ γν ὴ καθε ί ρξεως.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντ ά κιον Α ὐ τ ό μελον
Ἦ χος πλ. β’
Τ ὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐ γ ώ ε ἰ μι μεθ’ ὑ μ ῶ ν, κα ὶ ο ὐ δε ὶ ς καθ’ ὑ μ ῶ ν.
Ὁ Ο ἶ κος
Τ ὰ τῆς γῆς ἐπὶ τῆς γῆς καταλιπόντες, τὰ τῆς τέφρας τῷ χοΐ παραχωροῦντες, δεῦτε ἀνανήψωμεν, καὶ εἰς ὕψος ἐπάρωμεν, ὄμματα καὶ νοήματα, πετάσωμεν τὰς ὄψεις ὁμοῦ καὶ τὰς αἰσθήσεις, ἐπὶ τὰς οὐρανίους πύλας οἱ θνητοί, νομίσωμεν εἶναι τοῦ Ἐλαιῶνος εἰς ὄρος, καὶ ἀτενίζειν τῷ λυτρουμένῳ ἐπὶ νεφέλης ἐποχουμένῳ, ἐκεῖθεν γὰρ ὁ Κύριος εἰς οὐρανοὺς ἀνέδραμεν, ἐκεῖ καὶ ὁ φιλόδωρος τὰς δωρεὰς διένειμε τοῖς, Ἀποστόλοις αὐτοῦ, καλέσας ὡς Πατήρ, καὶ στηρίξας αὐτούς, ὁδηγήσας ὡς Υἱούς, καὶ λέξας πρὸς αὐτούς, οὐ χωρίζομαι ὑμῶν, Ἐ γ ώ ε ἰ μι μεθ’ ὑ μ ῶ ν, κα ὶ ο ὐ δε ὶ ς καθ’ ὑ μ ῶ ν.
Συναξ ά ριον
Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς.
Στίχοι
Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ!
Θείας τετευχώς, Εὐτυχές, κληρουχίας,
Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Στίχοι
Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει
Οὐχ Ἑλικῶνα, ἀλλ’ Ἐδὲμ τρυφὴν ἔχει.
Τ ῇ α ὐ τ ῇ ἡ μ έ ρᾳ Π έ μπτῃ τ ῆ ς ἕ κτης Ἑ βδομ ά δος ἀ π ὸ το ῦ Π ά σχα , τ ὴ ν Ἀ ν ά ληψιν ἑ ορτ ά ζομεν το ῦ Κυρ ί ου κα ὶ Θεο ῦ κα ὶ Σωτ ῆ ρος ἡ μ ῶ ν Ἰ ησο ῦ Χριστο ῦ .
Στ ί χοι
Ἐκ δεξιᾶς καθίσας πατρικῆς Λόγε,
Μύσταις παρασχὼν πίστιν ἀσφαλεστέραν.
Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀ μ ή ν.
Καταβασ ί αι
ᾠ δ ὴ α’ . – Ἦ χος δ’
ὁ α’ χορός
Θ είῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
ᾠ δ ὴ γ’
ὁ β’ χορὸς
Ἔ ρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην,…
ὁ α’ χορός
…κ αὶ Θεὸν τῶν γνώσεων.
ᾠ δ ὴ δ’
ὁ β’ χορὸς
Ἄ ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
ᾌδουσι΄ Δόξα τῷ κράτει σου, Κύριε.
ᾠ δ ὴ ε’
ὁ α’ χορός
Λ υτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
ᾠ δ ὴ ς’
ὁ β’ χορὸς
Ἱ λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
ᾠ δ ὴ ζ’
ὁ α’ χορός
Σ ύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει τοῦ βοᾷν, Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
ᾠ δ ὴ η’
ὁ β’ χορὸς
Στ ί χ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, και προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον
Λ ύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ δημιουργηθεῖσα σ ύ μπασα κτ ί σις.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’ Ὁ ε ἱ ρμ ὸ ς
ὁ α’ χορός
Σ ὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
ὁ β’χορὸς
Σ ὲ τὸν λυτρωτὴν τοῦ κόσμου, Χριστὸν τὸν Θεόν, οἱ Ἀπόστολοι βλέποντες, ἐνθέως ὑψούμενον, μετὰ δέους σκιρτῶντες ἐμεγάλυνον.
ὁ α’ χορός
Σ οῦ τὴν θεωθεῖσαν σάρκα ὁρῶντες Χριστέ, ἐν τῷ ὕψει οἱ Ἄγγελοι, ἀλλήλοις διένευον, Ἀληθῶς οὗτός ἐστὶν ὁ Θεὸς ἡμῶν.
ὁ β’χορὸς
Σ ὲ τῶν ἀσωμάτων τάξεις Χριστὲ ὁ Θεός, ἐν νεφέλαις αἰρόμενον ἰδοῦσαι ἐκραύγαζον, Τῷ τῆς δόξης Βασιλεῖ πύλας ἄρατε.
ὁ α’ χορός
Σ ὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναβάσει σου ἀνυψώσαντα, τοῦτον μεγαλύνομεν.
ὁ β’χορὸς Θεοτοκ ί ον
Χ αῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὃν ἐκύησας, σήμερον, ἐκ γῆς ἀνιπτάμενον, σὺν Ἄγγέλοις ὁρῶσα ἐμεγάλυνες.
Ἄ λλος Ἅ πας γηγεν ὴ ς
Μεγαλυν ά ριον
ὁ α’ χορός
Ἄ γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὢ τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.
ὁ β’χορὸς
Ἄ γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Σ τίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν, Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κᾀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἄ γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ἤ ρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν τῶν οὐρανῶν τοῦ σαρκὶ πτωχεύσαντος, , καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος, Πανηγυρίσωμεν, καὶ συμφώνως πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Ἄ γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Θεοτοκ ί ον
Φ ῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε, διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.
Καταβασ ί α
ὁ α’ χορός
Χ αίροις Ἄνασσα, μητροπάρθενον κλέος,
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως,
Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
Νοεῖν, ὅθεν σε συμφ ώ νως δοξ ά ζομεν .
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐ ξαποστειλ ά ριον Α ὐ τ ό μελον
Ἦ χος β’
ὁ α’ χορός
Τ ῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον΄ ᾌρατε πύλας ᾄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.
ὁ β’ χορός
Τ ῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης,…
ὁ α’ χορός
Τ ῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον ᾌρατε πύλας ᾄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε,…
ὁ β’ χορός
…πρ ὸ ς τ ή ν ἀ ρχ ί φωτον δ ό ξαν.
AINOI
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦ χος α’ Τ ῶ ν ο ὐ ραν ί ων ταγμ ά των
Ἀ γγελικῶς οἱ ἐν κόσμῳ, πανηγυρίσωμεν, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, κραυγάζοντες τὸν ὕμνον, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος, Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἀ γγελικῶς οἱ ἐν κόσμῳ,…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ο ἱ ἀρχηγοὶ τῶν Ἀγγέλων, κατανοοῦντες Σωτήρ, τὸ τῆς ἀνόδου ξένον, διηπόρουν ἀλλήλοις, Τίς ἡ θέα αὕτη; ἄνθρωπος μέν, τῇ μορφῇ ὁ ὁρώμενος, ὡς δὲ Θεός, ὑπεράνω τῶν οὐρανῶν, μετὰ σώματος ἀνέρχεται.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ο ἱ Γαλιλαῖοι ὁρῶντες, ἀναληφθέντα σε, ἀπὸ τοῦ Ἐλαιῶνος, μετὰ σώματος Λόγε, ἤκουον Ἀγγέλων, βοώντων αὐτοῖς΄ Τί ἑστήκατε βλέποντες; οὗτος ἐλεύσεται πάλιν μετὰ σαρκός, καθ’ ὃν τρόπον ἐθεάσασθε.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Ἦ χος β’
Ἐ τέχθης, ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν…
ὁ β’ χορός
…κ αὶ δοξάζειν σου τὴν θεότητα.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ ἀπολυτίκιον τῆς ἑορτῆς
ὁ β’ χορός
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτ ὴ ς το ῦ κ ό σμου.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον α’
Ἦχος β’
Στίχ . Ἐ ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . Ὥ ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου·
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Δ ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον β’
Στίχ . Ὁ Θεός ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀ λληλούϊα.
Στίχ . Κ ύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…
Στίχ . Δ εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…
Στίχ . Σ χολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…..
Δόξα Πατρί…Καὶ νῦν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ ’
Ἦχος δ’
Στίχ . Π άντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτ ὴ ς το ῦ κ ό σμου.
Στίχ . Ὅ τι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Ἀ νελήφθης ἐν δόξῃ…
Στίχ . Ἐ βασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
Ἀ νελήφθης ἐν δόξῃ…
Ε ἰ σοδικ ὸ ν
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς,…
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Α ὐ τ ό μελον – Ἦ χος πλ. β’
Τ ὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, κα ὶ ο ὐ δε ὶ ς καθ’ ὑ μ ῶ ν.
Τρισάγιον
᾽Απόστολος
Προκε ί μενον Ἦ χος βαρ ὺ ς
Ὑ ψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
Στ ί χ. Ἑ τοίμη ἡ καρδία μου ὁ Θεός.
Πρ ά ξεων τ ῶ ν Ἀ ποστ ό λων τ ὸ Ἀ ν ά γνωσμα
Τ ὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὦ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες΄ Κύριε͵ εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς΄ Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ΄ ὑμᾶς͵ καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη͵ καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ͵ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ͵ οἳ καὶ εἶπον΄ Ἄνδρες Γαλιλαῖοι͵ τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ΄ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος͵ ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββ ά του ἔ χον ὁ δ ό ν .
Ἀ λληλο ύ ϊα (γ’) Ἦ χος β’
Στ ί χ. Π άντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος.
Ε ὐ αγγ έ λιον
Ἑ ωθιν ὸ ν ς’
Ἐ κ το ῦ κατ ὰ Λουκ ᾶ ν ( κδ’, 36-53)
Τ ῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν, ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀ μ ή ν .
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τὸ Ἐξαιρέτως
ᾠ δ ὴ θ’ Ὁ ε ἱ ρμ ὸ ς ἦχος πλ. α’
Σ ὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλ ύ νομεν.
Κοινωνικ ὸ ν
Ἀ νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Ἀ λληλούϊα.
Ἀ ντ ὶ το ῦ «Ε ἴδομεν τὸ φῶς…»
ψάλλει τ ό ,
Ἀ πολυτ ί κιον Ἦ χος δ’
Ἀ νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«…῾Ο ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ὁ ἀληθινός Θεός…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Καλησπέρα σας, θα ήθελα σας παρακαλώ πολύ να με ενημερώσετε γιατί δεν λαμβάνω mail με τις ακολουθίες εδώ και αρκετό καιρό. Ευχαριστώ πολύ.
Αποκτήστε το Outlook για Android
________________________________