27 MAΪΟΥ 2020
+ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ
ΟΡΘΡΟΣ
ὁ Προεξάρχων θυμιῶν:
Δ όξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦ χος πλ. α’
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λ έγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Ε ἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στ ί χ. α’ Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. β’ Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. γ’ Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. δ’ Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Δ ό ξα Πατρὶ …
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Κα ὶ ν ῦ ν…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Ε ἶ τα ὁ προεξάρχων , γεγονωτ έ ρᾳ φων ῇ
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
ὁ β’ χορ ὸ ς …
…κ αὶ τοῖς ἐν τοῖς μνήμασι ζω ὴ ν χαρισ ά μενος.
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ Καν ώ ν , ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια
ᾠ δ ὴ α’
ὁ α’χορὸς
Ἦ χος α’ ε ἱ ρμ ὸ ς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κ αθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κ αθαρθῶμεν τὰς αἰσθήσεις,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Ο ὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Ο ὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,…
ὁ α’χορὸς
Καταβασ ί α
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ᾠ δ ὴ γ’
ὁ α’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Δ εῦτε πόμα πίωμεν καινόν,…
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν ῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν ῦν πάντα πεπλήρωται φωτός,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Χ θὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Χ θὲς συνεθαπτόμην σοι Χριστὲ…
ὁ α’χορὸς
Καταβασ ί α
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Ἡ Ὑ πακο ή( χύμα) Ἦ χος δ’
Π ρολαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
ᾠ δ ὴ δ’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,…
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄ ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄ ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν…
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ …
Ὡ ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Καταβασ ί α
ὁ β’χορὸς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα΄ Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι ἀ γαθ ὸ ς κα ὶ φιλ ά νθρωπος…
ᾠ δ ὴ ε’
ὁ α’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος…
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὴν ἄμετρόν σου εὐσπλαγχνίαν,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Π ροσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Π ροσέλθωμεν λαμπαδηφόροι,…
Καταβασ ί α
ὁ α’χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι ἡ γ ί ασται…
ᾠ δ ὴ ς’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φ υλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φ υλάξας τὰ σήμαντρα σῷα Χριστέ,…
ὁ β’χορὸς
Δ ό ξα Πατρί…
Σ ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Σ ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον…
Καταβασ ί α
ὁ β’χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ε ἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ το ῖ ς πεσο ῦ σι παρ έ χων ἀ ν ά στασιν.
Ὁ Ο ἶ κος
Τ ὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ’ ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ το ῖ ς πεσο ῦ σι παρ έ χων ἀ ν ά στασιν.
Συναξ ά ριον
Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Στίχοι
Ἔλαιον Ἑλλάδιος ἱερωσύνης,
Αἵματι συνέμιξε τοῦ μαρτυρίου.
Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.
Τ ῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος.
Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.
Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.
Τ αῖς αὐτων ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
( Ἀναγινώσκεται ἐκ τρίτου)
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
( Ἀναγινώσκεται ἐκ τρίτου)
ᾠ δ ὴ ζ’
ὁ α’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,…
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γ υναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γ υναῖκες μετὰ μύρων θεόφρονες,…
ὁ α’χορὸς
Δ ό ξα Πατρί…
Θ ανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Ὡ ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Καταβασ ί α
ὁ α’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ε ἴ η τ ὸ κρ ά τος…
ᾠ δ ὴ η’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,…
ὁ β’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δ εῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στίχ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δ εῦτε τοῦ καινοῦ τῆς ἀμπέλου…
ὁ β’χορὸς
Ε ὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
ᾎ ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Π άτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’χορὸς
Καταβασ ί α
Στίχ. Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον.
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι η ὐ λ ό γηται…
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’
ὁ α’χορὸς
Στίχ. Μ εγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.
ὁ ε ἱ ρμ ὸ ς
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Στίχ. Μ εγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,…
ὁ α’χορὸς
Στίχ. Χ ριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’χορὸς
Στίχ. Σ ήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Στίχ. Μ εγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Στίχ. Χ αῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,…
Καταβασ ί α
ὁ α’χορὸς
Στίχ. Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὲ α ἰ νο ῦ σι…
Ἐ ξαποστειλ ά ριον α ὐ τ ό μελον
ὁ α’χορὸς
Ἦ χος β’
Σ αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ β’χορὸς
Σ αρκὶ ὑπνώσας
ὁ α’χορὸς
Σ αρκὶ ὑπνώσας ….
ὁ β’χορὸς
… το ῦ κ ό σμου σωτ ή ριον.
AINOI
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὑ μνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ ὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.
Ε ἶ τα τ ὰ Στιχηρ ὰ το ῦ Π ά σχα μετ ὰ τ ῶ ν Στ ί χων α ὐ τ ῶ ν.
ὁ α’ χορός
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Π άσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
ὁ β’ χορός
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δ εῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
ὁ α’ χορός
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Α ἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
ὁ β’ χορός
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Π άσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
ὁ α’ χορός
Ἀ ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,…
ὁ β’ χορός
…Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’ χορός
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Μετὰ τὸ «Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός… »
Ἦ χος πλ. α’
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στ ί χ. α’ Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. β’ Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. γ’ Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. δ’ Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Δ ό ξα Πατρὶ …
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Κα ὶ ν ῦ ν…
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Ε ἶ τα ὁ προεξάρχων , γεγονωτ έ ρᾳ φων ῇ
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
…κ αὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισ ά μενος.
Α Ν Τ Ι Φ Ω Ν Α
Ἀ ντ ί φωνον α’
Ἦ χος β’
Στ ί χ. Ἀ λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στ ί χ. Ψ άλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Ε ἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Π ᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον β’
Ἦ χος ὁ α ὐ τ ὸ ς
Στ ί χ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στ ί χ. Τ οῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ἐ ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ε ὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον γ’
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Α ὓτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χ ριστὸς ἀνέστη…
Ε ἰ σοδικ ὸ ν
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.
Ε ἶ τα τ ὸ
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Ἡ Ὑ πακο ὴ Ἦ χος δ’
Π ρολαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ε ἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρ έ χων ἀ ν ά στασιν.
Ἀ ντ ὶ δ ὲ το ῦ Τ ρ ι σ α γ ί ο υ
Ὅ σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀ λληλούϊα.
᾽Απόστολος
Προκε ί μενον Ἦ χος πλ. δ’
Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Στ ί χ. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρ ά ξεων τ ῶ ν Ἀ ποστ ό λων τ ὸ Ἀ ν ά γνωσμα
Ἐ ν ταῖς ἡμέραις ἐκείναις, κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβάς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινά, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. ᾿Ιουδαῖος δέ τις ᾿Απολλὼς ὀνόματι, ᾿Αλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ῎Εφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα ᾿Ιωάννου· οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ ᾿Ακύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ᾿Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς ᾿Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστ ὸ ν ᾿ Ιη σο ῦ ν .
Ἀ λληλούϊα (γ’)
Εὐαγγέλιον
Ἐ κ το ῦ κατ ὰ Ἰ ω ά ννην
Ε ἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς». Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀ λλ’ ἵ να σ ώ σω τ ὸ ν κ ό σμον .
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εἰς τὸ Ἐξαιρέτως
Ἦ χος α’
Στ ί χ. Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει το ῦ τ ό κου σου.
Κοινωνικ ὸ ν
Ἦ χος α’
Σ ῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
Ἀντὶ τοῦ «Ε ἴδομεν τὸ φῶς …» καὶ τοῦ «Ε ἴ η τ ὸ ὄ νομα Κυρ ί ου ε ὐ λογημ έ νον…» λέγεται τό,
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπόλυσις: Διαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν… ».
ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη ».
῾Ο Λαός: «᾽Αληθῶς ἀνέστη », τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει ».
῾Ο Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν ».
ὁ Προεξάρχων: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη… » (ὅλον), καί
῾Ο Λαός: ᾽Αντιφωνεῖ· «᾽Αληθῶς ἀνέστη ὁ Κύριος ».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.