ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων , μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης._2020

21 ΜΑΪΟΥ 2020

+Μνμη τν γων νδξων, θεοστπτων, κα σαποστλων,
μεγλων Βασιλων, Κωνσταντνου κα λνης.

Ποιοι είναι ο Άγιος Κωνσταντίνος και η Αγία Ελένη που γιορτάζουν ...

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ δὲ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρί… Ἦχος πλ. δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον.

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῷσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα  Ἦχος γ’. Θείας πίστεως

Νέος γέγονας, Δαυΐδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον, σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε. Ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, ὅθεν ἔλαβες, καὶ σκῆπτρον Σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. 

ὁ β’ χορὸς

Δξα Πατρὶ…Καὶ νῦν…τῆς Ἑορτῆς χος δ’Ὁ ὑψωθεὶς ἐν τῷ   Σταυρῷ 

γαλλιάσθω οὐρανὸς εὐφραινέσθω, τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου ἐπιφανεὶς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δὲ γυναικὶ Σαμαρείτιδι, ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα  Ἦχος πλ. β’. Σήμερον τὸ προφητικόν.

λκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι’ ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ  θεόφρονι.

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν… Κθισμα τῆς Σαμαρείτιδος χος πλ.β’

ς τῇ  πιστῇ Σαμαρείτιδι Κύριε, τῆς Θεότητος τῆς σῆς τὴν πηγὴν ἠνέῳξας, καὶ ἔβλυσας θεογνωσίαν ἐπ’ αὐτήν, ἀρδεύων πόμα θεόληπτον, καὶ νῦν πᾶσιν ἡμῖν κατάπεμψον, πταισμάτων ἱλασμὸν ὑπεράγαθε.

ὁ α’χορὸς

Μετὰ τὸν Πολυέλεον

Κάθισμα  Ἦχος δ’. Ταχὺ προκατάλαβε

εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θεόπνευστε, σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.

ὁ β’χορὸς

Δξα Πατρί… Καὶ νῦν… Κθισμα τῆς Ἑορτῆς Ταχὺ προκατάλαβε

κ φρέατος νάματα, τοῦ γεηροῦ καὶ φθαρτοῦ, ἐλθοῦσα ὡς σύνηθες, ἡ Σαμαρεῖτις ἀντλεῖν, τὸ ζῶν ὕδωρ ἤντλησεν, οὕτως ἐφευρηκυῖα, τὴν πηγὴν καθημένην, ἔνθα πηγὴ καὶ φρέαρ, Ἰακὼβ διωρύχθη, κόσμου τοὺς φλογοτρόφους, δροσίζουσαν καύσωνας.

Τό α´ Ἀντίφωνον τοῦ δ´ ἤχου

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκεμενον  χος δ’

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ β’ χορός

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ α’ χορός

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρά τούς μετόχους σου.

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. ι´ 9-16),

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει -ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, κα γενήσεται μα πομνη, ες ποιμν.

ὁ α’χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ν Ψαλμὸς χύμα

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς Θεοστέπτων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος ὁ αὐτὸς  Βύζαντος

Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Κανὼν τῆς Σαμαρείτιδος

Ἔχων ἀκροστιχίδα ἐν τῇ θ’ ᾠδῇ.

Ἰωσήφ.

Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.

ᾠδὴ α’  

ὁ α’ χορός

ερμς χος δ’

πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.  

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.

Κανὼν τῶν Ἁγίων

Ἦχος πλ. δ’

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑγρὰν διοδεύσας

Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ’ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε, βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.

δ γ’  ερμς

ὁ α’ χορός

Ὁ Εἱρμὸς 

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

θελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

νερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

Τῶν Ἁγίων

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

 Οὐρανίας ἁψῖδος  

μοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας, ὅθεν τῷ καλοῦντι θεόφρον ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι. 

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ’ αὐτῷ Πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα Πάθη, σαρκωθεὶς ὑπέμεινεν, ὁ ὑπεράγαθος. 

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ φλεγομένη ἔρωτι θεομακάριστε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

ερὰς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅλος γεγένημαι, ἡ τὸν Κριτὴν τετοκυῗα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

Κοντάκιον τῆς Σαμαρείτιδος Ἦχος πλ. δ’

Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

ὁ β’χορὸς

Κάθισμα  Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον, τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσθαι, ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος δ’ τῆς Ἑορτῆς Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

γαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

δ δ’ 

ερμς

Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ     Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.

Τῶν Ἁγίων

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εἰσακήκοα Κύριε

Οὐρανόθεν ὡς Παῦλόν σε, πάλαι σαγηνεύει Χριστὸς ὁ Κύριος, Κωνσταντῖνε ἐκδιδάσκων σε, βασιλέα τοῦτον μόνον σέβεσθαι.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

περλάμπρῳ σημείῳ σε, Μάκαρ δι’ ἀστέρων Χριστὸς ὁ ἥλιος, καταυγάζει καὶ φωστῆρά σε, τῶν ἐσκοτισμένων ἀναδείκνυσι.

Δόξα Πατρί…

Καὶ τοῖς τρόποις φιλόθεος, καὶ ταῖς θείαις πράξεσιν ἀξιάγαστος, Μακαρία ἐχρημάτισας, διὰ τοῦτο πίστει σε δοξάζομεν.

Κα νν… Θεοτοκίον

Τὴν ψυχήν μου καταύγασον, τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν, ἡ τὸν ἥλιον κυήσασα, .τῆς δικαιοσύνης Ἀειπάρθενε.  

δ ε’ 

ερμς

νάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

θάνατος νενέκρωται, ὁ ᾍδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ     Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.

ἡμᾶς. Θεοτοκον

Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.

Τῶν Ἁγίων

ὑπὲρ ἡμῶν.

Ὀρθρίζοντες, βοῶμέν σοι

ρθρίσας πρὸς τὸν ἄδυτον Ἥλιον, καὶ Δεσπότην, Βασιλεῦ θεόσοφε, φωτὸς ἀνάπλεως γέγονας. 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γάπην καὶ τελείαν συμπάθειαν, ὡς πορφύραν, φοροῦσα κατῴκησας, νῦν εἰς τὰ ἄνω βασίλεια.  

Δόξα Πατρί…

Συνήφθης ἀσωμάτων Ἑλένη χοροστασίαις, Θεὸν θεραπεύσασα, ταῖς ἐναρέτοις σου πράξεσι.

Κα νν… Θεοτοκίον

Παρθένε τὴν ψυχήν μου καθάρισον μολυνθεῖσαν, ἡδοναῖς τοῦ σώματος, τῇ ἐπηρείᾳ τοῦ ὄφεως.

δ ς’  ερμς

Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.

Τῶν Ἁγίων

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὴν δέησιν ἐκχεῶ

Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι’ αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν, καὶ ματαίων εἰδώλων νεκροποιὰ ἀπεβάλου θρησκεύματα καὶ εἴληφας περιχαρῶς, βασιλείαν Ἑλένη οὐράνιον. 

Δόξα Πατρί…

Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς ἀθεΐας τὸν σάλον, οἱ διά σοῦ βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς, εὐσεβείας λιμένας γηθόμενοι.  

Κα ννΘεοτοκίον

άτρευσον ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσον με τὸν ἐπὶ σοί, πεποιθότα πρεσβείαις σου ἄχραντε.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον  Ἦχος γ’

Ἡ Παρθένος σήμερον

Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ’ ἐναντίων, δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Ὁ Οἶκος

Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν, τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι’ οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί΄ διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.

Στίχοι

  •  Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,

  •  Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.

  •  Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

ᾠδὴ α ‘

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

ν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

ὁ α’ χορὸς

ᾠδὴ ε’

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

ὁ β’ χορὸς

ᾠδὴ ς’

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 

ὁ α’ χορὸς

ᾠδὴ ζ’

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Ανομεν, ελογομεν, προσκυνομεν τν Κριον

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστν ες τος αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασα

ὁ α’χορὸς

Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ν τ γρσει το τκου σου. 

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

χος β’

ὁ α’ χορὸς

Τοῦ Ἁγίου. Τοῖς Μαθηταῖς συνέλθωμεν

Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ’ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν, ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον, ὅθεν τούτῳ ὀλέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον πίστιν.

ὁ β’ χορὸς

Ἕτερον τῆς Σαμαρείτιδος. Γυναῖκες ἀκουτίσθητε

Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

AINOI

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

 Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος πλ. δ’ . Ὢ τοῦ παραδόξου θαύματος

Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν, Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ, Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε, Χαῖρε χαρὰ τῶν πιστῶν.  

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου, ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες. 

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

λαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ  ἐπινεύσει σου.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.δ’  Μεθοδίου Πατριάρχου

τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησεν. Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου, ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω, Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων Βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.

ὁ β’ χορός

Κα νν… ἦχος γ΄

γαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ ἐκ κατάρας παγγενῆ, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρείᾳ προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος· διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι’ ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.δ’ ( Ἀργή ἢ σύντομος )

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄).

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(γ΄)

Δόξα Πατρὶ ….Καὶ νῦν

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

τὸ ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος πλ. δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

 Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

ψάλλοντάς σοι΄ λληλούϊα.

Ετα

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  τῆς Ἑορτῆς. χος δ’   

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος πλ. δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντάκιον τῆς Σαμαρείτιδος Ἦχος πλ. δ’

Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

Τρισάγιον

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ.δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρξεων τν ποστλων τ νγνωσμα (Πράξ.κς’ 1, 12-20)

ν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη΄ Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ΄ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον͵ βασιλεῦ͵ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ΄ Σαοὺλ, Σαούλ͵ τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον΄ Τίς εἶ͵ Κύριε; Ὁ δὲ εἶπεν΄ Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι͵ προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι͵ ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν͵ εἰς οὓς ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν͵ τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν͵ τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν͵ βασιλεῦ Ἀγρίππα͵ οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ͵ ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις͵ εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν͵ ἄξια τῆς μετανοίαςργα πράσσοντας.

λληλούϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν΄ Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ΄ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται κα νομν ερσει.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ες τ, ξαιρτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα. 

ντ το «Εἴδομεν τὸ φῶς…»

Ψάλλει  τ,

χος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. λληλουΐα, (γ¨)

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  

«…ὁ ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

21 ΜΑΪ20 ΕΟΡΤΗ ΑΓΙΩΝ ΙΣΑΠΟΣΤΟΛΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ 

 

 

 

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s