2 1 ΜΑΪΟΥ 20 20
+ Μνήμη τῶν Ἁγίων ἐνδόξων , θεοστέπτων , καὶ ἰσαποστόλων , μεγάλων Βασιλέων , Κωνσταντίνου καὶ Ἑλένης .
Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ ( 20 /5/ 20 )
ὁ Ἱ ερε ύ ς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός : Ἀ μήν.
Καὶ ψάλλεται τό· «Χ ριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Ψαλμ ὸ ς ργ’ ( 103 )
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …….
Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.
(Μακάριος ἀνήρ…)
Συναπτή μικρά
ὁ α’ χορός
Ἦχος δ’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἔδωκας σημείωσιν
Ὅ πλον κραταιότατον, τῷ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι’ οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ’ οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὅ πλον κραταιότατον…
ὁ α’ χορός
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἔ δωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι, Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα καὶ τῶν Ἀποστόλων τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἔ δωκας φιλάνθρωπε…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Π ρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, Βασιλεῦ ἑκουσίως Χριστῷ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον, ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Π ρῶτος καθυπέταξας…
ὁ α’ χορός
Δ ό ξα Πατρί… Ἦ χος β’
Π λουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας· καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλβέστρου ἱερέως, ὡς διὰ τοῦ βαπτίσματος, ἐν Βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα προικοδοτήσας τῷ Κτίστῃ σου, καὶ πόλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱκετεύων μὴ παύσῃ Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παρρησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…τῆς Σαμαρείτιδος ἦχος α’
Ἐ πὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως· Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
. Ε ἴ σοδος.
Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος ‘
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑ σπ έ ρας Προκε ί μενον
Τ ῇ Τετ ά ρτῃ ἑ σπ έ ρας
Ἦ χος πλ. α’ ‘
ὁ α’ χορός
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ β’ χορός
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ α’ χορός
Στ ί χ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, κα ὶ ἐ ν τ ῇ δυν ά μει σου κρινε ῖ ς με.
Βασιλειῶν Γ’ τὸ Ἀνάγνωσμα
Ἔ στη Σολομῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησιν μου, Κύριε ὁ Θεός, Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου σήμερον πρὸς σέ, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου, Ἰσραήλ, ὅσα ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
Ἀ γαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, καὶ καλέσουσι τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκ ἔτι κληθήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται, Ἔρημος· σοὶ γὰρ κληθήσεται, θέλημα ἐμόν, καὶ τῇ γῇ σου, Οἰκουμένη, ὅτι εὐδοκήσει Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
Φ ωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπὶ ἔθνη, ἐπὶ σὲ δὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ χαρήσῃ καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαβᾶ ἥξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιώθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τῖνες οἵ δε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον αὐτῶν μέτ’ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεός μου ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵ τινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιών, τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν σοι. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες ……..
Ὁ Προεστὼς ἢ ὁ Ἀ ναγν ώ στης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μ ή ν.
Ὁ διάκονος:
Π ληρώσωμεν τὴν ἑσπερινὴν………
Ἀ π ό στιχα
Στιχηρ ὰ προσόμοια
ὁ α’ χορός
Ἦχος β’ Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Π ρῶτος, Βασιλεὺς Χριστιανῶν, παρὰ τοῦ Θεοῦ, Κωνσταντῖνε, τὸ σκῆπτρον ἔλαβες· σοὶ γὰρ πεφανέρωται ἐν γῇ κρυπτόμενον, τὸ σωτήριον σύμβολον, δι’ οὗ καὶ τὰ ἔθνη, πάντα καθυπέταξας τοῖς τῶν Ῥωμαίων ποσίν, ὅπλον ἀπροσμάχητον ἔχων, τὸν ζωοποιὸν Σταυρὸν μάκαρ, δι’ οὗ καὶ προσήχθης τῷ Θεῷ ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Ὄ ντως, μακαρία ἡ γαστήρ, καὶ ἡγιασμένη κοιλία, ἡ σὲ βαστάσασα, Μέδων κοσμοπόθητε, Χριστιανῶν ἡ χαρά, Κωνσταντῖνε θεόστεπτε, Ἀνάκτων ἡ δόξα, πλοῦτος καὶ ὑπέρμαχος τῶν ὀρφανῶν καὶ χηρῶν, σκέπη ταπεινῶν καὶ ἀπόρων, θλίψεων ἀνόρθωσις ὄντως, καὶ τῶν αἰχμαλώτων ἡ ἀνάρρυσις.
ὁ α’ χορός
Στίχ. Δ ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως.
Π όθῳ, καὶ ἀγάπῃ τοῦ Χριστοῦ, κατεπειγομένη ἡ Μήτηρ, τοῦ γλυκυτάτου βλαστοῦ, σπεύδουσα ἀφίκετο ἐν τῇ ἁγίᾳ Σιών, εἰς τὸν τόπον τὸν ἅγιον, ἐν ᾧ ἐσταυρώθῃ, θέλων ὁ Σωτὴρ ἡμῶν, διὰ τὸ σῶσαι ἡμᾶς, ἔνθα, τὸν Σταυρὸν ἀραμένη, χαίρουσα ἐκραύγαζε· Δόξα, τῷ δωρησαμένῳ μοι ὃν ἤλπιζον.
Δόξα Πατρί… Ἦχος πλ. δ’
Σ έλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν, καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, ἤκουσας ἐκεῖθεν. Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε Ἰσαπόστολε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν…τῆς Σαμαρείτιδος ἦχος β
Ἐ πὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι
ὁ προεστὼς: Ν ῦν ἀπολύεις….Ἅ γιος ὁ Θεός, …….
ὁ α’ χορός
Ἦχος δ’
.Τ ὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί… Ἦχος πλ. δ’
Τ οῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀ πόλυσις
«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.