8 ΜΑΪΟΥ 2020
+Μν ή μη το ῦ Ἁ γ ί ου ἐ νδ ό ξου Ἀ ποστ ό λου κα ὶ Ε ὐ αγγελιστο ῦ Ἰ ω ά ννου το ῦ Θεολ ό γου, κα ὶ το ῦ Ὁ σ ί ου Πατρ ὸ ς ἡ μ ῶ ν Ἀ ρσεν ί ου το ῦ Μεγ ά λου .
Τ ῌ ΠΕΜΠΤ ῌ ΕΣΠΕΡΑΣ (7/5/20)
ὁ Ἱ ερε ύ ς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός : Ἀ μήν.
Καὶ ψάλλεται τό· «Χ ριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Ψαλμ ὸ ς ργ’ ( 103 )
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρί … Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
Ἐ ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. ………..
Καὶ εὐθὺς στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου.
(Μακάριος ἀνήρ…)
Συναπτή μικρά
ὁ α’ χορός
Ἦχος α’. Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Τῶν οὐρανίων ταγμάτων
Ὁ θεατὴς τῶν ἀῤῥήτων ἀποκαλύψεων, καὶ ἑρμηνεὺς τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον, θεολογεῖν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.
ὁ β’ χορός
Στίχ. Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἡ θεοκίνητος λύρα τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος, τὸ θεόφραστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μὲν χείλη κινῶν ὡς νευράς, ὥσπερ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τ ῇ βροντοφώνῳ σου γλώττῃ ἀναφθεγγόμενος, τῆς τοῦ Θεοῦ σοφίας, τὸν ἀπόκρυφον λόγον΄ Θεῷ Ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη πυκνῶς, τὸ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.
ΤΟΥ ΟΣΙΟΥ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
ὁ β’ χορός
Ἦχος πλ. δ΄
Στίχ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος
Π άτερ θεόφρον Ἀρσένιε, ταῖς τῶν δακρύων πηγαῖς, λαμπρυνθεὶς τὴν διάνοιαν, τῷ Θεῷ ὡμίλησας, ἀνενδότοις καθάρσεσι καὶ τῇ ἐλλάμψει, στῦλος ὁλόφωτος, θεοσεβείας πυρσῷ λαμπόμενος, ὤφθης μακάριε, μοναστῶν τὸ καύχημα, καὶ νῦν ἡμᾶς, πάντας περιφρούρησον, ταῖς ἱκεσίαις σου.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ὅ σιε Πάτερ Ἀρσένιε, σὺ τὸν Θεὸν ἐκζητῶν, καὶ ταῖς τούτου ἐλλάμπεσθαι, φωτοβόλοις λάμψεσιν, εὐσεβῶς ἐφιέμενος, περιφανείας πᾶσαν λαμπρότητα, καὶ βασιλείους αὐλὰς κατέλιπες, καὶ τὴν ἀθάνατον, κληρουχίαν εἴληφας, μετὰ Χριστοῦ, νῦν συναυλιζόμενος θεομακάριστε.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Λ όγου καὶ γνώσεως ἔμπλεως, εἴπερ τις ἄλλος ὀφθείς, ἀρεταῖς τε κατάκοσμος, πάσης δόξης γέγονας, τῆς ἐντεῦθεν ἀνάπλεως, ἀλλὰ τῷ θείῳ ζήλῳ πυρούμενος, καὶ τῶν ἀρρήτων καταγλιχόμενος, φεύγεις εἰς Αἴγυπτον, ἔνθα βίον ἔζησας, ἀσκητικόν, βάρος δόξης ἄρρητον, ἀνταλλαττόμενος.
ὁ α’ χορός
Δ ό ξα Πατρί… Ἦχος β’ Γερμανοῦ
Τ ὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν. Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τὸ ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου, αὖθις δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι’ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος, σοφιστικοῦ ὅτι πλήρης ὢν τῆς ἀγάπης πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι’ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… ἦχος ὁ αὐτός
Α ἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον, κα ὶ τ ὸ μ έ γα ἔ λεος .
Ε ἴ σοδος.
Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑ σπ έ ρας Προκε ί μενον
Τ ῇ Π έ μπτῃ ἑ σπ έ ρας
Ἦ χος β’
ὁ α’ χορός
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
ὁ β’ χορός
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
ὁ α’ χορός
Στ ί χ. ᾞ ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τ ὸ ν ο ὐ ραν ὸ ν κα ὶ τ ὴ ν γ ῆ ν.
ὁ Ἀναγνώστης (εἰς τὸ ὕφος τοῦ Ἀποστόλου)
Κ αθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 3,21-24 & 3,1-6)
ὁ Διάκονος: Π ρόσχωμεν, Σοφία, Πρόσχωμεν.
Ἀ γαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθώς ἔδωκεν ἡμῖν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ, πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστιν. Καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστόν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀνnχρίστου, ὃ ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἑσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.
Κ αθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 4,11-16)
ὁ Διάκονος: Π ρόσχωμεν, Σοφία, Πρόσχωμεν.
Ἀ γαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, Θεὸν οὐδεὶς πώποτε τεθέαται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν, ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Κ αθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 20-21 & 5, 1-5)
ὁ Διάκονος: Π ρόσχωμεν, Σοφία, Πρόσχωμεν.
Ἀ γαπητοί, ἐάν τις εἴπῃ, ὅτι ἀγαπᾷ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύτης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν Ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγένηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τόν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, νικᾷ τὸν κόσμον, καὶ αὕτη ἐστίν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;
Ὁ διάκονος:
Ε ἴπωμεν πάντες…….
Ὁ Προεστὼς ἢ ὁ Ἀ ναγν ώ στης:
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μ ή ν.
Ὁ διάκονος:
Π ληρώσωμεν τὴν ἑσπερινὴν ……….
Ἀ π ό στιχα
Στιχηρὰ Προσόμοια.
Ἦχος β’
ὁ α’ χορός
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Δ εῦτε, τῆς σοφίας τὸν βυθόν, κα τῶν ὀρθοδόξων δογμάτων, τὸν συγγραφέα πιστοί, ὕμνοις στεφανώσωμεν ἐνθέοις σήμερον, Ἰωάννην τὸν ἔνδοξον, καὶ ἠγαπημένον· οὗτος γὰρ ἑβρόντησεν, ὁ Λόγος ἦν ἐν ἀρχῇ. Ὅθεν, βροντόφωνος ἐδείχθη, ὡς τὸ Εὐαγγέλιον κόσμῳ γράψας πολυσόφως ὁ ἀοίδιμος.
ὁ β’ χορός
Στίχ. Ε ἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὄ ντως, σὺ ἐφάνης ἀληθῶς, φίλος ἐπιστήθιος μέγας, τῷ διδασκάλῳ Χριστῷ· στήθει γὰρ ἀνέπεσας· ὅθεν ἑξήντλησας, τῆς σοφίας τὰ δογματα, ἐν οἷς καὶ πλουτίζεις, πᾶσαν τὴν περίγειον, ὡς θεηγόρος Θεοῦ· ὅθεν καὶ κατέχουσα ταῦτα, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, νῦν εὐφραινομένη ἐπαγάλλεται.
ὁ α’ χορός
Στίχ. Ο ἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χ αίροις, Θεολόγε ἀληθῶς, χαίροις τῆς μητρὸς τοῦ Κυρίου, υἱὸς παμπόθητος· σὺ γὰρ παριστάμενος, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου ἀκήκοας, φωνῆς τοῦ Δεσπότου. Ἴδε νῦν ἡ Μήτηρ σου, πρὸς σὲ βοήσαντος· ὅθεν ἐπαξίως σε πάντες, ὡς Χριστοῦ, Ἀπόστολον θεῖον, καὶ ἠγαπημένον μακαρίζομεν.
ὁ β’ χορός
Δόξα Πατρί… Ἦχος πλ. β’ Λέοντος Μαΐστορος
Ἀ πόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀποῤῥήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόῤῥητα ἡμῖν ἑβρόντησας δόγματα, τό Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς, καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανείς, καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παῤῥησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Καὶ νῦν…ὁ αὐτός
ᾘ τήσατο Ἰωσὴφ τὸ Σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ· ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου καὶ ἀνοίξας πύλας Παραδείσου ἀ νθρ ώ ποις δ ό ξα σο ι.
ὁ Προεστὼς: Ν ῦν ἀπολύεις ….Τρισάγιον..
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος β’
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ὁ β’ χορὸς
Ἀπολυτίκιον Ἦχος β ’
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α ’ χορὸς
.. Ἀπολυτίκιον ἦχος ὁ αὐτὸς
Ἀ πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τ ῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
ὁ α ’ χορὸς
Καὶ νῦν… ἦχος β
Τ αῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀ πόλυσις
«…῾Ο ἀναστάς ἐκ νεκρῶν….» ΄
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.