ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΟΥ ΘΩΜΑ ΚΙΑ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ_2020

2 ΜΑΪΟΥ 2020

+ΣΑΒΒΑΤΟΝ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΟΥ ΘΩΜΑ

+Μνήμη τς νακομιδς το ερο Λειψάνου το ν γίοις Πατρός μν θανασίου, Πατριάρχου λεξανδρείας.

Ο Άγιος Αθανάσιος ο Μέγας | poimin.gr

Τ ΠΑΡΑΣΚΕΥ ΕΣΠΕΡΑΣ (01/05/20)

 

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αχορός: μήν.

Καὶ ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν………

ὁ α’ χορός

Ἦχος α’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στιχηρὰ Ἰδιόμελα

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ποίημα Ἰωάννου Μοναχοῦ

Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν, διὸ βοῶμέν σοι, ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Μεθ’ ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν, ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Προσόμοια τοῦ Ἁγίου

ὁ β’ χορός

Ἦχος δ’

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσι

Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ  Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ  Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

 ὁ α’ χορός

Δξα Πατρί… χος πλ.β’ Γερμανοῦ

Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

 ὁ β’ χορός

Κα νν…    χος πλ. .β’

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ’ αὐτῶν, ἔλεγε γάρ, οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω καγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν, ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

 

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς

ὁ α’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ β’ χορός

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

ὁ α’ χορός

Στίχ. ξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα

(Κεφ. Δ’, 2 ς’, 2 Ε’, 4)

Τάδε λέγει Κύριος, Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρά, ἕως εἰς γῆν μακράν. Ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα, τάδε λέγει Κύριος παντοκράτωρ. Ἀκούσατε βουνοί, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, διελεγχθήσεται γὰρ μετὰ τοῦ Ἰσραήλ, λέγων΄ Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; ἀποκρίθητί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωϋςῆν καὶ τὸν Ἀαρών. Λαός μου, τί ἐβουλεύσαντο κατὰ σοῦ οἱ ὑπεναντίοι; εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἤ τοῦ ποιεῖν κρῖμα, καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; Διότι ἐν ἰσχύϊ μεγαλυνθήσεται Κύριος, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν εἰρήνῃ, ἕως ἄκρων τῆς γῆς.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. ΝΕ’, 1)

Τάδε λέγει Κύριος, οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε, ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ, ὅτι, τάδε λέγει Κύριος Παντοκράτωρ ὑμῖν΄ Λαός μου, ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ΄ Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Λαός μου, ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου΄ εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, καὶ ἐπικαλέσεσθε, ἡνίκα δ’ ἂν ἐγγίζητέ μοι, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλάς αὐτοῦ, καὶ ἐπιστράφητε πρός με καὶ ἐλεήσω ὑμᾶς καὶ ἀφήσω τὰς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσὶν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν΄ λέγει Κύριος΄ ἀλλ’ ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτω ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.  Ὡς γὰρ ἐὰν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖθεν, ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ βλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν΄ οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελεσθῇ πάντα ὅσα ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε΄ τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις αὐτῶν, καὶ ἀντὶ τῆς στοιβῆς, ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης, ἀναβήσεται μυρσίνη΄ καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. θ’, 1)

σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά, ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσιν φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσῃ χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες…….

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

 Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….

πστιχα

Στιχηρὰ Τὸ Ἀναστάσιμον

Ἦχος α΄

ὁ β’ χορός

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

ΤΟΥ ΙΕΡΑΡΧΟΥ

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν

  Χαίροις ἀσκητικῶν

Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ’ ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι’ ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ.Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν

Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

Χαίροις ἀτελευτήτου ζωῆς, ἐπωνυμίᾳ ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν νεοττοῖς ἱεροῖς, καὶ τῷ ὁμοζύγῳ ἐκπετάσασα, ἐκ γῆς πρὸς οὐράνια, ἔνθα νέφος εὐφραίνεται, σεπτῶν Μαρτύρων, ἔνθα φῶς τὸ ἀνέσπερον, ὅπου ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια, Ἁγίων λαμπρότητες, ὅπου ὁ ἦχος ὁ θεῖος, ἑορταζόντων ἀκούεται, Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…χος γ’ Γερμανοῦ

Πάλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

 Καὶ νῦν… Καὶ νῦν…   ἦχος πλ.α’

Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σὲ πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

ὁ προεστὼς: Νῦν ἀπολύεις…Τρισάγιον..

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος βαρὺς

σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος γ’ Ἀπολυτίκιον  τοῦ Ἁγίου

Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ  γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος

                                                                                                 

ὁ α’ χορὸς

Καὶ νῦν… Ἀπολυτίκιον  Ἦχος βαρὺς

σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος

πόλυσις

«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

https://agioskosmasoaitolos.wordpress.com

1 ΜΑΪ20 ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s