ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ_2020    

17 ΑΠΡΙΛΙΟΥ 2020

ΑΓΙ ΚΑΙ ΜΕΓΑΛ ΠΑΡΑΣΚΕΥ

              ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ                                                      

Μεγάλη Παρασκευή: Έθιμα και παραδόσεις τιμούν το Θείο Δράμα ...

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ναγνστης: μήν.

  •   Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

  • Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

  • α χορς: Σοὶ Κύριε.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

α χορς: μήν.

ὁ α’ χορός

Ἦχος α’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

 

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

χος α’

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, θεωροῦσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος ἐσκοτίζετο, καὶ γῆς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῷ τὰ πάντα κτίσαντι, ὁ ἑκουσίως δι’ ἡμᾶς ὑπομείνας, Κύριε δόξα σοι.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ…

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.

χος β’

Λαὸς δυσσεβὴς καὶ παράνομος, ἵνα, τί μελετᾷ κενά; ἵνα τί τὴν ζωὴν τῶν ἁπάντων θανάτῳ κατεδίκασε; Μέγα θαῦμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμου, εἰς χεῖρας ἀνόμων παραδίδοται, καὶ ἐπὶ ξύλου ἀνυψοῦται, ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν ᾅδῃ δεσμώτας ἐλευθερώσῃ κράζοντας. Μακρόθυμε Κύριε δόξα σοι.  

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.   

ἦχος ὁ αὐτὸς

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς, παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραγε γοερῶς. Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ, συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοι.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ἦχος ὁ αὐτὸς

πὶ ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.

 ὁ β’ χορός

τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

χος πλ. β’

Σήμερον ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτῳ, καὶ σταυρῷ παραδίδοται ὁ Κτίστης τῶν ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τῇ ἰδίᾳ βουλήσει, τοῖς ἥλοις προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, καὶ τῷ σπόγγῳ προσψαύεται, ὁ μάννα ἐπομβρήσας, τὰς σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ Κόσμου, καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται, ὁ Πλάστης τῶν ἁπάντων. Ὢ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει τὸν ἴδιον Πατέρα, λέγων. Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ, γὰρ οἴδασιν οἱ ἄνομοι, τὶ ἀδίκως πράττουσιν.

 ὁ α’ χορός

Δξα Πατρὶ… χος πλ. β’

! πῶς ἡ παράνομος συναγωγή, τὸν Βασιλέα τῆς Κτίσεως κατεδίκασε θανάτῳ, μὴ αἰδεσθεῖσα τὰς εὐεργεσίας, ἃς ἀναμιμνήσκων, προησφαλίζετο λέγων πρὸς αὐτούς. Λαός μου τὶ ἐποίησα ὑμῖν, οὐ θαυμάτων ἐνέπλησα τὴν Ἰουδαίαν, οὐ νεκροὺς ἐξανέστησα μόνω τῶ λόγῳ; οὐ πᾶσαν μαλακίαν ἐθεράπευσα καὶ νόσον, τὶ οὖν μοι ἀνταποδίδοτε; εἰς τὶ ἀμνημονεῖτέ μου; ἀντὶ τῶν ἰαμάτων πληγὰς μοι ἐπιθέντες, ἀντὶ ζωῆς νεκροῦντες, κρεμῶντες ἐπὶ ξύλου, ὡς κακοῦργον, τὸν εὐεργέτην, ὡς παράνομον, τόν νομοδότην, ὡς κατάκριτον, τὸν πάντων βασιλέα. Μακρόθυμε Κύριε δόξα σοι.

 ὁ β’ χορός

Κα νν… ἦχος ὁ αὐτὸς

Φοβερὸν καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται. Ὁ ἀναφὴς κρατεῖται, δεσμεῖται, ὁ λύων τὸν Ἀδὰμ τῆς κατάρας. Ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἀδίκως ἐτάζεται, εἱρκτῇ κατακλείεται, ὁ τὴν ἄβυσσον κλείσας, Πιλάτῳ παρίσταται, ᾧ τρόμῳ παρίστανται οὐρανῶν αἱ Δυνάμεις, ῥαπίζεται χειρὶ τοῦ πλάσματος, ὁ Πλάστης, ξύλῳ κατακρίνεται, ὁ κρίνων ζῶντας καὶ νεκρούς, τάφῳ κατακλείεται, ὁ καθαιρέτης τοῦ ᾍδου. Ὁ πάντα φέρων συμπαθῶς, καὶ πάντας σώσας τῆς ἀρᾶς, ἀνεξίκακε Κριε δξα σοι.  

Εσοδος.

Σοφα ρθοί !

 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

 ὁ α’ χορός

χος δ’

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

 ὁ β’ χορός

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

 ὁ α’ χορός

Στχ. Θεός, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;

Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 

Τς ξδου τ νγνωσμα

εφ. ΛΓ’ 11-23)

λάλησε Κύριος πρὸς Μωϋσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἲ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν. Ὁ δὲ θεράπων Ἰησοῦς, υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον. Ἰδοὺ σὺ μοι λέγεις, Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ’ ἐμοῦ. Σὺ δὲ μοι εἶπας. Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει. Αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε, καὶ εἶπε πρὸς αὐτόν. Εἰ μὴ σὺ αὐτὸς συμπορεύσῃ μεθ’ ἡμῶν, μὴ με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋςῆν. Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω, εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωϋσῆς. Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν. Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου. Κύριος ἐναντίον σου, καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου, οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Καὶ εἶπε Κύριος, ἰδοὺ τόπος παρ’ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας, ἡνίκα δ’ ἂν παρέλθῃ ἡ δόξα μου, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω, καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.

Προκεμενον  χος δ’

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με.

Στχ. Ἀνταπεδίδοσάν μοι πονηρά, ἀντὶ ἀγαθῶν.

Ἰὼβ τ νγνωσμα

εφ. ΜΒ’, 12-17)

Εὐλόγησε Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον, ἢ τὰ ἔμπροσθεν, ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς. Καὶ ἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν, τὴν δὲ δευτέραν, Κασσίαν, τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας. Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰώβ, βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν, ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. Ἔζησε δὲ Ἰώβ, μετὰ τὴν πληγήν, ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα. Καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν, καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν. Γέγραπται δέ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας, καὶ Ἀραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα, Ἰωβάβ, λαβὼν δὲ γυναῖκα Ἀράβισσαν, γεννᾷ υἱόν, ὧ ὄνομα Ἑνών. ‘Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, ἐκ τῶν Ἡσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.

Προφητεας σαΐου τ νγνωσμα

εφ. ΝΒ’, 13 – ΝΔ’, 1)

Τάδε λέγει Κύριος. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶ μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Κύριε, τὶς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἑλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἀνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τὶς διηγήσεται; ὅτι αἲρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ βούλεται Κύριος καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον, εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἢ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, τς χοσης τν νδρα.

ΑΠΟΣΤΟΛΟΣ

Προκεμενον  χος πλ. β’

θεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

Στχ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.

Πρς Κορινθους Α’ πιστολς Παλου τ νγνωσμα

εφ. Α’ 18 – Β’, 2)

δελφοί, ὁ λόγος ὁ τοῦ Σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ. Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ Κόσμου τούτου; Ἐπειδὴ γάρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ Κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦ Κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ Κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ Κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σάρξ ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα, καθὼς γέγραπται. ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, κἀγὼ δέ, ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον, οὐ καθ’ ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ, οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, κα τοτον σταυρωμνον.  

λληλοϊα  χος πλ. α’

Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. 

Στχ. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Στχ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν.

Εαγγλιον

Κατ Ματθαον

Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἔλαβον…

καθήμεναι πναντι το τφου.

  • Εἴπωμεν πάντες ἐξ ὅλης…….

ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρα ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ………

πστιχα

Στιχηρ Ατμελα

χος β'( μέλος ἀργὸν εἱρμολογικὸν)

Ψάλλεται ὑπὸ ἀμφοτέρων τῶν χορῶν κατὰ τὴν ἐντὸς τοῦ ναοῦ περιφορὰν τοῦ Ἐπιταφίου

ὁ α’ χορός

τε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁ Ἀριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ἠπείγετο, καρδίᾳ, καὶ χείλει, σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθαι, ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεβόα σοι. Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε. 

 ὁ β’ χορός

Στχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 ( μέλος σύντομον εἱρμολογικὸν)

τε ἐν τῷ τάφῳ τῷ καινῷ, ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ Λυτρωτὴς τοῦ παντός, ᾍδης ὁ παγγέλαστος, ἰδὼν σε ἔπτηξεν, οἱ μοχλοὶ συνετρίβησαν, ἐθλάσθησαν πύλαι, μνήματα ἠνοίχθησαν, νεκροὶ ἀνίσταντο, τότε ὁ Ἀδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοι. Δόξα, τῇ συγκαταβάσει σου Φιλάνθρωπε. 

 ὁ α’ χορός

Στχ. Καὶ γὰρ ἐστερέωσε τὴν Οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

( μέλος σύντομον εἱρμολογικὸν)

τε ἐν τῷ τάφῳ σαρκικῶς, θέλων συνεκλείσθης ὁ φύσει, τῇ τῆς θεότητος, μένων ἀπερίγραπτος, καὶ ἀδιόριστος, τὰ θανάτου ἀπέκλεισας, ταμεῖα καὶ ᾍδου, ἅπαντα ἐκένωσας, Χριστὲ βασίλεια, τότε καὶ τὸ Σάββατον τοῦτο, θείας εὐλογίας καὶ δόξης, καὶ τῆς σῆς λαμπρότητος ἠξίωσας. 

 ὁ β’ χορός

Στχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

( μέλος σύντομον εἱρμολογικὸν)

τε αἱ δυνάμεις σε Χριστέ, πλάνον ὑπ’ ἀνόμων ἑώρων, συκοφαντούμενον, ἔφριττον τὴν ἄφατον, μακροθυμίαν σου, καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶ σφραγισθέντα, αἷς σου τὴν ἀκήρατον, πλευρὰν ἐλόγχευσαν, ὅμως τῇ ἡμῶν σωτηρία, χαίρουσαι ἐβόων σοι. Δόξα, τῇ συγκαταβάσει σου, Φιλάνθρωπε. 

 ὁ α’ χορός

Δξα Πατρί…Κα νν… χος πλ. α’ διμελον

Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν. Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβω ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα, ἀλλ’ ἰδοὺ νῦν βλέπω σε, δι’ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον, πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων. Κριε δξα σοι.

ὁ προεστὼς: Νῦν ἀπολύεις ….Τρισάγιον….

πολυτκια  χος β’

 ὁ α’ χορός

εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

  ὁ β’ χορός

εὐσχήμων Ἰωσήφ, ………

 ὁ α’ χορός

Ταῖς Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστός, δὲ διαφθορᾶς δεχθη λλτριος.

Ἀπόλυσις

«…ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν τά φρικτά Πάθη καί τόν ζωοποιόν Σταυρόν καί τήν ἑκούσιον ταφήν σαρκί καταδεξάμενος Χριστός ὁ ἀληθινός…»

https://agioskosmasoaitolos.wordpress.com

17 ΑΠΡ20 ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΠΟΚΑΘΗΛΩΣΕΩΣ

 

Advertisement

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s