25 ΜΑΡΤΙΟΥ 2020
+Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος δ’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ β’ χορός
Σ ήμερον τῆς σωτηρίας…
ὁ α’ χορός
Σ ήμερον τῆς σωτηρίας ….
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
ΚΑΘΙΣΜΑΤΑ
ὁ α’ χορός
Ἦχος α ’ . Τὸν τάφον σου Σωτὴρ
Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ὁ μέγας Στρατηγός,…
Μετὰ τὴν β’ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος γ ’ . Τὴν ὡραιότητα
Σ ήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε, Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος, Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Σήμερον ἅπασα κτίσις…
Μετὰ δὲ τὸν Πολυέλεον
ὁ α’ χορός
Ἦχος δ ’ . Κατεπλάγη Ἰωσὴφ
Γ αβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ σεμνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν Μαριὰμ ἀπεφθέγγετο, Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκῳ καὶ Παρθένῳ, Ἐλεύσεταί σοι, Ἅγιον Πνεῦμα, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
ὁ β’ χορός
Δόξα Πατρὶ…
Γ αβριὴλ ἐξ οὐρανοῦ,…
ὁ α’ χορός
Καὶ νῦν… ὅμοιον
Ἀ πεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν αὐτή, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ, τέξῃ γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν, καὶ μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν σοι, Εὐλογημένη τὸ Χαῖρε, Παρθένος τίκτεις, καὶ μετὰ τόκον,…
ὁ β’ χορός
… π άλιν μένεις Παρθένος.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ’
ὁ α’ χορός
Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
ὁ β’ χορός
Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
ὁ α’ χορός
Στίχ. ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
ὁ α΄ χορὸς
Ἦχος β’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὃτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὃτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς (χύμα)
ὁ α΄ χορὸς
Δ ό ξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Στιχηρ ὸ ν Ἰ δι ό μελον Κοσμᾶ Μοναχοῦ
Ε ὐαγγελίζεται ὁ Γαβριὴλ τῇ κεχαριτωμένῃ σήμερον, Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
Εἴθ’ οὕτως ὁ
Καν ὼν τ ῆ ς Ἑ ορτ ῆ ς
ο ὗ ἡ ἀ κροστιχ ί ς , κατὰ Ἀλφάβητον.
Ποίημα Ἰωάννου Μοναχοῦ
ὁ α’ χορός
ᾠδὴ α ’ .Ἦχος δ ’ . Ὁ Εἱρμὸς
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.
ὁ β’ χορός
Ἀ νοίξω τὸ στόμα μου…
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ἀ δέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ὁ Ἄγγελος
Β οῶ σοι γηθόμενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.
ὁ α’ χορός
Δόξα Πατρὶ… Ἡ Θεοτόκος
Γ νωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας; λέγει σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;
ὁ β’ χορός
Καὶ νῦν… Ὁ Ἄγγελος
Δ ολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.
ὁ α’ χορός
ᾠδὴ γ ’ Ὁ Εἱρμὸς
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε,…
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ἡ Θεοτόκος
Ἐ ξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ’ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἄγγελος
Ζ ητεῖς παρ’ ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ’ οὗτος ἀνερμήνευτος, τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.
ὁ α’ χορός
Δόξα Πατρί… Ἡ Θεοτόκος
Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.
ὁ β’ χορός
Καὶ νῦν… Ὁ Ἄγγελος
Θ εοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Κάθισμα
ὁ β’ χορός
Ἦχος πλ. δ ’ . Αὐλῶν ποιμενικῶν
Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη, Χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένη, τὸν πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ Λόγος τοῦ Θεοῦ,…
ᾠ δ ὴ δ’
Ὁ Εἱρμὸς
ὁ β’ χορός
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.
ὁ α’ χορός
Ὁ καθήμενος ἐν δόξῃ…
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς .
Ἡ Θεοτόκος
Ἱ εράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ὁ Ἄγγελος
Κ ατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.
ὁ β’ χορός
Δόξα Πατρὶ… Ἡ Θεοτόκος
Λ αμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Ὁ Ἄγγελος
Μ ετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος,…
ὁ β’ χορός
…ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.
ᾠ δ ὴ ε’
Ὁ Εἱρμὸς
ὁ α’ χορός
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
Ἐ ξέστη τὰ σύμπαντα,…
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἡ Θεοτόκος
Ν οεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁ Ἄγγελος
Ξ ενίζῃ Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαῦμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα.
ὁ α’ χορός
Δόξα Πατρί… Ἡ Θεοτόκος
Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύματι;
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ὁ Ἄγγελος
Π ρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο,…
ὁ α’ χορός
…λ ογικὸν ἐνδιαίτημα.
ᾠ δ ὴ ς’
Ὁ Εἱρμὸς
ὁ β’ χορός
Ἐ βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος΄ Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.
ὁ α’ χορός
Ἐ βόησε, προτυπῶν…
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ἡ Θεοτ ό κος
Ῥ ημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης ἐνθέου πεπλήρωμαι, χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.
ὁ α’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς
Ὁ Ἄ γγελος
Σ οὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε, σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.
ὁ β’ χορός
Δόξα Πατρὶ… Ἡ Θεοτ ό κος
Τ ῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι’ ἐμοῦ τὸ ὀφείλημα σήμερον, δι’ ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Ὁ Ἄ γγελος
Ὑ πέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, ἡ ὑ π ό σχεσις δ έ χεται σ ή μερον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Ψάλλεται τό Κοντάκιον· «Τῇ ὑπερμάχῳ…». Ὁ Ἱερεύς πρό τῆς εἰκόνος τῆς Θεοτόκου φέρων ἐπιτραχήλιον καί φελώνιον ἀπαγγέλλει τόν Οἶκον· «Ἄγγελος πρωτοστάτης…».
Κοντ ά κιον
Ἦχος πλ. δ ’
Τ ῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.
Ὁ Οἶκος
Ἄ γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Συναξάριον
Τῇ ΚΕ ’ τοῦ αὐτοῦ μηνός , ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Στίχοι
Ἤγγειλεν Υἱὸν Ἄγγελος τῇ Παρθένῳ,
Πατρὸς μεγίστης Βουλῆς μέγαν.
Γήθεο τῇ Μαρίῃ ἔφατ’ Ἄγγελος εἰκάδι πέμπτη.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος δ ’
ᾠδὴ α ’
Ἀ νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.
ὁ β’ χορός
ᾠδὴ γ’
Τ οὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου…
ὁ α’ χορός
… σ τεφάνων δόξης ἀξίωσον.
ὁ β’ χορός
ᾠδὴ δ’
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.
ὁ α’ χορός
ᾠδὴ ε’
Ἐ ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ὁ β’ χορός
ᾠδὴ ς’
Ἐ βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος΄ Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.
ὁ α’ χορός
ᾠδὴ ζ’
Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἄ κουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ΄ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
ᾠδὴ θ ’
Μ ε γ α λ υ ν ά ρ ι ο ν
ὁ α’ χορός
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὁ Εἱρμὸς
Ὡ ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ.
ὁ β’ χορός
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑ πὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη, Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, Ῥευστὴ φύσις περ καθεστηκυΐα, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ α’ χορός
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Π ῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία, Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα, Νομίμου γονῆς ὅρους ὑπερβαῖνον, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ β’ χορός
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Μ υστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου, Κλίμακα γὰρ πάλαι Ἰακὼβ σὲ προτυποῦσαν, Ἰδών ἔφη, Βάσις Θεοῦ αὕτη, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ α’ χορός
Δόξα Πατρί…
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Θ αυμαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ΄ Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας, Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω, ᾗ ὡς Θεοτόκῳ λεχθείη, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ β’ χορός
Καὶ νῦν…
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Δ ανιὴλ σε ὄρος καλεῖ νοητόν, Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας, Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυΐδ δέ, Ἁγίασμα φάσκει, πύλην δὲ σε ἄλλος, ὁ δὲ Γαβριὴλ σοι κραυγάζει, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ α’ χορός
Καταβασία
Στίχ. Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡ ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β ’ .Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἀ γγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.
ὁ β’ χορός
Ὅμοιον
Χ αῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.
ΑΙΝΟΙ
ἱστῶμεν Στίχους δ ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Ἦχος α’.
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
Τ ῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ῶν οὐρανίων ἁψίδων,…
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε΄ συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι’ ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ’ ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.
Ἦχος β ’ Θεοφάνους
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Τ ὸ ἀπ’ αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος΄ ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν΄ ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας…
ὁ β’ χορός
…Θ εὸς ἡμῶν δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ’
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀ ντ ί φωνον Α’
Στίχος α ’ . Ὁ Θεὸς τὸ κρίμα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
T αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχος β ’ . Ἀ ναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχος γ ’ . Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχος δ ’ . Ὤ μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ…
Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον Β’
Στίχος α ’ . Κ αταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Σ ῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς Σοι,ἀλληλούϊα.
Στίχος β ’ . Ἡ γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…
Στίχος γ ’ . Ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…
Στίχος δ ’ . Ἀ νατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ δι’ ἡμᾶς σαρκωθείς,…
ὁ β’ χορός
Δόξα Πατρὶ … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον Γ ‘
Στίχος α ’ . Ἔ σται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἦχος δ ‘
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Στίχος β ’ . Ε ὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…
Στίχος γ ‘ . Ε ὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…
Μικρὰ Εἴσοδος .
Ἦχος β’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ε ἰ σ ο δ ι κ ό ν
Ε ὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς…
… ψ άλλοντάς Σοι, ἀ λληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἦχος δ ‘
Σ ήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον
Ἦχος πλ. δ ’
Τ ῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.
Τρισάγιον.
Ἀπόστολος
Προκείμενον τῆς ἡμέρας
Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. Β’. 11-18)
Ἀ δελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι΄ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν͵ λέγων͵ Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου͵ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν͵ Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ΄ αὐτῷ· καὶ πάλιν͵ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός͵ καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν͵ ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου͵ τοῦτ΄ ἔστιν τὸν διάβολον͵ καὶ ἀπαλλάξῃ τούτους͵ ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται͵ ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι͵ ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν͵ εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς͵ δύναται τοῖς πειραζομ έ νοις βοηθ ῆ σαι .
Ἀ λληλο ύ ϊα (γ΄) Ἦ χος β’
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. Α’ 24-38)
Ἐ ν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾽Ελισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. ᾽Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲτ πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ᾽Ιωσὴφ ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυΐδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾽Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς Θεοῦ. Καὶ ἰδοὺ ᾽Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα. Εἶπεν δὲ Μαριάμ΄ ᾽Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
ᾠδὴ θ’
Ἦχος δ ‘
Στίχ . Ε ὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡ ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ .
Κοινωνικ ὸ ν
Ἦχος α ‘
Ἐ ξελέξατο Κύριος τὴν Σιών, ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀ λληλούϊα.
ἦχος β ’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β ’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀ πόλυσις
«…Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ῾Αγίου καί Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάμενος Χριστός ὁ ἀληθινός Θεός ἡμῶν…».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.