15 MAPTIOY 2020
ΚΥΡΙΑΚΗ Β’ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ
Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως -ἐὰν χοροστατεῖ- (ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν ) μόνον εἷς ἱερεὺς μετὰ διακόνου.
ὁ Ἱ ερε ύ ς:
Ε ὐ λογητ ὸ ς ὁ Θε ὸ ς ἡ μ ῶ ν, π ά ντοτε, ν ῦ ν, κα ὶ ἀ ε ί , κα ὶ ε ἰ ς το ὺ ς α ἰῶ νας τ ῶ ν α ἰώ νων.
ὁ Ἀ ναγν ώ στης: Ἀ μήν.
ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀ ναγν ώ στης:
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμ ὸ ς ργ’ (103)
Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα ὶ π ά λιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν …
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐ κ γ’ ).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ Διάκονος:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ὁ α’ χορός
Ἦχος πλ.β’ Ψαλμ ὸ ς ρμ’ (140) (Μέλος Εἱρμολογικόν)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Στιχηρὰ Κατανυκτικὰ
Ἦχος πλ.β’
ὁ α’ χορός
Στίχ. Ἐ ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Μ ετάνοιαν οὐ κέκτημαι, ἀλλ’ οὐδὲ πάλιν δάκρυα΄ διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.
ὁ β’ χορός
Στίχ. Ἐ μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Ἐ ν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς, τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.
ὁ α’ χορός
Στίχ. Ἐ κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Τ ὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἰατρός, ὁ, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.
ὁ β’ χορός
Στίχ. Γ ενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Γ υμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός, καὶ ἐλέησόν με.
Ἦ χος πλ. δ’
ὁ α’ χορός
Στίχ . Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ποίημα τοῦ κυρίου Ἰωσὴφ
Ἀ μ έ τρητος ὑ π ά ρχει
Ἀ μέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε, δάκρυα οὖν μοι δώρησαι, δι’ ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων καὶ κράζων σοι΄ Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
ὁ β’ χορός
Στίχ . Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἐ μὲ τὸν πλανηθέντα, ἐπὶ ὄρη δεινῶν παραβάσεων, ζήτησον Λόγε, καὶ πρὸς σὲ ἀνακάλεσαι, ἤθη πονηρὰ ἐκ τῆς διανοίας μου, μακρὰν ἀπωθούμενος, θνήξαντα πάλιν ζώωσον, καὶ νηστείᾳ καθάρισον, ἐν κλαυθμῷ διηνεκεῖ, βοῶντα καὶ λέγοντα΄ Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
ὁ α’ χορός
Στίχ . Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος ὁ αὐτὸς – Τ ὴ ν ἔ νδοξον
Ν ηστείας ἐναρξάμενοι, Ἑβδομάδος τῆς τρίτης, τὴν Τριάδα τὴν σεπτήν, εὐφημήσωμεν οἱ πιστοί, τὸ ἑξῆς περιχαρῶς διανύοντες, τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες, ἐκ ψυχῆς ἡμῶν, ἄνθη θεῖα δρεψώμεθα, στεφάνους πλεξάμενοι τῆς κυρίας τῶν ἡμερῶν, ἵνα πάντες τὸν Χριστόν, ὡς νικητήν, στεφανηφοροῦντες ἀνυμνήσωμεν.
Καὶ τοῦ Μηναίου, προσόμοια γ’
Ἦχος πλ. δ΄’
ὁ β’ χορός
Στίχ . Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ
Κ ύριε, σὺ τὸ ἀσθενὲς τῆς ἀνθρώπων, ὡς ἐπιστάμενος φύσεως, ζῶσον ἐν καιρῷ τῆς νηστείας, ἰσχὺν ἡμᾶς καὶ κραταίωσον, κατὰ παθῶν καὶ ἐχθρῶν, νοουμένων ὡς εὔσπλαγχνος, ἀπαθείᾳ ψυχῆς τειχίσας, τοῦ δοξάζειν σου τὸ ἔλεος.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί
Κ ύριε σὺ τὸν Ἀθλοφόρον ἐκ σκότους, πρὸς φῶς τῆς θείας σκηνώσεως τῇ τοῦ Παρακλήτου ἐμπνεύσει, ὡς ἀγαθὸς μετεποίησας, καὶ κραταιὸν κατ’ ἐχθρῶν, ἀνέδειξας ὁπλίτην σου· διὰ τοῦτο ἀριστεύων, ἐδόξασέ σε φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ . Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Κ ύριε, σὺ ταῖς τῶν Μαρτύρων πρεσβείαις, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, φύλαξον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν νοουμένων πτερύγων σου, καὶ καθαρῶς καὶ ἁγνῶς, ἀξίωσον θεάσασθαι, τὴν τριήμερόν σου Λόγε, ἐξανάστασιν ὡς εὔσπλαγχνος.
ὁ α’ χορός
Δόξα Πατρί … Καὶ νῦν… Θεοτοκίον
Κ ύριε, δέξαι σῆς Μητρὸς ἱκεσίας, καὶ σπλαγχνισθεὶς ἐπικάμφθητι, σῶσον ἅπαν γένος ἀνθρώπων, τῶν δοξαζόντων τὸ κράτος σου, καὶ ἐκλύτρωσαι ἡμᾶς, τῆς πλάνης τοῦ ἀλάστορος, καὶ ἐλέησον ἐλεῆμον, καὶ σφαλμάτων δίδου ἄφεσιν.
.
.Ε ἴ σοδος ( Εἰσοδεύει μόνον εἷς ἱερεὺς μετὰ διακόνου).
Διάκονος: Σ οφ ί α Ὀ ρθο ί !
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χῦμα δὲν ψάλλεται )
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Μέγα Προκείμενον
Ἦχος πλ. δ’
ὁ α’ χορός
Μ ὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
ὁ β’ χορός
Στίχ. Ἡ σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.
Μ ὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
ὁ α’ χορός
Στίχ. Ἰ δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.
Μ ὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.
Εἴπωμεν πάντες ….κλπ . Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…
Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.
Πληρώσωμεν τὴν ἑσπερινὴν…κλπ …Εἴη τὸ κράτος τῆς βασιλείας…
Ε ἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον.
ὁ α’ χορός
Ἦχος πλ. δ’
Χ αλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ’ ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῷσόν με.
ὁ β’ χορός
Στίχ. Π ρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Χ αλινοὺς ἀποπτύσας…
ὁ α’ χορός
Στίχ. Ἐ λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Μ άρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν… Ἦ χος ὁ αὐτός Θεοτοκίον
Τ ὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν΄ Θεοτόκε πρέσβευε, σωθ ῆ ναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Νῦν ἀπολύεις . Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν.
Ἦχος πλ. α’
ὁ α’ χορός
Θ εοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Β απτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἱ κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ὑ πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
ὁ Ἀ ναγν ώ στης (πρᾳείᾳ τῇ φωνῇ) :
Κ ύριε ἐλέησον, μ’ (40).
Δ όξα Πατρὶ… Κ αὶ νῦν…
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐ ν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
Ὁ Ἀρχιερεύς: Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν…
Ἐ πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον΄ καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.
Κ ύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς.
Π νεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ν αί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.
Καὶ λέγει ὁ Προεστώς, τό,
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
καὶ Ἀπόλυσις
ὁ β’ χορός
ψάλλει εἰς ἀργὸν εἱρμολογικὸν μέλος
Ἦ χος β’
Ὅ τε ἐ κ το ῦ ξ ύ λου
Π άντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν΄ Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὁ Προεστὼς: Δ ι’εὐχῶν…
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.