Β΄ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ Μνήιμη τῶν ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων_2020

8 ΜΑΡΤΙΟΥ 2020

ΚΥΡΙΑΚΗ Α’ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ

+Μνιμη τν γων μεγλων Τεσσαρκοντα Μαρτρων, τν ν τ λμνη Σεβαστεας μαρτυρησντων.

Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως -ἐὰν χοροστατεῖ- (ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν) μόνον εἷς ἱερεὺς μετὰ διακόνου.

ὁ Ἱερες:

Ελογητς Θες μν, πντοτε, νν, κα ε, κα ες τος αἰῶνας τν αἰώνων.

 ὁ ναγνστης: Ἀμήν.

  Ἀρχιερεὺς ἢ ὁ ναγνστης:

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα Πατρὶ… Κα νν …

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (κ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

  Διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν…….

ὁ α’ χορός

Ἦχος πλ. α΄’  Ψαλμς ρμ’ (140) (Μέλος Εἱρμολογικόν)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

   ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχηρὰ Κατανυκτικὰ

Ἦχος πλ. α’

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Κύριε ἁμαρτάνων οὐ παύομαι, φιλανθρωπίας ἀξιούμενος οὐ γινώσκω, νίκησόν μου τὴν πώρωσιν, μόνε Ἀγαθέ, καὶ ἐλέησόν με. 

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κἀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Οἴμοι! τὶ ὁμοιώθην ἐγώ, τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ, ἀλλ’ ἐπουράνιε γεωργὲ Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν ἄσωτον Υἱόν, δέξαι με καὶ ἐλέησόν με.

 ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος, δέομαι καὶ ἐλέησόν με.

 

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἔδωκας σημείωσιν 

Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῦν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι, καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῦν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου

Ἦχος πλ. β’ Ἀρχαγγελικῶς ἀνυμνήσωμεν

Τὰ τῶν Νηστειῶν νῦν δισέβδομα φαιδρῶς, ἐναρξώμεθα τελοῦντες, ἡμέραν ἐξ ἡμέρας ἀδελφοί, ἅρμα πυρὸς ἐργασάμενοι ἡμῖν, ὡς Ἠλίας ὁ Θεσβίτης, τὰς τέσσαρας μεγάλας ἀρετάς, τὸν νοῦν ἀνυψώσωμεν ἀπαθείᾳ, τὴν σάρκα ὁπλίσωμεν τῇ ἁγνείᾳ, τρέποντες, καὶ νικῶντες τὸν ἐχθρόν. 

Καὶ τοῦ Μηναίου,

ΣΤΙΧΗΡΑ ΙΔΙΟΜΕΛΑ

 ὁ β’ χορός

Ἦχος β’

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ἰωάννου Μοναχοῦ

Φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ γὰρ ἱμάτιον ἀποδυόμεθα; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. Μὴ οὖν ἐκκλίνωμεν, ὦ συστρατιῶται· μικρὸν ὑπομείνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

ίπτοντες περιβόλαια πάντα, βαίνοντες ἀτρόμως εἰς λίμνην, ἀλλήλους ἔλεγον οἱ Ἅγιοι πρὸς Μάρτυρες· Διὰ Παράδεισον, ὃν ἀπωλέσαμεν, ἱμάτιον φθαρτὸν σήμερον μὴ ἀντισχώμεθα, δι’ ὄφιν ποτὲ φθοροποιὸν ἐνδυσάμενοι, ἐκδυσώμεθα νῦν διὰ τὴν πάντων ἀνάστασιν, καταφρονήσωμεν κρύους λυομένου, καὶ σάρκα μισήσωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, ἵνα τὴν φοβεράν γέενναν τοῦ πυρὸς φύγωμεν, καυθήτω ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια· ἡ δὲ χεὶρ ῥυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον, καὶ μὴ φεισώμεθα φύσεως θνῃσκούσης· ἑλώμεθα θάνατον, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β’ Ἰδιόμελον

Τὴν λίμνην ὡς Παράδεισον, καὶ τὸ κρύος ὡς καύσωνα, οἱ Μάρτυρες ἡγήσαντο, Χριστὲ ὁ Θεός, οὐκ ἔπτηξαν τὸν λογισμὸν αἱ τῶν τυράννων ἀπειλαί, οὐκ ἐδειλίασαν οἱ γενναῖοι τῶν βασάνων τὰς προσβολάς, ὅπλον θεῖον κεκτημένοι τὸν Σταυρόν· δι’ αὐτοῦ γὰρ τὸν ἐχθρόν, ὡς κραταιοὶ ἐτροπώσαντο· ὅθεν καὶ τὸν στέφανον ἐκομίσαντο τῆς χάριτος.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον Ἦχος β’ Ὅτε ἐκ τοῦ ξύλου σε

ργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διό σου, δέομαι Πανάμωμε· Τῇ δυναστείᾳ σου, ῥῆξον τῶν παθῶν μου τὰ νέφη, καὶ τῆς ἀφθαρσίας με χλαῖναν, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.

.

Εσοδος ( Εἰσοδεύει μόνον εἷς ἱερεὺς μετὰ διακόνου).

Διάκονος: Σοφα ρθοί !

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χύμα ):

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σ δοξζει.

Μέγα Προκείμενον 

Ἦχος πλ. δ’

ὁ α’ χορός

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

ὁ β’ χορός

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

ὁ α’ χορός

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.   

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Εἴπωμεν πάντες….κλπ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…

Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑσπερινὴν…κλπΕἴη τὸ κράτος τῆς βασιλείας…

Εἰς δὲ τὰ Ἀπόστιχα, τὸ παρὸν Ἰδιόμελον.

α’ χορός 

Ἦχος πλ.δ’

Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ’ ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν, Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος. 

ὁ β’ χορός

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς,…

ὁ α’ χορός 

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νὺν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

ὁ β’ χορός

Δόξα Πατρί… Ἦχος β’ Κυπριανοῦ Μοναχοῦ

Προφητικῶς ἀνεβόα ὁ Δαυῒδ ἐν ψαλμοῖς· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑμεῖς δὲ Μάρτυρες Χριστοῦ, δι’ αὐτῶν τῶν ἔργων τὸ λόγιον πληροῦντες, διήλθετε διὰ πυρός τε καὶ ὕδατος, καὶ εἰσήλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ Πρεσβεύσατε, τεσσαράκοντα ὄντες Ἀθληταί, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

Καὶ νῦν… Θεοτοκίον Ἦχος ὁ αὐτὸς

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Νῦν ἀπολύεις….ΤΡΙΣΑΓΙΟΝ

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος α’

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν… Θεοτοκίον

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

https://agioskosmasoaitolos.wordpress.com

8 ΜΑΡ20 Β΄ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s