ΑΓΙΟΣ ΛΕΩΝ ΚΑΤΑΝΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ _20 ΦΕΒΡΟΥΑΡΙΟΥ

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΛΕΩΝ ΚΑΤΑΝΗΣΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν τῆς Κατάνης φωστῆρα καὶ ἀρχιποίμενα, τὸν πρὸς Θεὸν μεσίτην, καὶ προστάτην τὸν μέγαν, ὑμνήσωμεν ἐνθέως πάντες πιστοί, καὶ αὐτῷ ἀνακράξωμεν· μὴ διαλίπῃς ὦ Λέον ὑπὲρ ἡμῶν, τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον.

Ἐν τῷ τοῦ Πνεύματος σθένει Πάτερ διέλυσας, Ἡλιόδωρου μάγου, μυσαρὰς ἀγυρτείας, καὶ τοῦτον κατακαύσας ἐν τῷ πυρί, εἰσελθόντες ἀμφότεροι, καὶ ἀβλαβὴς διαμείνας δίχα φθορᾶς, τοὺς πιστοὺς ἐχαροποίησας.

Ἐν τῇ πλημμύρᾳ τῶν λόγων σου ἐξεπαίδευσας, πιστὸν λαὸν Κατάνης, καὶ ποικίλοις σημείοις, ἐτράνωσας τὴν πίστιν χριστιανῶν, καὶ τῆς πλάνης κατήργησας, τὰ ἀθεώτατα δόγματα καὶ σοφῶς, τὴν Τριάδα ἐμεγάλυνας.

Ὡς θησαυρὸν εὐσεβείας Λέον γινώσκομεν, ὡς κήρυκα τοῦ Λόγου, Ἐκκλησίας φωστῆρα, ποιμένα θεηγόρον θαυματουργόν, ἀντιλήπτορα μέγιστον, ἀκαταμάχητον πρέσβυν πρὸς τὸν Χριστόν, Ὃν ἐδόξασας πανεύφημε.

Δόξα. Ἦχος πλ. β΄.

Πατέρων ἀγλάϊσμα, καὶ σοφὸς ποιμενάρχης, Ἱεραρχῶν ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς μαγικῆς ἀπάτης καθαιρέτης φανείς, Λέον, τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Λέοντα τὸν σοφόν, ὑμνήσωμεν συμφώνως, οἱ ἐν Κατάνῃ πάντες, ὡς θεῖον ἡμῶν πρέσβυν, πρὸς Κύριον ἀκοίμητον.

Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιασονται.

Γέρας σε καὶ φρουρόν, ἡ Σικελίας νῆσος, ὦ Λέον κεκτημένη, πανευλαβῶς προστρέχει, τῷ ἱερῷ τεμένει σου.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, και ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Πίστιν χριστιανῶν, παμμάκαρ Λέον στῆσον, καὶ παῦσον τὰς αἱρέσεις, ὡς εὐσεβείας πάσης, διδάσκαλος φιλόθεος.

Δόξα. Τριαδικόν.

Ὑπέρθεθε Τριάς, Μονὰς ἡ ἐν Τριάδι, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις εὐπροσδέκτοις, Λέοντος Σοῦ θεράποντος.

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε Μαριάμ, ἱκέτευε τὸν Κτίστην, δοῦναι ἡμῖν πταισμάτων, συγχώρησιν καὶ λύπην, καρδίας ἀποδίωξον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης

Τῆς Κατάνης ἐδείχθης Ἱεράρχης πανάριστος, καὶ θαυμάτων χάριν ἐδέξω ἐκ Θεοῦ Λέων Ὅσιε· διὸ δίκην λέοντος σοφέ, τὰ τεμένη τῶν εἰδώλων παντελῶς κατηδάφισας· Ἡλιόδωρόν τε μάγον ἐν πυρὶ κατετέφρωσας. Δόξα τῷ σὲ ὑψώσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ ἀναδείξαντι λαμπρῶς τύπον ἁγιότητος.

Δόξα. Ἦχος γ’. Θείας πίστεως.

Χαῖρε ἔχουσα, πόλις Κατάνης, θεῖον Λέοντα, λαμπρὸν ποιμένα, ὡς πολιοῦχον καὶ φωστῆρα πανθαύμαστον, τῆς γὰρ μαγείας καθάρας τὰ σκάνδαλα, τῆς εὐσεβείας τὸ κάλλος ἐξέλαμψεν. Αὐτῷ βόησον· λιταῖς σου θείαις με φρούρησον, ἐκ πάντων τῶν δεινῶν καὶ περιστάσεων.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.

Λέων, θεόφρον πανόλβιε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τελείαις καθάρσεσι, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθαρῶς προσκολλώμενος, φωτὸς ἐνθέου, ἔμπλεως γέγονας, καὶ χαρισμάτων, θείων τετύχηκας, πάθη ἀνίατα, θεραπεύειν πάντοτε καὶ προσευχῶν, μάστιγι ἀκάθαρτα, διώκειν πνεύματα.

Λέων, τῷ ὄντι μακάριος, Ἀρχιερεὺς γεγονώς, ἐπὶ χλόην ἐξέθρεψας, ῥάβδῳ θείας πίστεως, ὡς ποιμὴν ἀληθέστατος, ὀρθοδοξίας καὶ τελειότητος, τὴν σὴν ἀγέλην σθένει τοῦ Πνεύματος, ἧς κατενώπιον, ἐκτελῶν τεράστια, θεοπρεπῶς, κλέος ἀναφαίρετον, ἐκληρονόμησας.

Ἔλαιον, θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, βλαστανούσης ἀέναον, τῆς τιμίας λάρνακος, τοῦ σοφοῦ Ἀρχιποίμενος, καὶ τῷ τῶν ὅλων, Θεῷ βοήσατε· Ὁ ἐν Ἁγίοις σοῦ θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς οἴκτειρον, ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῆς Κατάνης ὁ σύλλογος, τὴν πανέντιμον μνήμην σου, Λέον παμμακάριστε ἄγει σήμερον, καὶ ἐν ᾠδαῖς μεγαλύνει σοι, καὶ πόθῳ κραυγάζει σοι· καλλονὴ Ἱεραρχῶν, Ὀρθοδόξων ὑπέρμαχε, φρούρει πάντοτε, ἐκ παντοίων κινδύνων τὴν σὴν ποίμνην, ὡς ἀκοίμητον πλουτοῦσα, φρουρὸν καὶ πρέσβυν πρὸς Κύριον.

Ὡς λαμπτῆρά σε ἄδυτον, καὶ φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας πανεύφημε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλὺν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, Λέον πιστῶς μακαρίζομεν.

Θαυμασίοις ἐκόσμησας, τὴν λαμπρὰν πολιτείαν σου, Λέον θεοφόρε χαρίτων τέμενος, σὺ γὰρ ταχέως κατέλυσας, μαγείας τὰ σκάνδαλα, καὶ κατέκαυσας πυρί, Ἡλιόδωρον ἄνομον, σαῖς ἐντεύξεσιν, καὶ θαυμάτων πηγάζεις θεῖα ῥεῖθρα, τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν παναοίδιμον μνήμην σου.

Δόξα. Ἦχος πλ. β´.

Πνευματικὴν συστησώμεθα χορείαν ἐπὶ τῇ μνήμῃ τοῦ Ποιμενάρχου Λέοντος τοῦ Σοφοῦ, οὗτος γὰρ τοῦ ἀλάστορος καθελὼν τὴν δύναμιν, τῇ πίστει τῆς Τριάδος ἐνισχυόμενος, ἀπετέφρωσεν Ἡλιοδώρου τὸ φρύαγμα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀναδειχθεὶς στῦλος ἀδιάσειστος. Διὸ καὶ Κατάνη σεμνύνεται τὴν λειψάνων αὐτοῦ θήκην κατέχουσα, μεγαλαυχεῖ δὲ σὺν αὐτῇ καὶ Ζάκυνθος, Ναὸν ἱδρυσαμένη φυλακτήριον, ᾧ οἱ περιπτυσσόμενοι ἀφθόνως τὰ χαρίσματα προσλαμβάνουσιν. Αὐτῷ οὖν μετὰ πόθου ἐκβοήσωμεν· μὴ διαλείπῃς πρεσβεύουν ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ’ 7 – 11)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν  ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

                                  

Λιτή. Ἰδιόμελα.  Ἦχος α’.

Πνευματικὴ πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ φύσις, χορευέτω ἡ ἀνθρωπότης. Συνεκάλεσε γὰρ ἡμᾶς ὁ ἁγιώτατος Λέων, τὸ θειότατον κειμήλιον τῶν Ἀρχιερέων, ὁ ποταμὸς τῶν θαυμάτων ὁ πλημμυρέστατος· τὸ κατοικητήριον τοῦ Ἁγίου Πνεύματος· ἡ ὁλοθρευτικὴ μάστιξ κατὰ τοῦ Ἡλιοδώρου. Ὁ στενότατος τῆς Ἐκκλησίας καὶ ἀκράδαντος πύργος· ἡ ὄντως κρηπὶς Πατέρων, καὶ φωστὴρ οἰκουμένης ὁ πολύφωτος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, Ἀποστολικῆς διδασκαλίας, γενόμενος ἔμπλεως καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι᾿ ἐναρέτου πολιτείας δειχθείς, τῆς σῆς γὰρ μάνδρας τὸν Ἡλιοδῶρον πυρὶ ἀπήλασας καὶ τὴν ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ἀλλ᾿ ὦ Κατάνης ἐγκαλλώπισμα, καὶ τῶν Ἀγγέλων συνόμιλε, τῷ Σωτῆρι πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ Μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔπνους εἰκὼν ὡς θεῖον γὰρ θησαυρόν σε, ἡ τῶν Καταναίων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δ´.

Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Λέων σοφέ, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτὸς σὲ ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ καὶ ὄντως ζωῇ. Διὸ παῤῥησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β´.

Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοὶ τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθούσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοὶ οὐρανῶν ἠνέωκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Λέων ἁγιώτατε.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, πνευματικῶς τε δὲ σκιρτῶσα ἀγάλλεται, ὡς στῦλον αὐτῆς λαβοῦσα, καὶ ὀλετῆρα ἐχθρῶν, σὲ τὸν ὄντως θεῖον καὶ ἰσάγγελον, φωτίσας γὰρ ἅπαντας, τοὺς πιστοὺς εἰς εὐσέβειαν, καὶ καρτερίαν, τῶν δεινῶν προσεδίδαξας· τοὺς δὲ ἄφρονας, ἀπεστόμωσας ἔνδοξε, φράττων τὸ τούτων φρύαγμα, ὡς λέων ἐσπάραξας, τῆς Ἐκκλησίας διώκτην, καὶ τῷ πυρὶ κατηνάλωσας. Διὸ πίστει εὐφημοῦμεν, τὴν σὴν μνήμην εὐσεβάστως ἀεὶ γεραίροντες.

Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιασονται.

Δεῦτε πανευλαβῶς οἱ πιστοί, καὶ χαρμοσύνως ᾄσματα ᾂσωμεν, τῇ μνήμῃ τοῦ Ἱεράρχου, καὶ θαυμαστοῦ ἐν δεινοῖς, τοῦ σοφοῦ ποιμένος, θείου Λέοντος, οὗτος γὰρ ἐτροπώσατο, Ἡλιοδώρου τὸ φρύαγμα, τῇ καρτερίᾳ, καὶ τῇ ἰσχύϊ τοῦ Πνεύματος, ἀνδρειότατα, ἐνεγκὼν εἰς τὴν κάμινον, τὸν τῆς Πίστεως βάσκανον, ὅθεν καὶ κατηνάλωτος, τῷ πυρὶ ἐγεγόνει, ὁ μαγγανείαις συρόμενος. Διὸ καὶ νῦν χαίρει, ἀγαλλόμενος σὺν πάσαις, ταῖς ἄνω τάξεσι.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, και ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίρει, καὶ ὁ Ζακύνθου χορός, μετὰ Κατάνης, ἣν περ πάλαι ἐποίμανας, ἐπὶ τῇ ἀνεγέρσει, τοῦ ἱεροῦ σου Ναοῦ, ἔχων τοῦτον πᾶσι φυλακτήριον, πηγὴ γὰρ θαυμάσιος, τοῖς ἐν πίστει πελάζουσι, καὶ δεομένοις, τῆς αὐτοῦ συμμαχίας τε, καὶ ἀντιλήψεως, ὑπάρχει τε καύχημα, καὶ ἑδραίωμα ἄσειστον. Διὸ καὶ ἡ ὁμώνυμος, Κώμη σκιρτῶσα χορεύει, ἔχουσα τοῦτον προπύργιον, Χριστὸν ἀνυμνοῦσα, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ´.

Τίς μὴ θαυμάσει τὰ σὰ ἐξαίσια τεράστια Ἁγιώτατε Πάτερ, τὰς Ἡλιοδώρου γοητείας ἀποτεφρώσας, πιστοὺς πάντας ἔσωσας, καὶ ὡς ὁμώνυμος τῷ λέοντι, τὰς τῶν ἐναντίων δυνάμεις κατεπάλαισας Λέων ἀξιάγαστε. Διὸ καὶ ἡ Ἐκκλησία ἀγαλλομένη, πανηγυρίζει τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Ἡ νοητὴ πύλη τῆς ζωῆς, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντας σοὶ πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης

Τῆς Κατάνης ἐδείχθης Ἱεράρχης πανάριστος, καὶ θαυμάτων χάριν ἐδέξω ἐκ Θεοῦ Λέων Ὅσιε· διὸ δίκην λέοντος σοφέ, τὰ τεμένη τῶν εἰδώλων παντελῶς κατηδάφισας· Ἡλιόδωρόν τε μάγον ἐν πυρὶ κατετέφρωσας. Δόξα τῷ σὲ ὑψώσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ σὲ ἀναδείξαντι λαμπρῶς τύπον ἁγιότητος.

Δόξα. Ἦχος γ’. Θείας πίστεως.

Χαῖρε ἔχουσα, πόλις Κατάνης, θεῖον Λέοντα, λαμπρὸν ποιμένα, ὡς πολιοῦχον καὶ φωστῆρα πανθαύμαστον, τῆς γὰρ μαγείας καθάρας τὰ σκάνδαλα, τῆς εὐσεβείας τὸ κάλλος ἐξέλαμψεν. Αὐτῷ βόησον· λιταῖς σου θείαις με φρούρησον, ἐκ πάντων τῶν δεινῶν καὶ περιστάσεων.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Χριστῷ τῳ Βασιλεῖ, τῶν αἰώνων καὶ κτίστῃ, ἐκ βρέφους σὺ πιστῶς, ἠκολούθησας πόθῳ. Διὸ καὶ σὲ ἐδόξασεν, ἐπὶ γῆς μετὰ πότμον τε, Λέων ἔνδοξε, ἱερομύστα Τριάδος, ἀξιάγαστε, διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Φιλέορτοι σπεύσατε πρὸς τὸν Ναὸν εὐλαβως, τοῦ κήρυκος τῆς πίστεως καὶ διδασκάλου ἡμῶν, Λέοντος θεομύστου, καὶ ποιμένος Κατάνης, χαρίσματα γὰρ παρέχει, πᾶσι τοῖς μετὰ πόθου, τοῖς αὐτοῦ δεομένοις, ταχυτάτης πρεσβείας, καὶ ἀντιλήψεως.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων Πάναγνε κατὰ τῶν δούλων Σου.

Μετὰ τὸν πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Ἀνεδείχθης ἄριστος, λαοῦ Κατάνης, Ποιμέναρχης ἔνδοξε, σῴσας πολλοὺς ἐκ πειρασμῶν καὶ τῶν εἰδώλων συνέτριψας, πᾶσαν λατρείαν, ψυχόλεθρον Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων μὲ λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον, τοῦ δ΄ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ένωτίσασθε πάντες οι κατοικοῦντες τῇ οικουμένῃ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθέτων ὑμᾶς, ἐμὲ ἀθετεῖ… Βλέπε τῇ η΄ Σεπτεμβρίου, εἰς τὴν Λειτουργίαν.

Ὁ Ν´.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ θεοφόρε Λέων σοφέ, ὃς διὰ τῶν ἀρετῶν σου τῶν πολλῶν, οἰκητήριον ἐγένου τοῦ Ἁγίου Πνεύματος, μὴ διαλείπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Λέοντα πηγὴν ὄντα θαυμάτων σέβω. Ὁ Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας

Λαμπτῆρά σε θεῖον ἡ τοῦ Χριστοῦ, φαιδρὰ Ἐκκλησία, κεκτημένη Λέων σοφέ, ταῖς τῶν ἀρετῶν σου φρυκτωρίαις, καὶ τῶν θαυμάτων πλουσίως φωτίζεται.

Ἐκ βρέφους ἀνέθηκας σεαυτόν, τῷ πάντων Δεσπότῃ, καὶ νεκρώσει τῶν ἡδονῶν, ζῶσα τούτῳ γέγονας θυσία, θύων σαυτὸν ἀναιμάκτως Μακάριε.

Ὁ βίος σου φέγγει τῶν ἀρετῶν, κατηγλαϊσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, καθωραϊσμένος Θεοφόρε, περιφανῆ σε τοῖς πᾶσιν εἰργάσατο.

Θεοτοκίον.

Ναὸς ἐχρημάτισας τοῦ Θεοῦ, ἀμόλυντε Κόρη, τοῦ οἰκήσαντος ὑπὲρ νοῦν, ἐν σοὶ Θεοτόκε καὶ τὴν πλάνην, ἐκ τῶν ψυχῶν τῶν βροτῶν ἐξοικίσαντος.

ᾨδὴ γ´. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος

Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον μάνδραν εἰσήλασας.

Ἀνελθὼν ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρῖσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως, ᾔνεσας, ὑψηλοτάτῃ καθέδρᾳ, λειτουργήσας χάριτι, τούτῳ ὡς Ἄγγελος.

Πειρασμοὺς ὑπομείνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως· μύρον εὐῶδες δέ, διηνεκῶς ἀναβλύζων, ἁγιάζεις πίστει σοι, τοὺς προσπελάζοντας.

Θεοτοκίον.

Ἡ λαβὶς ἡ τοῦ θείου, καὶ φωταυγοῦς ἄνθρακος, βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς Θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, τοῦ πυρὸς ἑξάρπασον διαιωνίζοντος.

Κάθισμα, ἦχος γ´. Θείας πίστεως.

Μέγας ἥλιος, τῇ οἰκουμένῃ, ἀνατέταλκας, τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα, Λέων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θείας φύσεως οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ´. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε

Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας ἑκατοστεύοντα, στάχυν ἤνεγκας Πανόλβιε, ἀρετῶν ἐνθέων καὶ ἰάσεων.

Ἡ ἁγία σου Ἅγιε, θήκη ἀενάως ἔλαιον ἅγιον, ἀναβλύζει ἁγιάζουσα, τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι.

Νοσημάτων καθάρσιον, πονηρῶν δαιμόνων φυγαδευτήριον, Ἱεράρχα, ἐχρημάτισας, καὶ πιστῶν ἀνθρώπων καταφύγιον.

Θεοτοκίον.

Ὁ τοῖς πᾶσιν ἀχώρητος, Πάναγνε χωρεῖται ἐν τῇ νηδύϊ σου, διασῴζων με χρηστότητι, τὸν βεβυθισμένον ἁμαρτήμασιν.

ᾨδή ε΄. Ὁ Εἱρμός. Ἵνα τί με ἀπώσω

Νοΐ καθαρωτάτῳ, νοῦν τὸν πάντων αἴτιον ἐνοπτριζόμενος, παρ᾿ αὐτοῦ ἐδέξω, χαρισμάτων τὴν αἴγλην Θεόπνευστε, καὶ τῶν ἰαμάτων, τὰς ἱερὰς φωτοχυσίας· δι᾿ ὧν λύεις παθῶν τὴν σκοτόμαιναν.

Τὸν ἀπάταις δαιμόνων, πάντας τοὺς πιστεύοντας Χριστῷ μωραίνοντα, τῷ πυρὶ δικαίᾳ παραδέδωκας ψήφῳ Μακάριε, καὶ ψυχὰς ἐῤῥύσω, τῆς ὀλεθρίου τούτου βλάβης, ὡς Ποιμὴν ἀληθὴς καὶ σωτήριος.

Ἀναφθείσης ἐν μέσῳ, ἔστης ἀκατάφλεκτος πυρὰς Ἀοίδιμε· ἡ γὰρ θεία δρόσος, τοῦ Ἁγίου ἐκυκλοῦ σε Πνεύματος, ὡς ἱερομύστην, ὡς λειτουργὸν τῆς θείας δόξης, ὡς τῆς ἄνω λαμπρότητος μέτοχον.

Θεοτοκίον.

Θεωρήσαντες πάλαι, ἐνθεαστικώτατα Θεοχαρίτωτε, οἱ σεπτοὶ Προφῆται, μυστηρίου τὸ βάθος τὸ ἄφραστον, τῆς σεπτῆς λοχείας, σοῦ τῆς ἁγνῆς ποικιλοτρόπως, ὡς ἐχώρησαν τοῦτο προήγγειλαν.

ᾨδὴ ς´. Ὁ Εἱρμός. Τὴν δέησιν

Ἀόμματοι, τῇ ἐντεύξει σου Πάτερ, ἐκομίσαντο τὸ βλέπειν θεόφρον, τὸν γὰρ Χριστόν, συνεργὸν κεκτημένος, καὶ πρὸς αὐτὸν τῆς ψυχῆς σου τὰ ὄμματα, κτησάμενος διηνεκῶς, τὰς αἰτήσεις πλουσίας ἐλάμβανες.

Ὑπῆρξας, τῷ βασιλεῖ θαυμάσιε, φοβερώτατος ἡνίκα προβαίνων, ἐν ταῖς αὐλαῖς, ταῖς αὐτοῦ ἐπεφέρου, τῷ ἱματίῳ σου ἅπτοντας ἀνθρακας, εδόξαζε γὰρ σὲ Χριστός, ὃν τῷ βίῳ σου Λέων ἐδόξασας.

Μυρίζει σου, ἡ σορὸς τῶν λειψάνων, καὶ προχέει ἀενάως Παμμάκαρ, ὥσπερ πηγή, καθαρὰ καὶ εὐώδης, ἔλαιον θεῖον δι’ οὗ φυγαδεύονται, νοσήματα ἐκ τῶν Πιστῶν, καὶ ὑγεία τοῖς χρῄζουσι δίδοται.

Θεοτοκίον.

Ἁγίασον, τὴν ψυχήν μου Παρθένε, ἡ τὸν ἅγιον κυήσασα Λόγον, τὸν ἀληθῶς, ἐν ἁγίοις ὡς θέμις, ἀναπαυόμενον μόνον Θεὸν ἡμῶν, καὶ δίδου μοι ὡς ἀληθῶς, κατανύξεως ὄμβρους Πανάμωμε.

Κοντάκιον. Ἦχος β´. Τὴν ἐν πρεσβείαις.

Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς ᾂσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον, αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Ὁ Οἶκος.

Τράνωσόν μου τὴν γλῶτταν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τὸν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι’ ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Συναξάριον.

Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Λέοντος, Ἐπισκόπου Κατάνης.

Ὁ μὲν νεκρὸς Λέοντος· εἰδ᾿ οἵου πύθῃ,

Πάντως ἐροῦμεν τοῦ προέδρου Κατάνης.

Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.

Οὗτος ὁ Ἅγιος ἐκ Ῥαβέννης εἷλκε τὸ γένος, εὐγενῶν ὑπαρχῶν υἱός. Διὰ δὲ βίου καθαρότητα καὶ ἐπιμέλειαν λογισμῶν, πάντας τοὺς ἱεροὺς βαθμοὺς ἐννόμως διαμείψας, θείῳ ψήφῳ, Πρόεδρος τῆς Καταναίων Μητροπόλεως ἀναδείκνυται, ἥτις κατὰ τὴν περιώνυμον κεῖται Σικελίαν, ἐν ᾗ τὸ Αἰτναῖον πῦρ εἰσέτι καὶ νῦν καταῤῥεῖ. Οὖτος οὖν φερωνύμως, ὡς Λέων πεποιθώς, καὶ φωστῆρος δίκην λάμπων κατεφώτισεν ἅπαντας, ψυχῶν ἐπιμελούμενος, χηρῶν προϊστάμενος, καὶ πενήτων προμηθούμενος. Ὅθεν διὰ μόνης προσευχῆς εἰδωλικὸν ἄγαλμα εἰς γῆν κατέῤῥαξε, καὶ μέγιστον τῇ καλλινίκῳ μάρτυρι Λουκίᾳ, ναὸν τοῖς αὐτοῦ φιλοτεχνήμασιν ἀνεστήσατο, καὶ τὸν ἐν μαγγανείαις τερατοποιὸν Ἡλιόδωρον ἀπετέφρωσε.

Οὗτος γὰρ δι’ ὄχλου πᾶσι γινόμενος, τερατοποιῶν καὶ φαντασιοκοπῶν, ἐπεὶ καὶ κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοῖς ἑαυτοῦ κακοτεχνήμασιν ἐπιχειρεῖν ὁ μυσαρὸς κατετόλμησεν, ὁ μακάριος τοῦτον σπουδῇ χειρωσάμενος, καὶ τῷ αὐτοῦ ἱερῷ Ἐπιτραχηλίῳ δήσας, κελεύει γενέσθαι μεγίστην πυρκαϊάν, μέσον τῆς πόλεως· καὶ δημοσιεύσας αὐτοῦ πᾶσαν μαγγανείαν, καὶ συνδεδεμένον ἔχων τῷ τραχήλῳ, εἰσῆλθεν μέσον τῆς καμίνου, καὶ οὐ πρότερον ἐξῆλθε, μέχρις οὗ εἰς τέλος ἀπετεφρώθη ὁ δείλαιος. Τοῦτο ἐξέστησεν ἅπαντας· οὐ μόνον γὰρ ἄφλεκτος ἔμεινεν ο μέγας, ἀλλ’ οὐδὲ τῶν ἱερῶν ἐνδυμάτων αὐτοῦ τὸ καθόλου ἡ φλὸξ καθήψατο.

Τούτου τοῦ θαύματος τὰ πέρατα καταλαβόντος, καὶ οἱ αὐτοκράτορες Λέων καὶ Κωνσταντῖνος αὐτήκοοι γεγονότες, πρὸς ἑαυτοὺς τὸν Ἅγιον μετεστείλαντο, καὶ τῶν ποδῶν αὐτοῦ ἥπτοντο, καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν ἐλιπάρουν. Οὗτος οὐ μόνον ζῶν μέγιστος ἣν ἐν τοῖς θαύμασιν, ἀλλὰ καὶ τῇ γῇ παραδοθείς, πλείονα ἐκτελεῖ θαυμάσια.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Σαδὼκ Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων Μαρτύρων, τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτῶ.

Φέρει σὺν ὀκτώ, καὶ Σαδὼκ Ἐπισκόπῳ,

Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.

Οὗτοι ἐμαρτύρησαν ἐν Περσίδι, ἐπὶ του βασιλέως Σαβωρίου, δια τὴν εἰς Χριστὸν πίστιν πάντες ἀποτμηθέντες τὰς κεφαλάς. Ἱστορεῖται δε ὁ Ἅγιος Σαδώκ, πρὸ του κατασχεθῆναι αὐτόν, ἰδεῖν καθ’ ὕπνον τὸν Ἱερομάρτυρα Συμεών, ἱστάμενον επὶ κλίμακος ὑψηλῆς, καὶ τὴν ἄνοδον ἐκκαλούμενον, δηλοῦντα ὡς ἔοικε τὴν του μαρτυρίου ἀνάβασιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βησσαρίωνος.

Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων,

Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας.

Οὗτος ἐγεννήθη σαρκικῶς ἐν Αἰγύπτῳ. Απογαλακτισθέντος δὲ αὐτοῦ, καὶ ἐν τοῖς ἱεροῖς γράμμασιν ἐκπαιδευθέντος, φῶς ἅγιον ἔλαμψεν εἰς τὴν καρδίαν αὐτοῦ ἐκ νεαρᾶς ἡλικίας, καὶ ἠγάπησεν Ἰησοῦν Χριστὸν σφόδρα, μηδ’ ὁπωσουν χράνας οἱῳδήποτε πράγματι τὸ δοθὲν αὐτῷ ἅγιον βάπτισμα νηπιόθεν. Ἀνελθὼν δὲ εἰς τόπον ἔρημον ὡς ἄσαρκος ἠγωνίσατο, καὶ τῆς σαρκὸς καταφρονήσας ὡς φθειρομένης, τῷ κρείττονι τὸ χεῖρον ὑπέταξε, καὶ εὗρε τὸν Θεὸν βοηθόν, ὃν ἐποθησεν. Τεσσαράκοντα γὰρ ημέρας καὶ τεσσαράκοντα νύκτας ἔστη ἀκλόνητος, ὥσπερ στήλη, ἄνω τας χεῖρας καὶ τὰ ὄμματα ἔχων, καὶ τὴν ψυχὴν ἀχώριστον ἐκ τοῦ Θεοῦ. Διὸ καὶ χάριτος ἀξιωθέντος οὐ τὰ τυχόντα σημεῖα ὁ Θεὸς ἐποίησε δι’ αυτοῦ, ἀλλὰ καὶ λίαν παράδοξα.

Φυλάξας γὰρ τὸ κατ’ εἰκόνα, ὅσον δυνάμεως εἶχεν, ἐκεῖνα εἰργάσατο, οἷα καὶ οἱ μεγάλοι Προφῆται, οἱ τῷ Θεῷ αὐτοφανῶς προσομιλήσαντες. Οὗτὸς δὲ ὁ μακάριος, τοῦ μαθητοῦ αὐτοῦ βαδίζοντος ποτὲ ἐν ὁδῷ ἀνύδρῳ, καὶ τῇ δίψῃ φλεγομένου, διὰ χαράγματος σταυροῦ ἐναερίου, τὴν ἀλμυρὰν καὶ ἄποτον θάλασσαν εις γλυκύτητα μετεποίησε, καὶ ψυχρὰν καὶ πότιμον εἰργάσατο, ὡς πᾶλαι Μωϋσῆς. Καὶ ὡς πᾶλαι ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗτος ὁ μακάριος, ἐν τόπῳ τινὶ εὑρεθείς, ὠφελείας ἕνεκεν πολλῶν, καὶ τῆς ὥρας ληγούσης, τὸν Θεὸν αἰτησάμενος, ἔστησε τὸν ἥλιον ἕως οὗ τὸ πᾶν τῆς ὁδοῦ διήνυσεν. Οὗτος δέ, ὡς Ἠλίας, ὕδωρ ἐξ οὐρανοῦ κατήγαγεν, οὐχ ἅπαξ καὶ δίς, ἀλλὰ καὶ πολλάκις τοῦτο αἰτησαμένων αὐτῷ. Ὡς Ἐλισσαῖος ποτέ, οὗτος, τὸν Νεῖλον ποταμόν, τῷ σημείῳ τοῦ σταυροῦ ὅπλῳ κραταιῷ χρησάμενος ἀντὶ μηλωτῆς, τὸ ὕδωρ ἅπαν εἰς λιβάδος εὐθύτητα μετεποίησε, καὶ ἐπάνω τῶν τοσούτων ὑδάτων πεζοπορήσας, ὤ τοῦ θαύματος! μέχρι ἀστραγάλων ἐβάφηαν οἱ αὐτοῦ πόδες. Οὕτω καὶ ἄλλα σημεῖα διάφορα ἐργασάμενος, τῇ δυνάμει τοῦ Σταυροῦ, καὶ ἐν γήρᾳ πίονι τὸν Θεὸν θεραπεύσας, ἀπῆλθε, πρὸς τὰς αἰωνίους μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀγάθωνος, Πάπα Ῥώμης.

Ῥώμης Ἀγάθων οἴακας διευθύνας,

Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας.

Οὗτος, ἐκ τῆς Ἰταλίας ἐγενετο, υἱὸς χριστιανῶν γονέων, εὐλαβῶν καὶ εὐσεβῶν. Οἱ δὲ γονεῖς αὐτοῦ, φιλοπονήσαντες, ἐδίδαξαν αὐτὸν πᾶσαν Γραφὴν θεόπνευστον καὶ ὠφέλιμον. Τοσοῦτον δὲ ὠφελήθη ἐξ αὐτῆς καὶ κατενύγη, ὡς, μετὰ τὸ ἀποθανεῖν τοὺς γονεῖς αὐτοῦ, καὶ προσκαλεσάμενος πτωχούς, ἐν μιᾷ ἡμέρᾳ διασκορπίσαι αὐτόν, καὶ ἀπελθεῖν εἰς μοναστήριον, καὶ μονάσαι, καὶ τὸ μοναχικὸν σχῆμα ὑποδύσασθαι, καὶ δουλεύειν τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας, καὶ ὑπὲρ τοῦ κόσμου προσεύχεσθαι. Εἰς ἀρετὴν δὲ τοσοῦτον ἠγωνίσατο, ὡς καὶ χαρίσματα ἰαμάτων λαβείν. Ἐπεὶ δὲ ἡ ἀρετὴ οὐ λανθάνει, Πάπας Ῥώμης ἐγένετο, καὶ καλῶς διαπρέψας ἐν τῷ ἐπισκοπικῷ ἀξιώματι, προς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κινδέου Ἐπισκόπου Πισιδίας.

Ἐκ γῆς ἐλήφθης καὶ πρὸς αὐτὴν ἐστράφης,

τῆς δημιουργοῦ τῇ κελεύσει Κινδέα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πλωτίνου.

Τοῦ Κυρίου φήσαντος ἤχθη Πλωτίνος.

Ἄγοντες ἧκον Ἄγγελοι τὸν Πλωτίνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Διδύμου, Νεμεσίου καὶ Ποταμίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτροπίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀππίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μιλδρέδης (Mildred) τῆς ἐν Ἀγγλίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Μακαρίου ἡγουμένου τῆς Ἱ. Μ. Βάλαμο καὶ τῶν σὺν αὐτῷ 34 δοκίμων μοναχῶν, τῶν ἀναιρεθέντων ὑπὸ τῶν Λατίνων ἐν ἔτει 1578 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος τοῦ Ῥώσσου, τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κορνηλίου τοῦ Ῥώσου.

Ταῖς τῶν σῶν Ἁγίων Πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλεησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Τάξεις τῶν θείων Ἀσωμάτων, μετὰ σώματος μιμούμενος Θεόφρον, ἐλειτούργεις Θεῷ, ἀπαύστως ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὢτα κωφεύοντα παμμάκαρ, δι’ ἐντεύξεως ἠνέῳξάς σου θείας, καὶ χωλοῖς προφανῶς, παρέχεις εὐδρομίαν, Εὐλογητὸς εἶ μέλπουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νεύματι θείῳ τοῦ Δεσπότου, ἀκατάφλεκτος διέμεινας ἐν μέσῳ, εἰσελθὼν τοῦ πυρός· ὁ μέτοχος δὲ τούτου, κρίσει δικαίᾳ φλέγεται, Ἡλιόδωρος εὐχῇ σου.

Θεοτοκίον.

Σοῦ τὴν νηδὺν μὴ καταφλέξαν, τῆς Θεότητος τὸ πῦρ Παρθενομῆτορ, σωματοῦται ἐκ σοῦ, τὰ πέρατα φωτίζον, ταῖς θεϊκαῖς λαμπρότησι· διὰ τοῦτό σε ὑμνοῦμεν.

ᾨδὴ η΄. Ὁ Εἱρμός. Νικηταὶ τυράννου.

Ἐξεχύθη χάρις, Πάτερ σοῦ τοῖς χείλεσιν ἱερομύστα· διὰ τοῦτο Λέων, ὁ Θεὸς σὲ ἔχρισεν Ἀρχιερέα, τοῦ λαοῦ βοώντα· Ὑμνεῖτε τὸν Κύριον καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βασιλεῖ παμμάκαρ, τῷ διαιωνίζοντι εὐαρεστήσας, ἐπιγείῳ Λέων, Βασιλεῖ παρέστηκας ἄνθρακας φέρων, καὶ τὴν τούτου Πάτερ, καταπλήττων ἔννοιαν, ταῖς θαυματουργίαις, ταῖς λίαν παραδόξοις.

Ὡς ἐλαία Πάτερ, φυτευθεὶς κατάκαρπος οἴκῳ Κυρίου, φέρεις μετὰ τέλος, ἐκ τοῦ θείου σκήνους σου ἔλαιον θεῖον, Πιστῶν πᾶσαν νόσον, ἐπελαύνων πάντοτε, τῶν εἰς σὲ μετὰ πόθου σοφὲ προσπεφευγόντων.

Θεοτοκίον.

Ὁ βουλήσει πάντα, ἐκτελῶν Πανάμωμε εὐλογημένη, βουληθεὶς καὶ μήτραν, τὴν σὴν κατεσκήνωσε, καὶ σὰρξ ὡράθη, καὶ ἐθέωσέ με, φθαρέντα τὸ πρότερον, τοῦ ἀπατεῶνος, κάκιστου συμβουλίᾳ.

ᾨδὴ θ´. Ὁ Εἱρμός. Ἐφριξε πᾶσα ἀκοή.

Ἵνα σε θείαις ἐν φωναῖς, μακαρίζομεν ὁσίως βιώσαντα, καὶ τὰ οὐράνια, περιπολοῦντα καὶ ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς, εὐχαῖς σου διάσῳζε, καὶ περιστάσεων, Ἱεράρχα καὶ ποιμὴν ἀξιάγαστε.

Ὡς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων γλεῦκος ἐναποστάζοντας· ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται, καὶ ἀγαλλίασιν, εὐφημοῦντες σὲ ἀεὶ Λέων Ὅσιε.

Σῶμά σου γέγονε ναός, τοῦ Ἁγίου καὶ σεπτοῦ Πάτερ Πνεύματος· καὶ νῦν κατάκειται, τοῦ θείου ἔνδον ναοῦ, ὃν ἤγειρας, εἰς δόξαν Λέων καὶ τιμήν, Λουκίᾳ τῇ Μάρτυρι, θαυμάτων βρύον ἡμῖν, ποταμοὺς τοῖς εὐσεβῶς σὲ γεραίρουσι.

Ἥλιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίαις τὰ πέρατα περιαυγάζων ἀεί· καὶ νῦν πρὸς φέγγος μετέβης ἄῤῥητον τὴν φωτοφόρον σου διό, μνήμην ἑορτάζοντας, Λέων Πανόλβιε, σκοτασμοῦ πάντας δεινοῦ ἀπολύτρωσαι.

Θεοτοκίον.

Φρίττω σου μόνε Βασιλεῦ, τὴν δευτέραν παρουσίαν καὶ δέδοικα, ἄμετρα πταίσας σοι, καὶ μεταγνώσει μὴ βελτιούμενος· ἀλλ᾿ ὡς ὑπαρχῶν ἀγαθός, ἐπίστρεψον σῶσόν με, τῆς Κυησάσης σε, εὐπροσδέκτοις, Ἰησοῦ παρακλήσεσι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Λαμπτῆρα καὶ Διδάσκαλον, καὶ Ἱεράρχην μέγιστον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, γνωρίζει σε Ἱεράρχα· τὰ τέκνα ταύτης Ὅσιε, καλῶς Πάτερ ἐποίμανας, ἐπὶ νομὴν σωτήριον, Λέων θεόφρον ἅγιε, αἱρετικοὺς ἐκδίωξας, καθάπερ θῆρας ἀγρίους.

Θεοτοκίον.

Κατάνης ὁ πολύφωτος, ἀστὴρ καὶ διαυγέστατος, τερατουργὸς Ἱεράρχης, Λέων ὁ μύστης Τριάδος, κυρίως Θεοτόκον σε, Ἁγνὴ τρανῶς ἐκήρυξε, νῷ καὶ ψυχῇ καὶ σώματι· ἣν καὶ ἡμεῖς ἀνυμνοῦμεν, σαφῶς Θεοῦ ὡς Μητέρα.

Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἐκκλησίας προστάτην καὶ Ἀρχιθύτην Χριστοῦ, τὸν πρόεδρον Κατάνης, καὶ τὸ καύχημα πάσης, τῆς ὁμωνύμου Κώμης πανευλαβῶς, ἐγκωμιάζοντες εἴπωμεν, τοὺς τὴν σὴν μνήμην τελοῦντας σῷζε ἀεί, ἐκ κινδύνων καὶ τῶν θλίψεων.

Ὁ τῶν ἀγρίων θηρίων διασπασάμενος, τὴν αἵρεσιν ὡς λέων, διειργάσω ἀξίως, τῆς κλήσεως ἣν ἔσχες Λέων Σοφέ, τερατουργήματα ἄριστα, τῷ Θεῷ ἐκδουλεύσας εἰλικρινῶς, διὸ πάντες σὲ γεραίρομεν.

Δεῦτε προθύμως τῷ θείῳ περιπτυσσώμεθα, τεμένει Ἱεράρχου, Λέοντος τοῦ ἐνδόξου, ὡς οὗτος καὶ τοὺς πάλαι αἱρετικούς, ἀπετέφρωσεν ἅπαντας, τὰ νῦν καὶ ἡμᾶς σώσει ἐκ πειρασμῶν, ὡς πρεσβευτὴς τῷ Θεῷ κραταιός.

Τὸν καθαιρέτην τῆς πλάνης καὶ τῶν πιστῶν ὁδηγόν, Λέοντα τὸν γενναῖον, τὸν ὀλέσαντα πᾶσαν, τὴν ἐν γοητείαις ἀπάτην φαιδρῶς, εὐφημήσωμεν λέγοντες· ὡς Ἠλιόδωρον τότε οὕτω καὶ νῦν, τοὺς ἐχθροὺς ἡμῶν κατάβαλε.

Δόξα. Ἦχος πλ. δ´.

Ἐπὶ γῆς μὲν διὰ τῶν λεοντιαίων ἔργων σου θαυμαζόμενος, ἐν οὐρανῷ δέ, τῷ θείῳ θρόνῳ παριστάμενος σὺν τοῖς ὁμοσκήνοις Ἱεράρχαις συναγάλλῃ· ἁγιώτατε Λέων. Μὴ παύσῃ οὖν πρεσβεύων ἀπαύστως, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω· οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι καὶ Ἁγνὴ βοηθῆσαί μοι.

Δοξολογία, μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.

Χαίροις ὁ Κατάνης θεῖος Ποιμήν, χαίροις ἀντιθέων ὁ διώκτης καὶ ὀλετήρ, χαίροις τῆς ὁμωνύμου, Κώμης τὸ μέγα κλέος, κρηπὶς Πατέρων χαίροις, Λέων μακάριε.

Μάγον Ἠλιοδῶρον πονηρόν, κατέκαυσας Πάτερ τῇ δυνάμει τῇ τοῦ Θεοῦ, Λέων Ἱεράρχα, πανθαύμαστε τὸ κλέος, Κατάνης καὶ τῶν πάντων, πιστῶν ἑδραίωμα.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν Πατέρων ἀκροθίνιον Λέον, καὶ εὐσεβείας ὑψηλότατον ὄρος, τιμῶμέν σε μακάριε ἐν πίστει θερμῇ· ὅθεν ἀεὶ πρέσβευε, λυτρωθῆναι κινδύνων, τοὺς πόθῳ προσιόντας νῦν, δραστικῇ σου πρεσβείᾳ, σὲ γὰρ προστάτην ἔχομεν σοφέ, καὶ πρὸς Δεσπότην, μεσίτην θερμότατον.

Δόξα.

Ὡς καθελόντα τῶν δαιμόνων τὰ θράση, καὶ μαγγανείας καταργήσας τὸ σκότος, τὰ νέφη τῆς κακίας ἀποδίωξον, Λέον θεοκόσμητε, ἐξ ἀθλίας ψυχῆς μου, θείαις κατακόσμησον, ἀρεταῖς σαῖς πρεσβείαις, ὅπως ἐν πίστει πόθῳ τε ἀεί, σὸν φωτοφόρον, γεραίρω μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Λέοντος νοητοῦ, ῥῦσαί με, Λέον μάκαρ. Ἐφρ(αίμ)

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Λεόντων κακίαν τῶν νοητῶν, διάλυσον Πάτερ, ἀθυμίαν τε πειρασμῶν, τῶν πόθῳ καὶ πίστει προσιόντων, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου πάντοτε.

Ἐλέους τοῦ θείου μυσταγωγός, ἀξίωσον Πάτερ, ταῖς πρεσβείαις σου πρὸς Θεόν, τυχεῖν με ἀφέσεως πταισμάτων, καὶ λυτρωθῆναι δεινῶν περιστάσεων.

Ὁ βίος σου Πάτερ φῶς νοερόν, αὐγάζει ὦ Λέον, τὴν εὐσέβειαν τοῖς πιστοῦς, καὶ νέφη ἀγνοίας ἀπελαύνει, τῶν ἀνυμνούντων ἐν πόθῳ τὴν μνήμην σου.

Θεοτοκίον.

Ναὸς χρηματίσας τοῦ Πλαστουργοῦ, Θεόνυμφε Κόρη, καὶ δοχεῖον θείου Φωτός, καταύγασον δέομαι λιταῖς Σου, τὴν σκοτισθεῖσαν καρδίαν μου πάθεσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τῆς Κατάνης ὁ θεῖος καὶ κραταιὸς πρόβολος, Λέον σὺ ὑπάρχεις ἀξίως· ὅθεν βοῶμέν σοι· ταύτην τὴν ποίμνην σου, ἐνεγκαμένην σε πρέσβυν, Πάτερ διαφύλαξον, ταῖς ἱκεσίαις σου.

Οὐρανίων χαρίτων σὺ γεγονὼς μέτοχος, τῇ θεοπρεπεῖ σου ἀσκήσει· ὅθεν μακάριε, χάριν προσείληφας, παρὰ Κυρίου παρέχειν, πᾶσιν τὰ ἰάματα, τοῖς δεομένοις σου.

Σὲ ποιμένα καὶ ῥύστην καὶ ἀρωγὸν ἔχοντες, πάσης ἐπηρείας δαιμόνων, θᾶττον ῥυσθείημεν, αὕτη ἡ πόλις σου, καὶ οἱ θερμῶς Σε τιμῶντες, Λέον παμμακάριστε, τῇ ἱκεσίᾳ σου.

Θεοτοκίον.

Νοσημάτων παντοίων τῶν τῆς ψυχῆς ἄχραντε, καὶ σωματικῶν ἀλγηδόνων ῥῦσαι πρεσβείαις Σου, τοῖς μεγαλύνουσι, ἐν ἀδιστάκτῳ καρδίᾳ, τὸν θεοπρεπέστατον, ἅγιον τόκον  Σου.

Διάσωσον, θαυματουργὲ λεωντώνυμε θεοφόρε, πάσης νόσου καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ὁλοθύμῳ καρδίᾳ σοι προσιόντας

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ὁ βίος ὁ σὸς ὡς δρόσος ἐπουράνιος, αὐχμώσαις ψυχαῖς ἐδείχθη θείῳ Πνεύματι· ἀλλ’ ὦ Λέον θεόσοφε, τὰς καρδίας ἡμῶν καταδρόσισον, τῇ ἐπομβρίᾳ τῆς θείας σου χάριτος, δεινῶς φλεγομένας ἐν τοῖς πάθεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὁ ποιμὴν ὁ φιλόστοργος, καὶ τῆς Ἐκκλησίας στῦλος ἀκράδαντος, εὐσεβείας ὁ διδάσκαλος, Λέων λεωντώνυμος ὑμνείσθω μοι.

Ἡ Κατάνη γεραίρουσα, τὴν σὴν θείαν μνήμην ἐνθέοις ᾄσμασι, τῶν θαυμάτων σου τὸ πέλαγος, Λέον ἐξυμνεῖ εἰς κόσμον ἅπαντα.

Τῆς κακώσεως σώματος, καὶ δυσειδεστάτης ψυχῆς σκοτώσεως, ταῖς πρεσβείαις φωτοφόροις σου, Λέον ἀξιάγαστε ἀπάλλαξον.

Θεοτοκίον.

Ὁλοψύχως πανάμωμεν, ἔδραμον ὁ δοῦλος τῇ θείᾳ σκέπῃ Σου, μετανοίᾳ με καταύγασον, καὶ τὸν δυσαθλῆ κακίας ῥῦσαί με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὕμνους σοι σοφέ, μετὰ πόθου Λέον Ὅσιε, ἡ σὴ ποίμνη ἀναγράφει ἱερῶς, καὶ τῆς θείας βοηθείας ἐξαιτεῖται νῦν.

Ῥᾶνον ἐφ’ ἡμᾶς, τὰ ἐλέη Σου φιλεύσπλαγχνε, καὶ καταύγασον φωτί Σου νοερῷ, ἱκεσίαις τοῦ Σοῦ Λέοντος ψυχὰς ἡμῶν.

Ὕψωσον ἡμῶν, πρὸς ἀγάπησιν τοῦ Κτίσαντος, τὰς ἐννοίας τῶν ὑμνούνων σε σοφέ, καὶ ταπείνωσιν παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον.

Σῶσαι βουληθείς, ὁ φιλάνθρωπος τὸν ἄνθρωπον, τὴν ἁγίαν Σου κατώκησεν νηδύν, καὶ Υἱός Σου Παναγία ἐχρημάτισεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἁπάντων, τῶν συμφορῶν ῥῦσαι Λέον, τοὺς πρὸς σὲ ἀπὸ ψυχῆς ἀφορῶντας, καὶ εὐλαβῶς, ἐν θερμῇ τῇ καρδίᾳ, τῇ σῇ εἰκόνι προστρέχοντας πάντοτε, ἀπάλλαττε παντὸς δεινοῦ, θεοδόξαστε Πάτερ δεόμεθα.

Ἰδοὺ νῦν, ἡ σὴ Κατάνη προσφεύγει, καὶ προσπίπτει καὶ βοᾷ μετὰ πόθου, μὴ διαλλίπῃς ἀεὶ προστατεύων, ὡς ποιμενάρχης ἡμῶν θαυμαστότατος, θείας αὐτῆς ἐπισκοπῆς, ἱερώτατε Λέον δεόμεθα.

Μεγάλα, καὶ ἀληθῶς ἐξαίσια, κατορθώματα εἰργάσω θεόφρον, τοῦ γὰρ δεινοῦ, καὶ ἀλλόφρονος μάγου, Ἡλιοδώρου μαγείας κατήργησας, καὶ τοῦτον θείᾳ σου εὐχῇ, δημοσίως κατέκαυσας Ὅσιε.

Θεοτοκίον.

Ἐπάνοδος, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, τοῦ πεσόντος ἀνεδείχθης ἀνθρώπου, καὶ ἐκ φθορᾶς, πρὸς ἀπάθειαν πάντας, διαβιβάσας τῷ τόκῳ Σου ἄχραντε, ὡς ἐκβλαστήσασα ἡμῖν, ἀφθαρσίας τὸν στάχυν τὸν πέπειρον.

Διάσωσον, θαυματουργὲ λεωντώνυμε θεοφόρε, πάσης νόσου καὶ πειρασμῶν ταῖς πρεσβείαις σου, τοὺς ὁλοθύμῳ καρδίᾳ σοι προσιόντας

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχης καὶ θύτης τοῦ Πνεύματος, ὡς πρεσβευτὴς πρὸς Χριστὸν Λέον ἔνθερμος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, καὶ λύσιν παντοίων περιστάσεων.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ένωτίσασθε πάντες οι κατοικοῦντες τῇ οικουμένῃ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Κόσμος ἐνθεώτατος, τῆς Ἐκκλησίας ἐδείχθης, Λέον ἱερώτατε, καὶ ταύτην ἐκόσμησας θείῳ Πνεύματι· ᾧ καὶ νῦν φώτισον, ἡμῶν τὰς καρδίας, ἐναρέτως πολιτεύεσθαι, καὶ ἅπαν σκάνδαλον, ἐκ τοῦ πονηροῦ ἀποτρέπεσθαι· ἐμμένειν δὲ ἀσάλευτον, τοῦτόν σου τὸν οἶκον εὐδόκησον, καὶ πλήρου παμμάκαρ, αἰτήματα τῶν πίστει καὶ σπουδῇ, τῶν ἐν αὐτῷ προσιόντων σοι, θείαις ἱκεσίαις σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Λέων ὄντως ἐφάνης καταῤῥάσσων βελίαρ τὰ μηχανεύματα, καὶ πάντων τὰς καρδίας, φωτίζεις ταῖς εὐχαῖς σου, τῶν βοώντων Θεῷ ἡμῶν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ σῇ ποιμανσίᾳ τῆς Κατάνης ἡ ποίμνη καυχᾶται Ὅσιε, καὶ πᾶσα Σικελία, πιστῶς σοι καταφεύγει, καὶ βοᾷ μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς ἀστὴρ σελασφόρος λεοντόψυχε Πάτερ τῶν εὐφημούντων σε, καὶ πίστει ἐκτελούντων, πανήγυριν σὴν θείαν, τὰς ψυχὰς καταλάμπρυνον, καὶ ἀνυμνούντων ἀεί, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸς ἔμψυχος ὤφθης τοῦ παντάνακτος Λόγου Θεογεννήτρια, καὶ πύλη σωτηρίας, τῶν πόθῳ Σοι Παρθένε, ἐκβοώντων ἑκάστοτε· χαῖρε ὑψίστου Θεοῦ, κατοίκησις καὶ θρόνος.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Μέγιστον θαῦμα, Λέον οἱ πάντες ἰδόντες, Ἡλιόδωρον πυρὶ κατεκαυμένον, ὕμνησαν ἐνθεώς, τὸν Κύριον τῆς δόξης.

Ἀῤῥωστημάτων, σβέσον τὸν ἄσπετον φλόγα, θεοδόξαστε τῶν πόθῳ ἐκζητούντων, τὴν σὴν ταχυτάτην, ἐν πᾶσι προστασίαν.

Κόσμον ἐκ πλάνης, καὶ τῆς δεινῆς ἀπιστίας, ἐλευθέρωσον δυνάμει πρεσβειῶν σου, καὶ θείας σοφίας, ἀξίωσον σοὺς δούλους.

Θεοτοκίον.

Ἄχραντε Μῆτερ, καὶ ἀπειρόγαμε Κόρη, πόῤῥῳ δίωξον ἐκ τῆς ἐμῆς καρδίας, τοῦ ἀνθρωποκτόνου, τὰς προβολὰς καὶ δόλους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ῥοαῖς τῶν σῶν θαυμάτων, ἔπλησας θεόφρον, τῆς οἰκουμένης ἁπάσης τὸ πλήρωμα, καὶ τῶν πιστῶν τὰς καρδίας, Λέον ἐστήριξας.

Ἐπίσκεψαι ὦ Λέον, σὸν δοῦλον ἀνυμνοῦντα, καὶ ταῖς πρεσβείαις σου Πάτερ καταύγασον, τῆς σκοτισθείσης καρδίας μου αἰσθητήρια.

Φωτός σου ταῖς ἀκτῖσι, διάλυσον τὰ νέφη, τῶν πειρασμῶν καὶ σκανδάλων τοῦ ὄφεως, ὦ λεωντώνυμε Πάτερ, ἵνα γεραίρω σε.

Θεοτοκίον.

Ῥωννύμενος Σῷ σθένει, τῆς Σῆς προστασίας, τῶν παγκακίστων δαιμόνων ῥυσθήσομαι, καὶ ἐν ἡμέρᾳ ἐτάσεως λυτρωθήσομαι.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῆς Κατάνης σοφὸς ποιμήν, καὶ τῆς Σικελίας παμφαέστατος ὁδηγός· χαίροις τῶν τιμώντων, τὴν ἔνθεόν σου μνήμην, προστάτης καὶ θερμότατον καταφύγιον.

Χαίροις τῆς Ῥαβέννης θεῖος βλαστός, ὁ φοίνιξ Κατάνης, ὁ ὑψίκομος ἀληθῶς· χαίροις εὐσεβείας, ὁ θεῖος ὑποφήτης, ἐν ἔργῳ τε καὶ λόγῳ, Λέον μακάριε.

Τὸν ἐκ τῆς Κατάνης ὡς παμφαή, λάμψαντα ἀστέρα, καὶ φωτίσαντα θαυμαστῶς, ἀρετῶν τῷ φέγγει, θαυμάτων τε ἀκτῖσιν, Λέοντα θεοφόρον, ὕμνοις τιμήσωμεν.

Πάσης ἐπηρείας δαιμονικῆς, ψυχοφθόρου πάθους, καὶ σκανδάλων τοῦ πονηροῦ, ἀπάλλαξον Λέον σαῖς πρεσβείαις, καὶ τὴν ὑγείαν τοῖς πάσχουσι δώρησαι.

Πρέσβευε ἀπαύστως Λέον σοφέ, ὑπὲρ τῶν τιμώντνω, τὴν σὴν μνήμην τὴν ἱεράν, καὶ τοῖς προσιοῦσι, ἐν τῷ σεπτῷ ναῷ σου, δίδου πλουσιοδώρως, θεῖα δωρήματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, Λέον μακάριε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ πταισμάτων συγχώρησιν, δοθῆναι δυσώπει, καὶ βίου διόρθωσιν, καὶ θεῖον ἔλεος, ὅπως, ἐναρέτοις ἐν ἔργοις, ζήσαντες ζωῆς τῆς ἀλήκτου, μετὰ τέλος μέτοχοι γενώμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

http://akolouthiesorthodox.blogspot.com/2019/09/20_13.html

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s