19 ΙΑΝΟΥΑΡΙΟΥ 20 20
+ΚΥΡΙΑΚΗ ΙΒ΄ΛΟΥΚΑ
Μν ή μη το ῦ Ὁ σ ί ου Πατρ ὸ ς ἡ μ ῶ ν Μακαρ ί ου το ῦ Α ἰ γυπτ ί ου .
῏ Ηχος πλ . β ῞ , ἑ ωθιν ὸ ν Θ ῞ .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅ τι πρέπει σοι πᾶσα δόξα…
Ἦχος πλ. β΄’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ , . Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸςΚύριος, καὶἐπέφανενἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ , . Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος πλ. β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί… . Ἦχος α’
Τ ῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τ οῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος πλ. β´.
Τ οῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Κ ύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον ζωήν; Ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
ὁ α’ χορός
Καὶ νῦν…
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Μετὰ τὴν β´ Στιχολογίαν.
ὁ β’ χορός
Ἡ ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
ὁ α’ χορός
Δόξα Πατρί…
Π ροϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
ὁ β’ χορός
Καὶ νῦν….
Θ εοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Ἦχος πλ. α’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ -Ἦχος πλ. β΄’
Τ ῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
ΑΝΑΒΑΘΜΟΙ
Ἦχος πλ. β´
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἐ ν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρός σε Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.
ὁ β’ χορός
Ἐ λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ᾽ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ε ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
ὁ α’ χορός
Τ οῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων;.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁ γίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Ο ἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
ὁ β’ χορός
Ἐ ν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁ γίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι,…
ὁ β’ χορός
… σ ὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
ὁ α’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
ὁ β’ χορός
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου…………………..
ὁ α’ χορός
Στίχ . Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Κ ύριε, ἐξέγειρον τὴν δυναστείαν σου, …
ὁ β’ χορός
…κ αὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
Ἦχος β’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.(Δις)
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ΕΩΘΙΝΟΝ Θ’, ΙΩΑΝΝΗ 20,19-31
Ο ὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ· ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κᾀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς· ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾶ· φέρε τὸν δάκτυλόν σου ᾧδε, καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν …
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ . Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος
ᾠδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.
ὁ α’ χορός
Ὡ ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἐ κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
ὁ α’ χορός
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φ όβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι᾽ αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ.Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον .
Τ ὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον κυδαίνω.
Θεοφάνους.
ᾨδὴ α’Ἦχος δ’Ὁ Εἱρμὸς «Χοροὶ Ἰσραήλ,».
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ῷ θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει βοῶντας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ῷ θείῳ φωτὶ λαμπόμενος,…………
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὁ δὸν πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ν εκρώσας σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Π άντα τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου, ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἄ χρονον υἱὸν ἀνάρχου Πατρός, σάρκα δι’ ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ´. Ἦχος πλ. β´. Ὁ Εἱρμός .
ὁ α’ χορός
Ο ὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
ὁ β’ χορός
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ εὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
ὁ α’ χορός
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θ ανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
ὁ β’ χορός
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ οῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
ᾨδὴ γ’, τοῦ Ὁσίου Ἦχος δ’Ὁ Εἱρμὸς «Τόξον δυνατῶν ἠσθένησε».
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ν όμῳ ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ν όμῳ ὑποκύψας………………
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἄ νω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόμενος.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ ήξας τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν, ἐκομίσω τὴν ἐνέργειαν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἴ να τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπ’ἔρημον, κατοικῆσαι Πάτερ προείλω, τῶν θορύβων μακρυνόμενος.
ὁ β’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Σ ῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ὁ β’ χορὸς
Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ
Ἀ σκήσεως πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια, μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.
ὁ α’ χορὸς
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Ὁ δήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
ᾠδὴ δ’ Ὁ Εἱρμὸς
Χ ριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀαστάσει σου, Κύριε.
Τ ὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη, καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Στίχ. Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει, Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Στίχ . Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡ ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπάρθενε μυστήρια.
ᾨδὴ δ’, τοῦ Ὁσίου
Ἦχος δ’ Ὁ Εἱρμὸς «Ὁ καθήμενος ἐν δόξῃ».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὸν φθειρόμενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς ἁμαρτίας τοῖς πάθεσι· δι’ ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούμενον, κατὰ Χριστόν πανσεβάσμιε.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν υσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.
Δόξα Πατρί…
Ἐ ν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγαζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Καὶ νῦν… Θεοτοκίον
Ν εκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.
ᾠδὴ ε’Ὁ Εἱρμὸς
Τ ῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὑ ποχωρεῖ μοι τὰ Χερουβίμ, νῦν, καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα, νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Στίχ.Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ο ὐκέτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστέ, ὑποστροφήν, σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον, δι’ εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ οὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.
ᾨδὴ ε’, τοῦ Ὁσίου
Ἦχος δ’Ὁ Εἱρμὸς «Τὸν φωτισμόν σου Κύριε».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ ναπετάσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας, γέγονας ναὸς ἡγιασμένος, τῷ Θεῷ καὶ πανίερος.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ κολιωτάτου δράκοντος, μαράνας μηχανάς, καὶ τὰς ἐκείνου πικρὰς μεθοδείας, ἤμβλυνας ἀεὶ τῷ θείῳ Νόμῳ, τὴν ψυχὴν ῥυθμιζόμενος.
Δόξα Πατρί …
Κ ατακοσμήσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεμόνα τὸν νοῦν καταστήσας, ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα, πρὸς πορείαν οὐράνιον.
Καὶ νῦν… Θεοτοκίον
Ἡ Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νομοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ τὸ καθαρὸν τῆς εὐσεβείας, τοῖς ἐν γῇ καταγγέλλοντᾳ.
ᾠδὴ ς’Ὁ Εἱρμὸς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμὼν, βοῶ σοι, Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Σ ταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ’ ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας.
Στίχ . Δ όξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἀ δὰμ κατενήνεκται, δι’ ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ’ ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ’ ὤμων βαστάσας συνανέστησας.
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.
ᾨδὴ ς’, τοῦ Ὁσίου
Ἦχος δ’Ὁ Εἱρμὸς «Ἐβόησε, προτυπῶν».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ὴν ἔρημον, κατοικῆσαι προθύμως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν προσδεχόμενος, τὸν ῥυόμενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήματα.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ κλόνητος, ἐν ἀσκήσει θεόφρον διέμεινας, μέχρι τέλους, διασῴζων τὴν ταύτης ἀκρίβειαν· δι’ ἧς τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάμψεως.
Δόξα Πατρί…
Ἰ σάγγελον, ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιμῆς ἐπαξίως τετύχηκας, μετὰ τῶν Ἀγγέλων, τῷ τῶν πάντων Θεῷ παριστάμενος.
Καὶ νῦν… Θεοτοκίον
Σ υνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον
Ἦχος πλ. β’ – Τὴν ὑπὲρ ἡμῶν
Τ ῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι΄ ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος
Τ ὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι’ ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΘ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Στίχοι
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.
Στίχοι
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.
Στίχοι
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦ χος γ’
Χ έρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
ὁ β’ χορός
ᾠδὴ γ’
Τ ὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…
ὁ α’ χορός
…τ ῷ τιμίῳ σου αἵματι.
ὁ β’ χορός
ᾠδὴ δ’
Ἐ κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
ὁ α’ χορός
ᾠδὴ ε’
Ὡ ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
ὁ β’ χορός
ᾠδὴ Ϛ’
Ἐ βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Σ ὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ὁ β’ χορός
ᾠδὴ η’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἀ στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τ ὸ ν Κ ύ ριον.
Τ ὴ ν Θεοτόκον κα ὶ μητέρα το ῦ φωτ ὸ ς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)
ὁ α’ χορός
Στίχ . Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ . Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ . Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ . Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ . Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ . Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ ’.
Θ εοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ἐ ν νόμου, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλ ύ νομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ’
Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν
Σ υγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ’ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ’ οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
ὁ β’ χορός
Ἦχος γ’ Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀ γγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
ὁ α’ χορός
ΘεοτοκίονἮχος γ’Ὁ οὐρανὸν τοῖς ἄστροις
Τ ῇ κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην,….
ὁ β’ χορός
…… καταφυγὴν ἐν ἀνάγκαις.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. β΄’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ᾽ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σ ὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Κ ύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τόν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.
ὁ β’ χορὸς
Στιχ . Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὦ παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.
ὁ α’ χορὸς
Στιχ . Ἀ νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Σ φραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες; τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς· ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σόυ, καὶ τῇ Ἀναστάσει σου.
ὁ β’ χορὸς
Στιχ . Ἐ ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Τ ὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τί δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τί ἐπιζητεῖτε ὥσπερ θνητόν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
ὁ α’ χορός
ΕΩΘΙΝΟΝ Θ΄ Δόξα Πατρί… Ἦχος πλ. α’
Ὡ ς ἐπ’ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ’ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον πλ. β΄’ ( Ἀργή ἢ σύντομος )
· Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
· Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
· Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
· Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
· Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
· Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
· Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
· Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
· Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)
· Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
· Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
· Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
· Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δ όξα Πατρὶ ..Καὶ νῦν…. .
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅ γιος ὁ Θεός,………
καὶ εὐθύς
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος πλ β’
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ .Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ .Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Ε ὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ . Α ἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τ ὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ .. Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
Στίχ . Α ὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος πλ. β΄´.
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…
…ψ άλλοντάς σοι΄ Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον Ἦχος πλ.β’
Ἀ γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἦχος α’
Τ ῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος α’
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μ ό νος φιλ ά νθρωπος
Τρισάγιον .
Ἀπόστολος
Προκείμενον. Ἦχος πλ. β΄
Σ ῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Π ρὸς σὲ, Κύριε, κεκράξομαι ὁ Θεὸς μου.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 3:4-11
Ἀ δελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ ᾽Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
Ἀλληλούϊα. (γ΄) Ἦχος πλ. β΄
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἐ ρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.
Ε ὐ αγγέλιον
Ἐ κ το ῦ κατ ὰ Λουκ ᾶ ν .
(ιζ΄ 12 – 19)
Τ ῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀ λληλούϊα
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
« … ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.