15 ΔΕΚΕΜΒΡΙΟΥ 2019
+ΚΥΡΙΑΚΗ ΙΑ΄ΛΟΥΚΑ
+ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
+Το ῦ Ἁ γίου Ἱ ερομάρτυρος Ἐ λευθερίου καί τ ῆ ς μητρός α ὐ το ῦ Ἀ νθίας
῏ Ηχος α΄, ἑ ωθιν ὸ ν Δ΄.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅ τι πρέπει σοι πᾶσα δόξα…
Ἦχος α’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ , . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ,’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ , . Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος α’
Τ οῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δ ό ξα Πατρί… Ἀ πολυτ ί κιον Ἦ χος πλ.α’ Τ ὸ ν συν ά ναρχον
Ἱ ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. .
ὁ α’ χορός
Κα ὶ ν ῦ ν … Προπατόρων Ἦ χος β
Ἐ ν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σ ῶ σον τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α ´ Στιχολογίαν.
ὁ α’ χορός
Τ ὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν, σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί…
Σ ταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου, σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾍδου, σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανέντας, ὡς μόνος φιλάνθρωπος.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τ οῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου
Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα
ὁ β’ χορός
Τοῦ λίθου σφραγισθέντος
Γ υναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς, διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἐ ν τῷ Σταυρῷ προσηλωθεὶς ἡ Ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς, διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ, δόξα τῇ Ἀναστάσει σου, δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον Τὸν τάφον σου Σωτὴρ
Μ αρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λ ίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις
Ὅτι ηὐλόγηται…
Ἡ Ὑπακοὴ Ἦχος α’
Ἡ τοῦ Λῃστοῦ μετάνοια, τὸν παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α´
ὁ α’ χορός
Ἐ ν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.
ὁ β’ χορός
Τ οῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ, διὰ τοῦτο ᾄσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.
Ἀντίφωνον Β´
ὁ β’ χορός
Ε ἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.
ὁ α’ χορός
Δ εξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν …
Ἁ γίω Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον, ἰσοσθενὲς γὰρ ἐστι Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Γ´
ὁ α’ χορός
Ἐ πὶ τοῖς εἰρηκόσι μοι ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, εὐφράνθη μου τὸ Πνεῦμα, συγχαίρει ἡ καρδία.
ὁ β’ χορός
Ἐ πὶ οἶκον Δαυΐδ, φόβος μέγας, ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται ἅπασαι, αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁ γίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν. Μονὰς γὰρ ἐστιν ἡ Τριὰς τῇ φύσει,…
ὁ β’ χορός
… ἀ λλ’ οὐ προσώποις.
Προκείμενον
ὁ α’ χορός
Ν ῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ παῤῥησιάσομαι ἐν αὐτῷ.
ὁ β’ χορός
Ν ῦν ἀναστήσομαι λέγει Κύριος, ……
ὁ α’ χορός
Στίχ . Τ ὰ λόγια Κυρίου λόγια ἁγνά.
Ν ῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ…
ὁ β’ χορός
… π αῤῥησιάσομαι ἐν αὐτῷ.
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
….ὁ α΄ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον……
ΕΩΘΙΝΟΝ Δ’, ΛΟΥΚΑ 24,1-12
Τ ῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις· ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ’ ἠγέρθη. Μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς, ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.
Δ όξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρί… Ἦχος β’
Τ αῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ . Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς …
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ᾠδὴ α’ . Ἦχος α’ Ὁ Εἱρμὸς
ὁ α’ χορός
Σ οῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρὲν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν έκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχὴν μοι ἐνθείς, καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Χαῖρε ἡ τῆς χάριτος πηγή, χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος, χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν ζωοδότην Χριστόν τῷ κόσμῳ, κυήσασα
ᾠ δ ὴ α’
τῶν Προπατόρων
Ὁ Εἱρμός. Χριστὸς γεννᾶται .Ἦχος α’
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Π ατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ νῦν ἀπολαύουσιν.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀ δὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον.
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος, τοῦτον δὲ μιαιφόνῳ, πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς ὡς θεῖον Μάρτυρα.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ῥ ητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν, ἰδοὺ γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου, οὗ τὸν φρικτόν, τόκον προμηνύει΄ Ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος.
Κανών τοῦ Ἁγίου
οὗ ἡ Ἀκροστιχὶς
Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ. Ἰωσήφ.
ᾠδὴ α’ Ἦχος α’
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ᾠδὴν ἐπινίκιον
Π αθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ θλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Θ εῷ προσκολλώμενος, καθαρωτάτω νοΐ, ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκ ί ον
Ὡς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε
ὁ α’ χορός
ᾠδὴ γ ’. Ἦχος α’ – Ὁ Εἱρμὸς
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Θ εός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρὸς με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι, Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ζ ωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Θ εὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος, ἐπεὶ σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
ᾠδὴ γ’
ὁ α’ χορός
Τῷ πρὸ τῶν αἰώνων
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ᾌ δεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον, ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε, καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ, ἅγιος εἶ Κύριε.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ τόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι, καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἐπηνέγκατο.
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱ ερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν, εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος γνησιώτατος.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ν ῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται, καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐπανακλινόμενον.
τοῦ Ἁγίου
ᾠδὴ γ’
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στερεωθήτω ἡ καρδία μου
Ὑ πὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι, διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας.
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θ ερμῷ τῷ πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον κρατούμενος, τῷ πυρωθέντι σεαυτόν, ἐπιῤῥίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἐ ν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στεῤῥότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ῥ άβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ στηριζόμεθα, σὲ γὰρ ἐτύπου Ἀαρών, ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ ἀειπάρθενε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ ΘΚάθισμα
Ἡ Ὑπακοὴ Ἦχος β’
Ε ἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς γυναιξὶν ἐνηλλάττετο, Ἄγγελος γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Κοντάκιον Ἀναστάσιμον .
Ἦχος α ’. Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐ ξανέστης ὡς Θεὸς ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεὸν σὲ ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα. Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν Ἀνάστασιν .
Ὁ Οἶκος
Τ ὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾍδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθώς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας, καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ Γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾍδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι΄ Σὺ γὰρ παρέσχες πᾶσι Χριστὲ τὴν Ἀνάστασιν .
ᾠδὴ δ’
Ἦχος α’ – Ὁ Εἱρμὸς
Ὄ ρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τ ίς οὗτος, Σωτὴρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἴ δετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε, ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ξ ύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα, οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾠδὴ δ’
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί
Α ἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον, ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤφθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελωδοῦμεν πιστῶς. Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰ δών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγόν σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς διετάξατο.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ν ῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σώσαντα, πάλαι κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ν ῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον, καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι. σὺν δώροις πιστῶς.
ᾠδὴ δ ‘ , τοῦ Ἱερομάρτυρος
Ἦχος α’Ὁ Εἱρμὸς «Ἐν πνεύματι προβλέπων ».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ὐ χάσματα λεόντων, οὐ βράσματα πυρός, οὐ δεινῶν ἐπίτασις, τὸ εὔτονον τῆς σῆς, ἱερομύστα ἐχαύνωσε καρτερίας, ἀλλ’ ὡς ἀδάμας ταῖς βασάνοις ἐνετρύφας, ζήλῳ θεϊκῷ πυρπολούμενος.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν αμάτων ζωηρύτων, τὸ στόμα σου πλησθέν, ποταμοὺς ἠρεύξατο, ἐνθέων διδαχῶν, Ἱερομάρτυς βυθίζοντας ἀνομούντων, ἐρεσχελίας καὶ ἀρδεύοντας καρδίας, τῶν ἐπεγνωκότων Χριστὸν τὸν Θεόν.
Δόξα Πατρί…
Μ εγάλως σε δοξάζων, ὁ σὸς Δημιουργός, ὑπὲρ οὗ προῄρησο, τὸ πάσχειν Ἀθλητά, περιστερὰν καταπέμπει κομίζουσάν σοι, τροφὴν Ἀγγέλων ἰσαγγέλῳ γεγονότι, ἄθλων φανοτάταις λαμπρότησιν.
Καὶ νῦν… Θεοτοκίον
Ἐ ξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί! πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ’ ἡμᾶς, ἐκ σοῦ ὡράθη Παρθένε Θεοκυῆτορ· ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας
ᾠδὴ ε ‘ – Ἦχος α ‘
ὁ Εἱρμὸς
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Στίχ . Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τ ὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν, ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.
Στίχ . Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τ ῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Στίχ . Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Τ ὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη, σὲ γὰρ προστάτιν κεκτήμεθα.
ᾠδὴ ε ‘
Θεὸς ὢν εἰρήνης
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ παίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἰ δεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου αὐτοῦ, καὶ ἔμπλεως ἐγένετο, χαρᾶς πνευματικῆς, τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Κ ατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ, ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν πατὴρ διὰ τῆς πίστεως.
Στίχ . Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ πλήρης κενοῦται, σαρκὶ δι’ ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται, πτωχεύει δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων. τῶν ἀπ’αἰῶνος ἐργαζόμενος.
, ᾨδὴ ε ‘, τοῦ Ἱερομάρτυρος
Ἦχος α ‘ Ὁ Εἱρμὸς « Τὴν σὴν εἰρήνην ».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ ολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐ ν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέρραξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον θράσος.
Δόξα Πατρί …
Ἰ δεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ στεφάνῳ.
Καὶ νῦν … Θεοτοκίον
Ξ ενίζει πᾶσαν ἔννοιαν, τὸ θαῦμά σου Ἁγνή· τίκτεις γὰρ τὸν Θεὸν μετὰ σώματος, καὶ τὸν τροφέα τρέφεις γάλακτι, πεῖραν ἀνδρὸς μὴ γνοῦσα, αὐτὸς ὡς οἶδε μόνος.
ᾠδὴ ς ‘ – Ἦχος α ‘
ὁ Εἱρμὸς
Ἐ κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Στίχ . Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Τ ῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν, τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Στίχ . Δ όξα τῇ Ἁγία Ἀναστάσει σου Κύριε.
Ἀ νήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν, σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Στίχ . Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ε ὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες. Τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν, σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
ᾠδὴ ς ‘
Σπλάγχνων Ἰωνᾶν
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ ύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι, διὰ τοῦτο μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησιώτατος, μετὰ πάντων δικαίων σκηνούμενος.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὤ φθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ, ὅθεν ἐπάλαισε, μετ’ Ἀγγέλου νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται, καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾗπερ Θεὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ τέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος ἐν λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων γεγονὼς καὶ δίκαιος, βασιλεύς τε παθῶν ἀληθέστατος.
Στίχ . Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ν έον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι, σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται, τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν .
, ᾨδὴ ς’, τοῦ Ἱερομάρτυρος
Ἦχος α’Ὁ Εἱρμὸς «Τὸν Προφήτην Ἰωνᾶν ».
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ἐπίσημος κριός, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ λογικός, τῶν ἀγώνων ἡ τρυφή, δοξάζεται, Θεὸν δοξάσας, οἰκείοις μέλεσι.
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν ευρωθεὶς ταῖς πρὸς Θεὸν ἀνανεύσεσι Σοφέ, ἐξενεύρισας ἐχθρόν, πολυμήχανον στερρῶς, ἀοίδιμε, Μαρτύρων κλέος, ἱερωσύνης κανών.
Δόξα Πατρί…
Π ρὸς αἰκίσεις καρτερῶν, πρὸς τὸ πῦρ αὐτομολῶν, κατεκοίμισας θηρῶν τῶν ἀγρίων τὰς ὁρμάς, ἀκοίμητον, τὴν πρὸς τὸν Κτίστην, ἔχων διάθεσιν.
Καὶ νῦν… Θεοτοκίον
Ἁ γιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης, μέτοχον ποίησον.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς …
Κοντάκιον αὐτόμελον ἦχος β ’
Χ ειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος .
Ὁ Οἶκος
Ἔ κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ σατᾶν ὁ μισῶν ἡμᾶς΄ ἀλλ’ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος .
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ ΙΕ ‘ τοῦ αὐτοῦ μηνός , Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.
Στίχοι
Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει,
Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.
Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.
Στίχοι
Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,
Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἐπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.
Στίχοι
Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον,
Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.
Στίχοι
Θεόν σε γνόντας Δημίους δύω Σῶτερ,
Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Στίχοι
Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος.
Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.
Στίχοι
Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,
Ἐν τοῖς ἀθληταῖς ταττέτω διὰ ξίφους.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.
. Τ ῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ τῶν Ἁγίων Προπατόρων .
Στιχοι
Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα Χριστὸν Μεσσίαν.
Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α ’ Ἦ χος α ’
Χ ριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠ δ ὴ γ ’
Τ ῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…
ὁ α’ χορός
…Ἅ γιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ δ ’
Ῥ άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠ δ ὴ ε ’
Θ εὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ ς ’
Σ πλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠ δ ὴ ζ ’
Ο ἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠ δ ὴ η’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Θ αύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ᾨδὴ θ’, Κανὼν Ἀναστάσιμος
Ἦχος α΄ Ὁ Εἱρμὸς
ὁ α’ χορός
Τ ύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος,καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε,ἀκαταπαύστως μεγαλύνωμεν».
ὁ β’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.
ὁ α’ χορός
Στίχ. Δ όξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Σ ῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Σ ῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.
ᾨδὴ θ’, τῶν Ἁγίων Προπατόρων
Ἦχος α’ Μυστήριον ξένον
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰ σχύϊ σου πάλαι, δυνάμεις ἐποίησαν, θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ Δεβόρρα, Ὀλδά, Ἰαήλ τε, Ἐσθὴρ, Σάρρα Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἰ σχύϊ σου πάλαι,……….
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡ ς σβέσαντες Παῖδες, Ἁγίους τὴν κάμινον, ἱερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι δικαίοις σαφῶς, τοῖς πρὸ Νόμου διαλάμψασι καλῶς, καὶ ἐν Νόμῳ τόν Δεσπότην θεραπεύσασιν.
ὁ β’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ οφώτατοι θεῖοι, Προφῆται γεγένηνται, Ἀβραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ, καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς προαναγγείλαντες ἐν Πνεύματι· αὐτῶν ἱκεσίαις, Ἰησοῦ πάντας οἰκτείρησον.
ὁ α’ χορός
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἡ γίασται πᾶσα ἡ κτίσις, τῇ μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει ἱκετικῶς ἐκβοῶσα· Δέησιν Κυρίῳ, ἀεὶ προσαγάγετε Μακάριοι, τυχεῖν αἰωνίων ἀγαθῶν τοὺς εὐφημοῦντας ὑμᾶς.
ὁ β’ χορός
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Φ ορέσας με ἐκ τῆς Παρθένου προέρχεται, καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ Πατρὸς ἀσυγχύτως· χόρευε ἡ κτίσις, φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν δι’ οἶκτον, παναγίαν συγκατάβασιν.
ᾨδὴ θ’, τοῦ Ἱερομάρτυρος
Ἦχος α’ Ὁ Εἱρμὸς «Τὴν ζωοδόχον πηγὴν».
ὁ α’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ τόμα Θεοῦ γεγονὼς ἐκ τοῦ στόματος, τοῦ ἀλλοτρίου λαὸν ματαιόφρονα, ἀφαρπάσας ἔδειξας κληρονόμον χάριτος, καὶ ἐναθλήσας στερρῶς σὺν ἱερεῦσι, καὶ ἀθληταῖς κατοικεῖς Ἐλευθέριε.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ καθαρὰ μυροθήκη τοῦ Πνεύματος, τῶν ἀρετῶν τὸ τερπνὸν καταγώγιον, ὁ ἀμνὸς ὁ ἄκακος, ὁ λαμπτὴρ ὁ ἄδυτος, ἱεραρχῶν ἡ κρηπὶς καὶ τῶν δογμάτων, ἀνευφημείσθω πιστῶς Ἐλευθέριος.
ὁ α’ χορός
Δόξα Πατρί…
Φ ῶς κατοικεῖς ἀληθῶς τὸ ἀνέσπερον, φῶς χρηματίσας ἡλίου φαιδρότερον· διὸ τοὺς τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, ἐπιτελοῦντας παθῶν ἀχλύος ῥῦσαι, ταῖς πρὸς Θεόν σου λιταῖς Ἐλευθέριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Φ εῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον Γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς οἰκέτας ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Στίχ . Μ εγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μ υστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅ ν ἀ νυμνο ῦ ντες μεγαλ ύ νομεν.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅ γιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑ ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅ τι ἅγιος ἐστι.
ὁ α’ χορός
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ’,
Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν
Τ αῖς ἀρεταῖς ἀστράψαντες,ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις,ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν,ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.
ὁ β’ χορός
Γυναῖκες ἀκουτίσθητε
Π ατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν, ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.
ὁ α’ χορός
Ἦχος γ΄ Ὁ οὐρανὸν τοῖς ἄστροις
Χ ριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφύσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη, μεθ’ ἧς σε, νῦν Ἐλευθέριε μέλπω.
ὁ β’ χορός
Θεοτοκίον, ὅμοιον
Κ αὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας.
ΑΙΝΟΙ
Ἦχος α’.
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὑ μνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
ὁ α’ χορός
Ἦχος β’ –
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Οἶκος τοῦ Εὐφραθᾶ
Π άντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι’ ἧς ἐμεγαλύνθησαν
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἔ σβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Λ άκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.
ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τριήμερος ἀνέστης Χριστὲ
Τ ὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως, διό σε κατ’ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.
ὁ α’ χορός
Στιχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Τ ὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον
ὁ β’ χορός
Στιχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τ οῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας
ὁ α’ χορὸς
Δ ό ξα Πατρί… Ἦχος βαρὺς – Γερμανοῦ
Δ εῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην΄ τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν΄ τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν΄ τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν΄ ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ΄ ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’
Ὑ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη ἦχος α΄ ( Ἀργή ἢ σύντομος )
· Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
· Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
· Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
· Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
· Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
· Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
· Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
· Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
· Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
· Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
· Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ΄)
· Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
· Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
· Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
· Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δ όξα Πατρὶ ..Καὶ νῦν…. .
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅ γιος ὁ Θεός,……….
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
Ἀντίφωνον Α’
Ἦχος β´.
Στίχ .Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ .Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . Ε ὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί…Καὶ νῦν.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β’
Ἦχος β´.
Στίχ . Α ἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μ ακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τ ὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..
Στίχ .. Β ασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ…Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ‘
Ἦχος α´ .
Στίχ . α´ . Α ὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον. Ἦχος α´ .
Τ οῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Στίχ . β´ . Α ἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Τ οῦ λίθου σφραγισθέντος…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
Ἦχος β ‘
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος α’ .
Τ οῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Προπατόρων Ἦ χος β
Ἐ ν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σ ῶ σον τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
Ἦ χος πλ.α’ Τ ὸ ν συν ά ναρχον
Ἱ ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Προε ό ρτιον Ἦ χος γ ‘
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τ ὸ ν πρ ὸ α ἰώ νων Θε ό ν .
Τρισάγιον
Ἀπόστολος
Τοῦ ῾Αγίου · ( Β’ Τιμόθ. Α’, 8-18 )
Προκείμενον ἦχος βαρύς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρ ὸ ς Τιμόθεον Β’ Ἐ πιστολ ῆ ς Παύλ ου τὸ Ἀνάγνωσμα .
Τ έκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ ᾽Ιησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ᾽Ιησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾽Ιησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ᾽Ασίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ κύριος τῷ ᾽Ονησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν – δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ – καὶ ὅσα ἐν ᾽Εφέσῳ διηκόνησεν, β έ λτιον σ ὺ γιν ώ σκεις
Ἀ λληλούϊα ( γ ’) Ἦχος πλ. δ΄
Μ ωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.
Ἐ κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν .( Λουκ.ΙΔ’ 16-24,)
Ε ἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς΄καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις΄ ῎Ερχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ΄ ᾽Αγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε΄ Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος, ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ΄ ῎Εξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος΄ Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον΄ ῎Εξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀ λίγοι δ ὲ ἐ κλεκτ οί.
Δ όξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό, Ἐξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμηον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικὸν
Α ἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀ λληλούϊα
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ἦχος πλ. α΄
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις
«῾Ο ἀναστάς ἐκ νεκρῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.