ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ Θαυματουργοῦ(2019)

6 ΔΕΚΕΜΒΡΙΟΥ 2019

+Το ν γίοις Πατρός μν Νικολάου,

ρχιεπισκόπου Μύρων τς Λυκίας το Θαυματουργο

Αποτέλεσμα εικόνας για ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ ΕΠΙΣΚΟΠΟΣ ΜΥΡΩΝ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

χος δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος δ.

Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

.

ὁ β’ χορός

Δόξα Πατρί…

Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος,…..

ὁ α’ χορός

Κα νν… Θεοτοκον  ατς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τς ψυχς μν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

χος α’Τν τφον Σωτρ

Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε δοξάσαντος· ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον.

ὁ β’ χορός

Δξα Πατρί… Κα νν… Θεοτοκον ὅμοιον

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ α’ χορός

χος δ’  πεφνης σμερον

Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ δόξα, Νικόλαε Ὅσιε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…Κα νν… Θεοτοκον, μοιον

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Μετ τν Πολυλεον, Κθισμα

χος δ’ – Ταχ τροκατλαβε

ὁ α’ χορός

Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παῤῥησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.

ὁ β’ χορὸς 

Δξα Πατρὶ… Κα νν… Θεοτοκον, μοιον

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πναγνε κατ τν δολων σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον – Ἦχος δ’

ὁ α’ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορὸς

Στχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Ἐκ τοῦ κατὰ  Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·  ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.  τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά.  καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·  ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.  Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ἱεράρχου,, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Εὖ δοῦλε ἀγαθέ, καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Κανὼν τῆς Θεοτόκου

ὁ α’ χορὸς

ᾨδὴ α’ Ἦχος α’ Ὁ Εἱρμὸς

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, ….

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑμνῶ σε Πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον· ὃν πᾶσα κτίσις ἀνυμνεῖ ὅτι δεδόξασται.

Κανν το γου

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χριστς γεννται

πόρῳ γλώττῃ καὶ χείλεσιν, ἐγκώμιον βραχὺ καὶ παράκλησιν, προσάξαι τῇ σῇ Νικόλαε, ἥκω θεομιμήτῳ ὑπεροχῇ, ἀλλ’ ὡς πλουτοδότης, τὸν Σωτῆρα καὶ Θεὸν ἵλεων δίδου μοι.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Βροτὸς ὑπάρχων οὐράνιος, ἰσάγγελος ἐν γῇ πεφανέρωσαι, χηρῶν ἀντιλήπτωρ μέγιστος, καὶ καταπονουμένων ἐκδικητής, πάντων θλιβομένων, ἐν κινδύνοις βοηθός, Πάτερ Νικόλαε.

ὁ α’ χορὸς

Δξα Πατρὶ… Τριαδικν

Τριάδα σέβω τὴν ἄκτιστον, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν ἁπλῆν θεότητα, φύσιν μὴ τεμνομένην οὐσιωδῶς, τρεῖς τὰς ὑποστάσεις, διαιρῶν προσωπικῶς, καὶ καθ’ ὑπόστασιν.

ὁ β’ χορὸς   

Κα νν… Θεοτοκον  

σπόρως Λόγον συνείληφας, τὸν ἕνα τῆς Τριάδος Πανάχραντε, καὶ τοῦτον σακρὶ γεγέννηκας, μείνασα μετὰ τόκον ὥσπερ τὸ πρίν, τοῦτον ὡς Υἱόν σου, καὶ Θεὸν ὑπέρ ἡμῶν ἀεὶ ἱκέτευε.

 

Τῆς Θεοτόκου

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε

ὁ β’ χορὸς

Στερεωθήτω ἡ καρδία μου…….

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς Παντευλόγητε.

Το γου

ὁ α’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τ πρ τν αἰώνων

Δέλτον ἐν καρδίᾳ, κεκτημένος θεόφρον πολλῶν ἀρετῶν, ἐγγεγραμμένην ἀθανάτῳ, καὶ ἀχράντῳ δακτύλῳ, Χριστοῦ τοῦ Θεοῦ Νικόλαε, ὑπὲρ κηρίον καὶ μέλι γλυκύ, στάζεις ἐν τοῖς λόγοις σου.

ὁ β’ χορὸς  

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δειξεν ἡ χάρις, ἐπὶ σὲ παραδόξως τὰ θαύματα, ἡ φαιδρὰ γάρ σου πολιτεία, ὦ Νικόλαε ὄντως, χρυσοῦ παντὸς τηλαυγέστερον, ὑπεραστράπτει καὶ λάμπει ψυχαῖς, αἴγλῃ θείου Πνεύματος.

ὁ α’ χορὸς  

Δξα Πατρὶ… Τριαδικν

λεως γενοῦ μοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν, τῷ ἐν ἀμέτροις πλημμελείαις, ῥυπωθέντι τῷ βίῳ, Πατήρ, ὁ Υἱός, Πνεῦμα τὸ ζῶν, διατηροῦσά με πάντοθεν καὶ ἀεί, ἄτρωτον ἐκ θλίψεως.

ὁ β’ χορὸς  

Κα νν… Θεοτοκον

Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις σου, καὶ ἐν ἀνάγκαις καὶ κινδύνοις, ταχυδρόμοις πρεσβείαις, φρουρεῖν, βοηθεῖν παράστηθι, σὺ γὰρ τὸ κλέος ἡμῶν τῶν πιστῶν, πλεις Θεονμφευτε.   

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,…     

ὁ β’ χορὸς

 Κθισμα  χος πλ.δ’

Τὴν Σοφίαν καὶ Λόγον

Ποταμὸν ἰαμάτων ὑπερχειλῆ, καὶ πηγὴν σε θαυμάτων ἀνελλιπῆ, ἔδειξε Νικόλαε, τοῦ ἐλέους ἡ ἄβυσσος, οἱ γὰρ βαρείαις νόσοις, πικρῶς πιεζόμενοι, καὶ συμφοραῖς τοῦ βίου, δεινῶς ἐταζόμενοι, πάσης ἀθυμίας, ἀκεσώδυνον ὄντως, εὑρίσκουσι φάρμακον, τὴν θερμήν σου ἀντίληψιν, διὰ τοῦτο βοῶμέν σοι΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α΄ χορὸς

Δξα Πατρὶ… Κα νν… Θεοτοκον, μοιον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως΄ ὅθεν δυσωπῶ σε παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου΄ ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι΄ καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανύμνητε.

Τῆς Θεοτόκου

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται Ἁγνή, σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν πνεύματι Προφῆται, προεῖδόν σε Ἁγνή, Ὄρος, Πύλην, Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.

Το γου

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥάβδος κ τς ῥίζης

κλῆσίς μου μόνη ἀληθῶς, ἐν πάσαις τῶν ἐχθρῶν βουλαῖς, προσκαλουμένη θᾶττον ῥύεται, τοὺς κράζοντάς σοι θερμῶς, Ἱερὲ Νικόλαε΄ Ὡς πρὶν στρατηλάτας ἐλυτρώσω, διάσωσον καὶ ἡμᾶς, πάσης ἐκ δεινῆς περιστάσεως.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θρόνῳ παριστάμενος Θεοῦ, πρεσβεύειν ἐκτενῶς σοφέ, μὴ διαλείπῃς ὑπὲρ πάντων ὑμῶν, τῶν σῶν πιστῶν οἰκετῶν, θαυμαστὲ Νικόλαε, ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν καὶ ἐξ ἐχθρῶν, γνώμης πονηρᾶς καὶ κακώσεως.

Δξα Πατρὶ… Τριαδικν

νάρχου θεότητος ἀρχήν, Πατέρα καὶ Υἱὸν τιμῶ, καὶ Πνεῦμα σέβω τὸ πανάγιον, τὴν πάντων παντουργικήν, ἑνιαίαν ἄτμητον, τρισὶ χαρακτῆρσι καὶ προσώποις, διῃρημένην ἀεί, μίαν βασιλείαν ἀμέριστον.

Κα νν… Θεοτοκον

Σὺ ὄντως ἐπέκεινα βροτῶν, Ἀγγέλων τε ὑπέρτιμος, Θεογεννῆτορ Κόρη πέφηνας΄ τὸν πάντων γὰρ Ποιητήν, ἐν γαστρὶ συνείληφας, σάρκα ὑλικὴν ἠμφιεσμένον, τεκοῦσα δίχα σπορᾶς  Ὦ καινοπρεποῦς θεωρήματος!

Τῆς Θεοτόκου

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς Κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὖθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀρρήτως ὤφθης· Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.

.Το γου 

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θες ν ερνης

Κηρύττει σου Πάτερ, τὰ θαύματα νῦν, ἡ Μυρέων μεγίστη μητρόπολις, Λυκίων ἐπαρχία τε, καὶ πᾶσαι πατριαί, τὰς σὰς τερατουργίας, δι’ ὧν πάντας ἐκ πόνων, θλιβερῶν ἐλυτρώσω, ἀξιοθαύμαστε Νικόλαε.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λιμὴν τῶν χηρῶν, καὶ Πατὴρ τῶν ὀρφανῶν, βοηθὸς τῶν ἐν θλίψει πανάριστος, πενθούντων παραμύθιον, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Νικόλαε ὑπάρχων, καὶ ἡμᾶς ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπολύτρωσαι.

Δξα Πατρὶ… Τριαδικν

Συνάναρχα τρία, ὁμόθρονα μέν, ἀμερίστου μιᾶς δὲ θεότητος, δοξάζω αὐτεξούσια, τὰ πρόσωπα σαφῶς, δι’ ἧς ἐκ τοῦ μὴ ὄντος, παρήχθην εἰς τὸ εἶναι, σὺν Ἀγγέλοις κραυγάζων΄ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Κα νν… Θεοτοκον

Βροτῶν σωτηρία, καὶ πάντων ἐλπίς, ἡ προφθάνουσα τάχος καὶ σώζουσα, οἰκτείρησον καὶ νῦν ἡμᾶς, βοῶμέν σοι ἁγνή, τοὺς σὲ προσκαλουμένους, ἀεὶ ἐν περιστάσει, προστασίαν γὰρ ἡμεῖς   μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.  

Τῆς Θεοτόκου

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς ὑμνείσθω μοι.

.Το γου

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σπλγχνων ωνν

Νέος Ἀβραάμ, ἐδείχθης Νικόλαε, ὡς μονογενῆ υἱὸν προσάξας τὸν νοῦν, τῷ Δεσπότῃ σου, ἀναιμάκτους θυσίας προσφέρων ἀεί, κἀντεῦθεν εὐλογήθης ὡς φιλόξενος, Πάτερ, καὶ Τριάδος γέγονας, οἰκητήριον θεῖον καὶ ἄμωμον.

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ξένα καὶ φρικτά, ἐργάζῃ τεράστια, ἐν πάσῃ τῇ γῇ, καὶ ἐν θαλάσσῃ μακράν, κινδυνεύουσι, ταχυδρόμοις λιταῖς ἐφιστάμενος, ἀσθενούντων ἰατρός, καὶ πτωχευόντων τροφεύς, νίκης τε λαοῦ φερώνυμος, τοῦ πιστοῦ κατ’ ἐχθρῶν ἀναδέδειξαι.

Δξα Πατρὶ… Τριαδικν

Σέβω καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισὶ διαιρουμένην ἀεί, ἑνουμένην δέ, τῇ οὐσίᾳ καὶ φύσει ὡς μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, πάντων κραταιῶς δεσπόζουσαν, καὶ τὸ πᾶν συντηροῦσαν ὡς βούλεται.  

Κα νν… Θεοτοκον

Κλίνας οὐρανούς, ἐν μήτρᾳ σου Πάναγνε, Χριστὸς βουληθείς, ὅλος ἐσκήνωσεν΄ οὐ γὰρ ἔφερε, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, καθορᾶν ὑπὸ τοῦ πλάνου τυραννούμενον, ἦλθε δὲ ἐν δούλου σχήματι, τ νθρπινον γνος λυτρσασθαι.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Συναξάριον

Κοντκιον  χος γ’ –   Παρθνος σμερον

ν τοῖς Μύροις ἅγιε, ἱερουργὸς ἀνεδείχθης΄ τοῦ Χριστοῦ γὰρ ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου΄ διὰ τοῦτο ἡγιάσθης, ς μγας μστης Θεο τς χριτος.

Οκος

νυμνήσωμεν νῦν τὸν Ἱεράρχην ᾄσμασι, τὸν ἐν Μύροις λαοὶ ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν, ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων θυσίαν ἄμωμον, τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς ἱερεὺς κεκαθαρμένος τὴ ψυχὴ καὶ τὴ σαρκί, ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρμαχος ταύτης, ς μγας μστης Θεο τς χριτος.  

Συναξριον

Τῇ Ϛ’  το ατο μηνς, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Στίχοι

  • Ὁ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,

  • Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.

  • Ἕκτῃ Νικόλεώ γε, ἐφάνη βιότοιο τελευτή.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ Καραμάνου τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ 1657 ( χίλια ἑξακόσια πεντήκοντα ἑπτά ) ἔτος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μν.

   ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωςίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός  

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν,  και προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.  

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

χος β’ – Γυνακες κουτσθητε

Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν, πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνήσκειν μέλλοντας΄καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ’ ὄναρ, λύων τὴν ἄδικον ψῆφον.

ὁ β’ χορός

μοιον

Μεγάλως σε ἐδόξασεν, ἐν θαύμασιν ὁ Κύριος, καὶ ζῶντα καὶ μετὰ τέλος, Νικόλαε Ἱεράρχα΄ τὶς γὰρ ἐξ ὅλης πίστεως, μόνον ἐπεκαλέσατο, τὸ ἅγιόν σου ὄνομα, καὶ οὐκ εὐθὺς εἰσηκούσθη, θερμὸν προστάτην εὑρών σε;

ὁ α’ χορός

Θεοτοκον

Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τὰ ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, …

ὁ β’ χορός

…..τς πρεπες νθυμσεις.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τν ορανων ταγμάτων 

Τῆς Ἐκκλησίας τὰ ἄνθη, περιϊπτάμενος, ὡς νεοττὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου. 

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῆς ἱερᾶς διπλοΐδος, τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε, ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν ἀθεάτων τὰ κάλλη, περιεχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε ἁγίων, ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις Ἱερώτατε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.   

ς ἐν ὀνείρῳ ἐπέστης, τῷ εὐσεβεῖ Βασιλεῖ, καὶ τοὺς δεσμώτας Πάτερ, ἐκ θανάτου ἐῤῥύσω, πρέσβευε ἀπαύστως, ὅπως καὶ νῦν, ταῖς εὐχαῖς σου ῥυσθείημεν, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ὀδυνῶν, οἱ ἀξίως εὐφημοῦντές σε.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ. α’

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός, βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι’ ὀνείρου φρικτῆς ἐπιστασίας, βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. Ποιμένες καὶ Διδάσκαλοι, τόν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην΄ οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν΄ Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.   

ὁ β’ χορός

Καὶ νῦν… …χος ὁ αὐτὸς

Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

Ἀπολυτίκιον. Ἦχος δ.

Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

Στίχ. . Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ. . Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. . Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα ΠατρὶΚαὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β

Στίχ.  Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

Στίχ.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ

ὁ α’ χορός

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος δ.

Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν

Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός

ψάλλοντάς σοι, λληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος δ’.

Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Προερτιον χος γ’

Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τν πρ αἰώνων Θεν.  

Τρισάγιον.

Ἀπόστολος

Τοῦ ῾Αγίου·  (῾Εβρ. ιγ´ 17-21). 

Προκείμενον ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρς Ἑβραίους πιστολς Παύλου τὸ Ἀνάγνωσμα .

δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες΄ ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν΄ πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ  εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τν αἰώνων· μν.

λληλούϊα (γ’) Ἦχος α΄

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. τι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λκ. ϛ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,   καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·  καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.  Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.  μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

                                                             

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

6 ΔΕΚ19 ΕΟΡΤΗ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΥΡΩΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s