2 ΔΕΚΕΜΒΡΙΟΥ 2019
+Μνήμη ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος α’
ὁ α’ χορὸς
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωςάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τ ῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τ ῆς Εὐβοίας τὸν γόνον,….
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
Καθίσματα
ὁ α’ χορός
Ἦχος α’. Τὸν τάφον σου, Σωτὴρ.
Χ αρίσματα δεχθεὶς ἐν τῷ Ἄθωνι, πάτερ, ὡς ἄστρον φαεινὸν ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων τοῖς λόγοις σου καὶ τῷ σῷ παραδείγματι, τοῖς δὲ θαύμασι τὴν Ἐκκλησίαν δοξάζων, καὶ μυστήρια ἀποκαλύπτων ἀνθρώποις, διὸ σὲ δοξάζομεν.
ὁ β’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Π αρθένε, μυστικὸν κρίνον τοῦ Παραδείσου, ἀγγέλων χαρμονή, χαρισμάτων ταμεῖον, Χριστῷ ἀεὶ πρεσβεῦε τῶν πταισμάτων τὴν ἄφεσιν δοῦναι, Παναγνέ, πᾶσι τιμῶσιν ἀξίως καὶ γεραίρουσι μνήμην κλεινοῦ Πορφυρίου, Χριστὸν ἀγαπήσαντος.
Μετὰ τὴν β’ Στιχολογίαν
ὁ α’ χορὸς
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐ γκοσμίων ὁσίων τὸ ἐγκαλλώπισμα, σκορπίζων Ἄθωνος δρόσον ἐν Ὁμονοίᾳ, σοφέ, διηκόνεις ταπεινῶς νοσοῦσιν, ὅσιε. Θαύματα δὲ ἐπιτελῶν, ἀνεδείχθης ἰατρὸς ἀλάνθαστος νοσημάτων. Ἰσάγγελος ἐν τῷ κόσμῳ ἐγένου, πάτερ, ἐραστὰ τοῦ Χριστοῦ.
ὁ β’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον
Π αναγία Παρθένε, Μῆτερ Θεοῦ ἡμῶν, δεινῶν καὶ πόνων τὴν λύσιν ψυχῆς ἐν πόνῳ ζητῶν, Πορφυρίου ταῖς λιταῖς παρασχοὺ Δέσποινα. Πρεσβεῦε δὲ τῷ σῷ Υἱῷ, προσκυνοῦντας σὲ πιστῶς, φυλάττειν παντὸς κινδύνου, καὶ διδόναι τοῖς σοῖς ἱκέταις τυχεῖν, Παρθένε, Παραδείσου τερπνοῦ
Μετὰ τὸν Πολυέλεον
ὁ α’ χορὸς
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀ σκητῶν, Πορφύριε, πάντων ἀκρότης ἐν τῷ κόσμῳ δέδειξαι, ζωὴν ἰσάγγελον βιῶν· διὸ ὑμνοῦμεν, πανθαυμαστέ, σοῦ τὴν ἀγάπην καὶ ἄκραν ταπείνωσιν.
ὁ β’ χορὸς
Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον ὅμοιον
Τ αῖς πρεσβείαις, Κύριε, ἁγνῆς Μητρός Σου, καὶ τοῦ Σου θεράποντος τοῦ Πορφυρίου ταπεινοῦ, παρασχοὺ πᾶσι ἀπόλαυσιν τῆς οὐρανίου, Χριστέ, Βασιλείας Σου.
Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
ὁ α’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐ κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον – Ἦχος δ’
ὁ α’ χορὸς
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ β’ χορός
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ α’ χορὸς
Στίχ . Τ ί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
.Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ α΄ χορὸς
Ἦχος β’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Α ἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Εὐαγγέλιον
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ Ν’ ψαλμὸς (χύμα)
ὁ α΄ χορὸς
Δ ό ξα Πατρὶ… Ἦχος β’
Τ αῖς τοῦ σοῦ ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ.β’
Στίχ. Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’
Τ ά ἐπί γῆς ἀπαρνηθείς τερπνά, τά οὐράνια, Πορφύριε, ἐδέξω παρά Χριστοῦ τοῦ Θεοῦ, ὡς γέρα τῶν πόνων σου ὅτι καθαρᾶ τῆ καρδία καί ταπεινώσει πολλῆ, σοφέ, ἐπολιτεύθης ὄντως καί μιμητής τῶν ἁγίων ἐγένετο. Τῆ δέ πραότητι τῆ σῆ πολλούς ὡδήγησας εἰς Χριστόν, ἐν ὧ καί σύ ὡς ἥλιος ἔλαμψας πρός δόξαν Θεοῦ, τοῦ σέ λαμπρῶς δοξάσαντος.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
τῆς Θεοτόκου
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π αθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σ ωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ν οσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.
Ὠδὴ α’.
Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα….
ὁ α’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π αράκλητε δώρησαι σοφίαν λέγειν καί χάριτος, ὑμνῆσαι Πορφύριον, τόν τῆς Εὐβοίας βλαστόν, τόν ἀθλήσαντα ἐν Καυσοκαλυβίοις, καί χάριν δεξάμενον τῆς διοράσεως
ὁ β’ χορός
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ σίως ἐβίωσας ἐν τῇ ἐρήμῳ τοῦ Ἄθωνος, ὑπείκων τοῖς γέρουσι μετὰ χαρὰς καὶ τιμῶν, τὴν ταπείνωσιν δεχθεὶς ἐν τῇ καρδίᾳ, καὶ χάριν τοῦ Πνεύματος ἐγκολπωσάμενος.
ὁ α’ χορός
Δόξα Πατρί…
Ῥ όδον εὐωδέστατον, ἐδείχθης ὄντως τῆς χάριτος, σκορπίζων ἀρώματα τῶν οὐρανῶν τοῖς πιστοῖς, τὴν πραότητα καὶ ἀνεξικακίαν, ἀγάπην, ταπείνωσιν σὺν τῇ ἁπλότητι.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Φ αιδρύνεις τὰ σύμπαντα, Παρθενομῆτορ, τῷ τόκῳ σου, φθορὰν ἀφανίζουσα τῆς ἁμαρτίας, ἁγνή, καὶ παρέχουσα χαρὰν τὴν οὐρανίαν· διὸ ἀγαλλόμενοι πάντες ὑμνοῦμεν σε
τῆς Θεοτόκου
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ο ὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ὁ β’ χορὸς
Ο ὐρανίας ἁψῖδος,…
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱ κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χ αλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Ὠδὴ γ’.
Ὁ Εἱρμός. Τοὺς σοῦς ὑμνολόγους.
ὁ α’ χορὸς
Ὑ πήρξας ναὸς τοῦ Παρακλήτου καὶ μάρτυς τῆς χάριτος αὐτοῦ, νοσήματα ἰώμενος, προλέγων τὰ ἐσόμενα, ἐκβάλλων δὲ καὶ δαίμονας ταῖς σαῖς εὐχαῖς, ὀσιώτατε.
ὁ β’ χορός
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ οαῖς τῶν δακρύων σου, τρισμάκαρ, ἐν ταῖς παννυχίοις σοῦ εὐχαῖς, ἀρχόντων παραπτώματα ἀπέπλυνας, πανόσιε, γαλήνην χαρισάμενος τῷ ταλαιπώρῳ λαῷ ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρί…
Ἰ ώβειον ἔδειξας, παμμάκαρ, ἐν πόνοις τοῖς σοῖς ὑπομονὴν τῶν νόσων τῶν ποικίλων σοῦ τοὺς ἄλλους δὲ ἰώμενος, οὐδέποτε ἐζήτησας τῶν νοσημάτων σου ἴασιν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ πάντων Σωτὴρ καὶ ἀντιλήπτωρ, τὴν βρότειον σάρκα προσλαβὼν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τὸν κόσμον ἐλυτρώσατο, τῶν οὐρανῶν βασίλισσαν, ἀναγορεύσας σέ, Παναγνὲ.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
ὁ β’ χορός
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Τ ῶν τῆς ἐρήμου ἀθλητῶν ἡ ἀκρότης, τῶν ἐγκοσμίων ἀσκητῶν ὁ κοσμήτωρ καὶ ἱερέων προτύπον πιστὸν καὶ ὁδηγός, ὤφθης, ἱερώτατε, καὶ ἰσάγγελος ὄντως, ἰαμάτων βρύσις τε, χαρισμάτων ταμεῖον. Καὶ νῦν παρίστασαι Χριστῷ ἐν οὐρανοῖς, πρεσβεύων πάτερ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον ὁ αὐτὸς
Τ ῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
τῆς Θεοτόκου
ᾠ δ ὴ δ’. Ἦχος πλ. δ’
Ε ἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τ ῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ε ὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀ πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ο ἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ πὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.
Ὠδὴ δ’.
Ὁ καθήμενος ἐν δόξῃ.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν οσημάτων θεραπεῖαι δυσαριθμητοί, ὅσιε, ἐν τῇ Μαλακάση, ἔνθα σὴ Μονῇ, συντελούμεναι, ἀνακηρύσσουσι μέγα, θεῖον χάρισμα, ὅπερ ἔλαβες, τῇ ταπεινώσει κοσμούμενος.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ παθείας ὤφθης οἶκος καὶ ἁγνείας κειμήλιον· ὅθεν, ἐμπειρία τῇ Θεολογίᾳ ἐθήτευσας, ἀποκαλύψεων θείων πεῖραν δ’ ἔλαβες, ἀνυψούμενος εἰς τὰ οὐράνια, ὅσιε.
Δ ό ξα Πατρὶ…
Σ εβασμίαν κεφαλήν σου φῶς ἐκάλυπτεν ἄκτιστον, ὑπὲρ φῶς ἡλίου λάμψιν χορηγὸν σοί μακάριε, καὶ θεολόγον ποιοῦν σὲ θεοδίδακτον, καὶ παρέχον σοὶ διόρασίν τε προόρασιν.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὡ ς πηγὴν χάριτος θείας καὶ ὡς πόκον θεοδρόσον, θείου μάννα στάμνον, οὐρανίου μύρου ἀλάβαστρον, καὶ ὡς ἐλέους τὴν κρήνην σὲ δοξάζομεν, ἀπειρόγαμε, Παρθενομῆτορ, Θεονυμφε.
τῆς Θεοτόκου
ᾠ δ ὴ ε’
Φ ώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔ μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λ ῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴ ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Τοῦ Ἁγίου
Ὠδή ε’. Ἐξέστη τὰ σύμπαντα
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κ ινδύνων ἐκλύτρωσον ἡμᾶς, καὶ νόσων ἴασαι, ὅσιε Πορφύριε, καὶ δίδου εὐχήν σου θείαν ἁγιασθῆναι ἡμάς, καὶ πάντας εὑρεῖν ἐν οὐρανοῖς τῶν πταισμάτων ἄφεσιν, Παραδείσου ἀπόλαυσιν.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λ αμπρὰς ῥίζης βλάστημα, Εὐβοίας γόνος, ὅσιε, ἄνθος εὐθαλέστατον ἐφάνης, καὶ τῷ Σωτῆρι ἀνατεθεὶς ἐκ παιδός, ἀγλάϊσμα ὤφθης ἀσκητῶν, τῶν γερόντων καύχημα καὶ ἀγγέλων συνόμιλος.
Δ ό ξα Πατρὶ…
Ἐ θαύμασαν ἄγγελοι ὁρῶντες σέ, πανθαυμαστέ, μέσοις οὐρανοῖς περιπολούντα, ἔτι φοροῦντα τὸ σκῆνος τὸ τῆς σαρκός, θεάματα βλέποντα καινά, ἄρρητα ἀκούοντα, τοῖς ἀνθρώποις ἀπρόσιτα.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ὁ Λόγος, Πανάμωμε, ἀνθρώπους ἐπεσκέψατο, σάρκα προσλαβὼν ἐκ σῶν αἱμάτων, καὶ ἀφανίσας τήν του θανάτου φθοράν, ζωὴν ἐδωρήσατο ἡμῖν, θείας βασιλείας τε κληρονόμους ἀνέδειξε..
τῆς Θεοτόκου
ᾠ δ ὴ ς’
Τ ὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θ ανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Π ροστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡ ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐ ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Τοῦ Ἁγίου
Ὠδὴ ς’’
Τὴν θείαν ταύτην καὶ παντιμον
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ ωτηρὰ πάντων ἠγάπησας ἐν ὅλῃ σοῦ ψυχῇ, ἱερώτατε, καὶ ὑπηρέτησας Αὐτῷ, δυνάμει τῆς χάριτος, ἐν ταπεινώσει, πάτερ, καὶ ἐν ἁπλότητι.
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ ρῶν ἀπόρρητα, ὅσιε, χαρίσματί σου τῷ διορατικῶ καὶ προορατικῶ, τὰ ὠφελοῦντα προέλεγες, καὶ προσιόντας πάντας Χριστῷ ἐστήριζες.
Δ ό ξα Πατρὶ…
Σ ωθῆναι πάντας ἱκέτευε Σωτηρὰ τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν τοὺς ἀγαπῶντας σε, καὶ τὴν μονήν σου διάσωσον ἐκ τῶν παγίδων, πάτερ, τοῦ πολεμήτορος.
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Ἰ δοὺ οἱ δοῦλοι σοῦ, Δέσποινα, ἐν θλίψεσι καὶ πόνοις στενάζοντες, σὲ ἱκετεύομεν, τοῦ Πορφυρίου εὐχαῖς, ἁγνή, ἐκ τῶν δεινῶν καὶ πόνων παρασχοὺ λύτρωσιν
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ .
Τ οῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον, καὶ τῆς παναγνοῦ Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ, καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως. Ὅθεν κράζομεν, χαίροις, πάτερ Πορφύριε .
Ὁ Οἶκος
Ἄ γγελος τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς ἀνθρώπους, Πορφύριε παμμάκαρ, ἐπώφθης· καταστὰς μοναχῶν καλλονή, ἱερέων τε σεμνὸν ἐγκαλλώπισμα, τῷ κόσμῳ διηκόνησας, κραυγάζοντι πρὸς σὲ τοιαῦτα˙
Χ αῖρε, πατὴρ ὀρφανῶν καὶ ξένων·
Χαῖρε, ἀστὴρ ἀληθῶν ποιμένων.
Χαῖρε, ἐγκοσμίων ἁγίων ὠράϊσμα˙
Χαῖρε, τῶν ὁσίων ἁπάντων ἀγλάϊσμα.
Χαῖρε, ἄνθος εὐωδέστατον Παραδείσου μυστικοῦ˙
Χαῖρε, φῶς τὸ ἱερώτατον οὐρανοῦ πνευματικοῦ.
Χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς νοσημάτων·
Χαῖρε, ὅτι ἐφάνης ἐραστὴς τῶν δογμάτων.
Χαῖρε, Θεοῦ μυστηρίων ὁ μύστης˙
Χαῖρε, δι’ οὐ ἐδραιούται ἡ πίστις.
Χαῖρε, λαμπρὰ Ἐκκλησίας λυχνία˙
Χαῖρε, χαρὰ μυστικῶν οὐρανία.
Χ αίροις, πάτερ Πορφύριε .
Σ υ ν α ξ ά ρ ι ο ν
Τ ῇ Β ’ τοῦ αὐτοῦ μηνός μνήμῃ τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Πορφυρίου, τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ.
Στίχοι
Τὸν Καλυβίτην, Πορφύριε, ζηλώσας,
Ἄθωνι ἔδραμες ἀσκήσει βιώσας.
Δευτερίη Πορφύριος γῆν ἀντήλλαξε Παραδείσῳ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
Στίχοι
Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι,
Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.
Στίχοι
Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,
Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
Στίχοι
Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη,
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.
Μ νήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.
Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.
Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀ μ ή ν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδ ὴ α’ Ἦ χος α’
Χ ριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠ δ ὴ γ’
Τ ῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…
ὁ α’ χορός
…Ἅ γιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ δ’
Ῥ άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠ δ ὴ ε’
Θ εὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠ δ ὴ ς’
Σ πλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠ δ ὴ ζ’
Ο ἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠ δ ὴ η’
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Θ αύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ε ἰ ς π ά ντας το ὺ ς α ἰῶ νας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Στίχ . Μ εγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μ υστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅ ν ἀ νυμνο ῦ ντες μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦ χος γ’
Γυναῖκες ἀκουτίσθητε.
Ἠ γάπησας ταπείνωσιν, καὶ ἤσκησας ὑπακοήν, ὅθεν ἐπλήσθης χαρίτων τοῦ Παρακλήτου, παμμάκαρ, πολλῶν θαυμάτων δὲ πηγὴ ἐγένου καὶ ἰάσεων, τοῖς ἀσθενοῦσιν, ὅσιε, σὴν ἀρωγὴν ἐκζητούσιν. Διὸ ὑμνοῦμεν σέ, πάτερ.
ὁ β’ χορός
Θεοτοκ ί ον, ὅ μοιον
Π αρθένε, μῆτερ τοῦ Χριστοῦ, ἐλέησον τιμῶντας σέ, πρεσβείαις τοῦ Πορφυρίου, δούλου πιστοῦ τοῦ Κυρίου. Ἡμῶν τὸ ἔθνος φύλαξον ἀπὸ κινδύνων καὶ δεινῶν, μετάνοιαν παρέχουσα καὶ τὴν εἰρήνην ἐν πᾶσι, δεόμεθα σοῦ, Παρθένε.
ΑΙΝΟΙ
Ἦχος πλ. δ’
ὁ α’ χορός
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὧ τοῦ παραδόξου θαύματος.
Ὧ τοῦ παραδόξου θαύματος! Παῖς ἐν τῷ Ἄθωνι ὧν, τοῦ Βελίαρ τὸ φρύαγμα ἀνδρικὼς κατέβαλες, καὶ στεφάνους ἀπέλαβες· παῖς ὧν γερόντων σύνεσιν ἔδειξας, ἀγγέλων βίον, πάτερ, μιμούμενος. Ὅθεν χαρίσματα ὡς πορφύραν ἔλαβες πνευματικήν, ὅσιε Πορφύριε, θεοφιλέστατε.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ
Ὧ τὸ παραδόξου θαύματος! Τὰ τοῖς ἀνθρώποις κρυπτὰ διοράσει ἐξήλεγχες, καὶ προφήτης γέγονας τῶν μελλόντων, πανόσιε. Τερατουργίαις πλείσταις ἐξέπληττες, καὶ τῶν δαιμόνων πλάνας διέλυες· νόσους δ’ ἰώμενος, ἀσθενούντων γέγονας καταφυγή, κλονουμένων στήριγμα, θεοχαρίτωτε.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ὧ τοῦ παραδόξου θαύματος! Πῶς τοῦ υἱοῦ τῆς βροντῆς εἰς τὰ ὕψη ἐλήλυθας, καὶ ἀποκαλύψεων τῶν ἐκείνου ηὐτύχησας; Χερουβικὴς ἀπέλαυσας γνώσεως, ἱερουργῶν πιστῶς τὴν ταπείνωσιν. Θείας ἐδέχου σὺ ἐπισκέψεις, ὅσιε, φωτοειδὼς λαμπῶν ἐν τῇ κλίνῃ σου, μακαριώτατε
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὧ τοῦ παραδόξου θαύματος! Τῶν μυστηρίων Χριστοῦ παραδόξως μετέσχες σύ, εἰ καὶ εὑρισκόμενος τοῦ ναοῦ πόρρω ὅσιε, χερσὶν ἀγγέλων ὄντως δεχθεὶς ἐν σοὶ τὸν Θεῖον ἄνθρακα, ἱερώτατε. Ὅθεν ἐξέστησαν οἱ συνόντες τότε σοι τῇ μυστικῇ, θείᾳ κοινωνίᾳ σου, Θεὸν δοξάζοντες
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. α’.
Ὅ σιε πάτερ, θείαν κλῆσιν δεξάμενος, σὴν βιοτὴν ἐν ἀγῶσι καὶ πένθει ἥνυσας, ὁρῶν πρὸς πατρίδα τὴν ἄνῳ. Καί, ταπεινώσει πολλή, ὑψωθείς, χαρισμάτων ἀπέλαυσας πλῆθος, πάθη καὶ νόσους ἰώμενος. Προφητικὰς ἀποκαλύψεις ἐδέξω, καί, διοράσει, μυστήρια δηλῶν, τρανὼς πάντας ἐξέπληττες. Ἂλλ’ ὢ Πορφύριε, ὁσίων κλέος καὶ ἁγίων σύσκηνε, σὺν αὐτοῖς Χριστὸν δυσώπει, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν
ὁ β’ χορός
Καὶ νῦν… Ἦ χος ὁ αὐτὸς
Μ ακαρίζομεν σέ, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
. Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
Δ όξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέηςόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουςί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τ ῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
Ἦχος β´ .
Στίχ . ´ . Ε ὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ . . Ε ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ . . Κ ύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ … Καὶ νῦν .
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ’
Στίχ . . Α ἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ . ´ . Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
Στίχ . ´ . Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.
Δόξα Πατρὶ … Καὶ νῦν …
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ ’
Στ ί χ . Μ ακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος α ’ Τῆς ἐρήμου πολίτης .
Τ ῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα
Στίχ . Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Τῆς Εὐβοίας τὸν γόνον,..
Μικρὰ Εἴσοδος .
Εἰσοδικὸν
Ἦχος β ’
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…
…ψ άλλοντάς σοι, Ἀ λληλούϊα.
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος α ’ Τῆς ἐρήμου πολίτης .
Τ ῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα
. ἈπολυτίκιονἮχος β’.
Τ οῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνὴμην, Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
ἈπολυτίκιονΉχος α`. Της ερήμου πολίτης.
Κ αλλιμάρτυς Μυρόπη, και Χριστού Νύμφη άφθορε, νυν Αυτώ παρεστώσα ως ωραία και πάγκαλος, ως λίθους φαιδρούς και διαυγείς, τα στίγματα φέρουσα σαρκός, και αιμάτων την πορφύραν ως βασιλίς περικειμένη ένδοξε, δυσώπει αυτόν υπέρ ημών, των εκ πόθου ευφημούντων σου, ύμνοις επινικίοις και ωδαίς την θείαν άθλησιν
Τοῦ Ναοῦ
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Προε ό ρτιον Ἦ χος γ’
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδ ί ον ν έ ον, τ ὸ ν πρ ὸ α ἰώ νων Θε ό ν.
Τρισάγιον.
Ἀπόστολος
Τοῦ ῾Αγίου· (῾Εβρ. ιγ´ 17-21).
Προκείμενον ἦχος βαρύς.
Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ .Τ ί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Π ρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα .
Ἀ δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες΄ ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν΄ πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀ λληλούϊα (γ’) Ἦχος α΄
Ο ἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ . Ὅ τι ἐξελέξατο Κύριος τὴν Σιών.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λκ. ϛ ΄ 17-23).
Τ ῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ..
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀ πόλυσις «…Χ ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.