Αρχείο ημέρας 24 Νοεμβρίου, 2019
«Δοξαστικό των Αίνων της Αγίας Αικατερίνης» Ήχος πλ δ΄
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ νυμφίου σου ἔρωτι τετρωμένη Αἰκατερῖνα σεμνή,
παρθενομάρτυς καὶ πάνσοφε,
πᾶσαν κοσμικὴν προσπάθειαν προθύμως κατέλιπες,
καὶ τῷ σημείῳ τοῦ σταυροῦ σφραγισαμένη ἑαυτήν,
τὴν τῶν εἰδώλων πλάνην πανσόφως διήλεγξας,
καὶ ῥητόρων ἔπαυσας τὰς ληρώδεις ἐνστάσεις,
τοῦ Χριστοῦ τὸ ὄνομα λαμπρῶς πᾶσι κηρύξασα·
ὅθεν καὶ στέφει οὐρανίῳ ἀναδησαμένη τὴν κεφαλήν,
σὺν ἀγγέλοις χορεύεις ὡς ἁγνὴ περιστερά,
καὶ πρεσβεύεις ἀπαύστως,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων,
τὴν παναοίδιμον μνήμην σου.
ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΟΡΤΗΣ ΤΗΣ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ
«Ύμνοι Αγίας Αικατερίνης» Βυζαντινοί Μελωδοί