ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ (2019)

22 ΝΟΕΜΒΡΙΟΥ 2019

+ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ Ι.ΜΟΝΗΣ ΤΟΥ ΟΣΙΟΥ ΔΑΥΪΔ ΕΥΒΟΙΑΣ

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΙΑΚΩΒΟΣ ΤΣΑΛΙΚΗΣ 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα ἡ Ἐκφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος γ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

 ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

ὁ β’ χορός

Δξα Πατρί… Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

ὁ α’ χορός

Κα νν…Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

Κθισμα

ὁ α’ χορὸς

χος α’ – Τν τφον σου Σωτρ

άκωβον σεμνόν, Λιβισίου τὸν γόνον, καὶ μέγαν ἀσκητήν, ἐν ἐσχάτοις τοῖς χρόνοις,

τὸν ὅσιον ἡγούμενον, ἐπαινέσωμεν ᾄσμασιν, ὡς γὰρ ἄγγελος, ἐπὶ τῆς γῆς  ἐπεγνώσθη, τὰ ἀθροίσματα, τῶν ὀρθοδόξων παιδεύων, τοῖς θείοις διδάγμασιν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν΄ ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

Κθισμα  Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

τάφος σου πηγή, ἁγιάσματος ὤφθη, ἰᾶται γὰρ πιστῶν, τὰ νοσήματα πάντα,  καὶ δίδωσι παράκλησιν, τοῖς πενθοῦσι καὶ κλαίουσι, καὶ τὰ πνεύματα, τὰ πονηρὰ  ἐκδιώκει, διὰ τοῦτό σε, ὡς τοῦ Χριστοῦ ὄντως δοῦλον, Ἰάκωβε μέλπομεν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν…

 

 

 


χος δ’ –  Κατεπλάγη Ἰωσὴφ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Μετ τν Πολυλεον 

ὁ α’ χορὸς

Κθισμα Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πάτερ Ἰάκωβε, ἐν τῇ καρδίᾳ σου, ἔσχες τὸν Κύριον, τὸν Παντοκράτορα, διὸ τὰ τόξα τοῦ ἐχθροῦ, συνέτριψας καὶ ἔχαιρες, ὥσπερ δὲ οἱ ἄγγελοι, τὸ σὸν πρόσωπον ἔλαμπεν, ὅτε τὴν οὐράνιον, λειτουργίαν προσέφερες, καὶ πᾶσι τὴν σὴν χάριν ἐχορήγεις, τοῖς λόγοις καὶ τοῖς τρόποις σου μακάριε

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… χος πλ.δ’ – Τ προσταχθν μυστικς

γαλλιάσθω ὁ Δαυΐδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς΄ καὶ χαίρει εἰσερχομένη ἐν τῷ ναῷ΄ ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε, Χαῖρε θαῦμα παγκόσμιον.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

ὁ β’ χορός

. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

 ὁ α’ χορὸς

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα ( Λουκ. Ϛ´ 17-24)

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·   καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο.  Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολς ν τ οραν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

σιε πάτερ, ὡς μεγαλόφωνος κῆρυξ, καὶ ἱερουργὸς σεμνότατος, ἐν τῇ Μονῇ τοῦ Ὁσίου Δαυὶδ ἐξέλαμψας. Ἔχων γὰρ ἐν τῇ καρδίᾳ σου ἔνδον, πρὸς τὸν Φιλάνθρωπον Κύριον, τῆς ἀγάπης τὸ φίλτρον, διδάσκαλος ὤφθης, τῆς ἀρετῆς ἀκριβέστατος, ποδηγῶν πρὸς τὰ κρείττω, ῥήμασι θείοις καὶ θαυμαστῇ βιοτῇ σου, τοὺς συνόντας σοι κοσμικοὺς καὶ μονάζοντας· οὓς καὶ τὰ νῦν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου,  μὴ παύσῃ φυλάττων ἅγιε Ἰάκωβε, ἐκ πάσης περιστάσεως

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

Εἴθ’ οὕτως οἱ δύο Καννες τς ορτς.

Κανν πρτος.

Ποημα το Κυρου Γεωργίου.

δ α’

 ὁ α’ χορὸς

χος δ’ – Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι΄ δεῦτε συνδράμωμεν.

Κανὼν  τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·

«Ἰάκωβε λιταῖς σου ἡμᾶς φρούρησον. Ἰωήλ»

Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ερατείας τὴν στολὴν ἐνδέδυσαι, πάτερ Ἰάκωβε, καὶ τὸν βίον ἔχων, ἐν πολλαῖς ἀσκήσεσι,  εἰς ὄρος ἀνελήλυθας, ἀρετῶν τοῦ Κυρίου, καὶ τύπος πᾶσι γεγένησαι,

ἐν ἐσχάτοις χρόνοις μακάριε.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νεπιστρόφως τὴν ὁδὸν ἐβάδισας, τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἴσος τῶν Πατέρων,  τῶν πρὸ σοῦ γεγένησαι, Ἰάκωβε πανεύφημε, ἐν Εὐβοίᾳ αὐγάσας, τῷ σῷ φωτὶ τοὺς μονάζοντας, καὶ τοὺς κοσμικοὺς προσιόντας σοι.

ὁ α’ χορός

Δξα Πατρί…

Κραταιωθεὶς ἀπὸ παιδὸς Ἰάκωβε, τοῦ Παρακλήτου αὐγαῖς, τῶν παθῶν τὸν ὄχλον,  ἀνδρικῶς ἐσκέδασας, καὶ ὤφθης τοῖς συνοῦσί σοι, εὐσεβείας ὁ κῆρυξ, καὶ ὁ διδάσκαλος πίστεως· ὅθεν τὴν σὴν μνήμην γεραίρομεν.

ὁ β’ χορός

Κα νν…Θεοτοκίον.

ς ταπεινοί σου ὑμνηταὶ Θεόνυμφε,  καθικετεύομεν, ταῖς λιταῖς σου Μῆτερ, τῷ Υἱῷ σου πρέσβευε, ἵνα σωθῶμεν ἅπαντες, τῆς φλογὸς τῆς γεέννης, καὶ ἵνα τύχωμεν χάριτος, διὰ τὰ πολλὰ ἡμῶν πταίσματα.

δ γ’

ὁ α’ χορός

Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυΐδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ. 

δ γ’

Ὁ στερεώσας κατ’ ἀρχάς.

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Βαρυαλγοῦντας ἀσθενεῖς, ἰάτρευσας θεοφόρε, καθηγούμενε Ἰάκωβε λιταῖς σου, παῤῥησίαν γὰρ πολλήν, ἐκ τοῦ Δεσπότου εἴληφας, καὶ χάριν ἰαμάτων, ὡς ἀμοιβὴν τῶν καμάτων σου.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ν τῷ ἀέρι θαυμαστῶς, ἐνεφανίσθης θεόφρον, καὶ ἐκράτησας χερσί σου ἁγίαις, ἀερόπλοιον δεινῶς, τρωθὲν πάτερ Ἰάκωβε, ὑπὸ σφοδρῶν πληγμάτων, τῶν κεραυνῶν ἀξιάγαστε.

ὁ α’ χορός

Δξα Πατρί…

Λύσας τὰς πλάκας τῆς σαρκός, ταῖς σαῖς ἀσκήσεσι πάτερ, καὶ τῇ χάριτι Ἰάκωβε Κυρίου, ὡς ἐλεύθερον πτηνόν, ἀνήχθης πρὸς τὰ δώματα, τοῦ οὐρανοῦ μετέχων, ζωῆς ἀφάτου λαμπρότητος.

ὁ β’ χορός

Κα νν…Θεοτοκίον.

σχύϊ σου τοῦ πονηροῦ, σύντριψον κέντρα κακίας, καὶ τὰ τόξα πονηρίας τὰ ποικίλα, προφυλάττουσα πιστούς, Παρθένε τοὺς ὑμνοῦντάς σε, καὶ ἐκζητοῦντας πόθῳ, τὴν σὴν ἁγίαν ἀντίληψιν

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β΄ χορὸς

Κθισμα  Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὸν νέον Ἰάκωβον, καὶ ἀσκητὴν θαυμαστόν, ὑμνήσωμεν ἅπαντες, οἱ προσκυνοῦντες αὐτοῦ, τὸν τάφον φιλάγιοι· οὗτος γὰρ ἀνετέθη, ἐκ μικρᾶς ἡλικίας,  ὥσπερ πάντιμον δῶρον, τῷ Χριστῷ καὶ Δεσπότῃ, διὸ καὶ ἀνεδείχθη, πιστῶν ὁ διδάσκαλος.

ὁ α΄ χορὸς

Δξα Πατρί… Κα νν…χος δ’ – Κατεπλγη ωσφ

ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον; Ἀπενεχθήσονται, εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον  Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Τὸν σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυῒδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες, χαίροις θεόφρον Ἰάκωβε ὅσιε

Οκος

πὸ βρέφους παμμάκαρ ἠγάπησας, τὸν Δεσπότην Χριστὸν τὸν φιλάνθρωπον, καὶ τὴν τρίβον αὐτοῦ χαίρων ὥδευσας, ἀσκητικῶς βιοτεύσας ὡς ἄσαρκος, καὶ ἐκ ποικίλων παθῶν τὴν καρδίαν σου, ταῖς προσευχαῖς καὶ νηστείαις ἐκάθηρας, τὸν σὸν νοῦν μονίμως μακάριε, στηρίξας πρὸς οὐράνια δώματα· ὅθεν σοι ἐδόθησαν ἅγιε, τοῦ Παρακλήτου ποικίλα δωρήματα, ἤγουν τὸ μέγα τῆς προοράσεως χάρισμα,

καὶ νοσημάτων ἁπάντων πανάκεια, καὶ σὺν τούτοις ἐγένου ἡγούμενος, κοινοβίου Δαυῒδ τοῦ προστάτου σου, κοσμικοῖς καὶ μονάζουσι προσπορίζων, ψυχῆς τὰ  κατάλληλα· διὰ τοῦτο ἐπαινοῦμέν σε ἐκβοῶντες· χαίροις θεόφρον Ἰάκωβε ὅσιε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚΒ’ τοῦ αὐτοῦ μηνός, μνήμην ποιούμεθα τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἐπονομαζομένου Τσαλίκη, ἡγουμένου τῆς Μονῆς τοῦ Ὁσίου Δαυῒδ ἐν Εὐβοίᾳ.

Στίχοι

  • Ἰάκωβε ὅσιε ἡμῶν τοὺς ὕμνους,

  • δέχθητι ὡς τὰ δύο λεπτὰ τῆς χήρας.

  • Ὡς ἄγγελος Θεοῦ Ἰάκωβος πρὸς πόλον ἤρθη.

Τῇ αὐτῇ ἡμέρᾳ,, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.

Στίχοι

  • Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,

  • Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.

  • Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.

Στίχοι

  • Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,

  • Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.

  • Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα

  • Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.

Στίχοι

  • Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,

  • Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.

Στίχοι

  • Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,

  • Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.

Στίχοι

  • Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,

  • Κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.

Στίχοι

  • Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,

  • Τιμῶ πρεπόντως, ὡς τεκνίων Πατέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.

Στίχοι

  • Τὴν Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,

  • Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.

Στίχοι

  • Θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,

  • Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,

  • Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.

Στίχοι

  • Κατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·

  • Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.

Στίχοι

  • Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.

  • Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις

  • Εἶχες θύτην με νῦν δέ, καὶ θῦμα ξένον,

  • Ἔχεις με Σισίνιον, ἐκ ξίφους Λόγε.

  • Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,

  • Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.

Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

δ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

δ δ’

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

δ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.  

ὁ β΄ χορὸς

δ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός  

δ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

δ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…  

 δ θ’

 ὁ α’ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

Ερμς

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Πανάγνου ὁρῶντες ἐξεπλήττοντο, πῶς μετά δόξης εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος, χάριτος Θεοῦ δ’ ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ α’ χορὸς

Στίχ. γγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ΄ Ὅθεν ἐκδιδάσκει σοι κράζειν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β΄ χορὸς

Στίχ. γγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε΄ ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ  Ἅγια τῶν Ἁγίων.

Θεοδόχον προθεωρῶν Σολομῶν, ᾐνοίξατο σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

δ θ’ . Ἐξέστη ἐπὶ τούτῳ.

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

στίῳ προσεδέθης τοῦ Ἰησοῦ, καὶ ἀνέμων βελίαρ τὴν δύναμιν, πίστει τῇ σῇ, πάτερ ἐταπείνωσας κραταιῶς, καὶ εἰς λιμένα ἔφθασας, τῶν μονῶν ἁγίων τοῦ οὐρανοῦ, χορείας τῶν ὁσίων,  καὶ τῶν ἀΰλων νόων, καταλαβὼν ὡς τούτοις ὅμοιος.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ς φίλος τοῦ ὁσίου Δαυῒδ σεμνέ, σὺν αὐτῷ τοῖς ἀνθρώποις πεποίηκας,  θαυματουργέ, πάμπολλα σημεῖα ὑπερφυῆ, σὺν τούτῳ δὲ ἐπέστρεψας, ἐκ τῆς ἀνομίας ἁμαρτωλούς, Ἰάκωβε κηρύξας, τῆς μετανοίας λόγον, καὶ ἐντολῶν Χριστοῦ τὴν τήρησην.

ὁ α’ χορὸς

Δξα Πατρί…

ἔνθεος ζωή σου πολλοῖς πιστοῖς, ἐν τῇ μάνδρᾳ Δαυῒδ τοῦ προστάτου του,  τύπος καλός, γέγονεν Ἰάκωβε θαυμαστέ, καὶ εὐσεβείας πρότυπον, καὶ πρὸς σωτηρίαν χειραγωγός, καὶ ἤλλαξαν ἀσμένως, ἐπὶ τὰ κρείττω βίον, οἱ προσιόντες σοι πανόσιε.

ὁ β’ χορὸς

Κα νν…Θεοτοκίον.

Λιμώττοντες οἱ δοῦλοί σου οἱ πτωχοί, ἐκ σιτίων τῆς χάριτος Πάναγνε, τῶν θρεπτικῶν, γόνυ Μῆτερ κλίνομεν οἱ οἰκτροί, πρὸ τῆς σεπτῆς εἰκόνος σου, καὶ καθικετεύομεν ταπεινῶς, τὸν Ἄρτον ταῖς λιταῖς σου, ὃν ἔτεκες παράσχου, μερόποις πᾶσιν ἵνα ζήσωνται

ὁ α’ χορὸς

Καταβασία

δ θ’  χος α’

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.   

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ν νυμνοντες μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριον

ὁ α’ χορὸς

Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.

Τοῦ Λιβισίου βλάστημα, καὶ Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχημα, καὶ πιστῶν παραστάτης, Μονῆς Δαυῒδ τοῦ ὁσίου, προεστὼς θεοφόρος, χαρίτων σκεῦος πάγχρυσον, καὶ προγνώσεως λύχνος ἀειλαμπής, ἐγκρατείας πόνοις ἀκαταπαύστοις, καὶ σαῖς πυκναῖς δεήσεσιν, Ἰάκωβε ἐγνώσθης.

ὁ β’ χορὸς

Γυνακες κουτσθητε

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

ΑΙΝΟΙ

Ἦχος α

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Πανεύφημοι μάρτυρες.

Ἐκ παίδων ἠγάπησας σφοδρῶς, ἀσκητῶν πολίτευμα, καὶ ἐν νηστείαις ἐσχόλαζες, καὶ ταῖς δεήσεσιν, ἔχων δὲ πρὸς τοῦτο, καὶ τὴν γνώμην σύμφωνον, σεμνὲ τῶν εὐσεβῶν γεννητόρων σου, διὸ καὶ ηὔξανες, τῇ ἁγνείᾳ καὶ σεμνότητι, ἐπ’ ἐσχάτων, τῶν χρόνων Ἰάκωβε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὡς ἄγγελος ὤφθης ἐν Μονῇ, τοῦ Δαυῒδ πανόλβιε, διακριθεὶς ἐν ἀσκήσεσι, καὶ τοῦ θελήματος, ἐκκοπῇ ἐκ ῥίζης,  ἀσκητὰ Ἰάκωβε, διὸ καὶ ἐνεδύθης τὰ πάντιμα, ἀξίως ἅγιε, ἱερωσύνης τὰ ἱμάτια, ἁγιάζων, πιστῶν τὰ πληρώματα.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φιλόστοργος ὤφθης ἀληθῶς, ὡς ἱερομόναχος, ἐπιστηρίζων τὴν ποίμνην σου, ἐξ ἐπιθέσεων, τοῦ ἀντικειμένου, καὶ λύων Ἰάκωβε, πολλῶν ἐνεργουμένων σῇ χάριτι, τῶν προσιόντων σοι, τὴν πικρίαν καὶ τὴν ἅλυσιν, καὶ παρέχων, ψυχῶν τὴν  εἰρήνευσιν.

  βχορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

Ὁ τάφος σου ὄλβος ἐν Μονῇ, ἐπεγνώσθη Ὅσιε, καταπλουτίζων Ἰάκωβε, πολλοῖς χαρίσμασι, τοὺς ἀσπαζομένους, αὐτὸν μετὰ πίστεως, καὶ πάντοτε ἰᾶται νοσήματα, ψυχῆς καὶ σώματος, καὶ σκεδάζει τὴν ἀπόγνωσιν, τῶν ἀνθρώπων, τῶν προσερχομένων σοι.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ. α΄

σιε πάτερ, ἔχων ἐν τῇ καρδίᾳ σου, τὸν ἀγαθὸν θησαυρὸν κεκρυμμένον, πάντα ἀπέῤῥιψας, τὰ γεηρὰ καὶ ὑλώδη, ἐπιθυμίαν ἔχων σὺν Χριστῷ ἀναλῦσαι, καὶ  αἰωνίως αὐτῷ συνεῖναι· ὅθεν ὁλοκαρδίως τὸν Ἰησοῦν ἠγάπησας, καὶ λόγοις τε καὶ πολλοῖς σημείοις, γνωστὸν τοῖς πᾶσιν τοῦτον ἐποίησας, ὃν καθικέτευε πάτερ Ἰάκωβε, ὑπὲρ τῆς ἁγίας Μονῆς σου, καὶ πάντων τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

β’ χορός

 Κα νν… χος β’ Λοντος Μαΐστορος

Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος΄ Χαῖρε μόνη. ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς ΄Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας το Κτστου κπλρωσις. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Αντίφωνον α´
῏Ηχος β´.
Στίχ. .
Μέγας Κύριος καί αἰνετός σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὅρει ἁγίῳ αὐτοῦ.

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. . Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.῾Ο Θεός ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί…Καί νῦν…

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

᾽Αντίφωνον β´.
῏Ηχος ὁ αὐτός.

Στίχ. . Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ..  ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.῾.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις θαυμαστός ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.
Στίχ. ῾   ξομολόγησις καί ὡραιότης ἐνώπιον αὐτοῦ. ἀγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ.. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…
Στίχ. ῞Αγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐν ῾Αγίοις…

Δόξα ΠατρὶΚαὶ νῦν

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

᾽Αντίφωνον γ´.
ἦχος δ´.
Στίχ. . Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Στίχ. Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Στίχ.. ᾽Απενεχθήσονται  ἐν εὐφροσύνη  καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…

ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Ἀπολυτίκιον Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

Ἀπολυτίκιον  Ἦχος δ’. Ταχύ προκατάλαβε.

Tετρὰς ἡ θεοσύλλεκτος τῶν ἀποστόλων Χριστοῦ Φιλήμων καὶ Ἄρχιππος καὶ σὺν Ἀπφίᾳ ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος· λάμψαντες τοῖς ἐν σκότει ἀληθείας τὴν γνῶσιν, ἤθλησαν ὁμοφρόνως καὶ τὴν πλάνην καθεῖλον· καὶ νῦν ἐξευμενίζονται πᾶσι τὸν Κύριον.

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον χος δ’ ψωθες ν τ Σταυρ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκην πουρνιος.  

Τρισάγιον.

Ἀπόστολος

 (Γαλ. ε´ 22-26, ς’1-2)

Προκείμενον ἦχος βαρύς

Καυχήσονται ὅσιοι ἐν δόξῃ.

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πρς Γαλτας πιστολς Παύλου τὸ Ἀνάγνωσμα .

δελφοί, ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τν νμον το Χριστο.

 Ἀλληλούϊα (γ’)

Εὐαγγέλιον

 (Ματθ. ια´ 27-30)

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου λαφρν στιν.

Δόξα σοι, Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).                                                       

πόλυσις   

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

22 ΝΟΕ19 ΕΟΡΤΗ ΟΣΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΤΣΑΛΙΚΗ 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s